371
ἡμίση ὧν ἕκαστος ἔλαβεν ἀντιστρέψαι πρὸς τὸ βασιλικὸν ταμιεῖον ἐκέ 2.203 λευσε· καὶ οὕτως ἀπὸ τῶν τοιούτων συνήχθη τῷ δημοσίῳ χρυσίου κεντηνάρια τριακόσια. ἐποιήσατο δὲ καὶ πρόοδον ὁ βασιλεὺς δημοσίαν ἐπὶ τὸν μέγαν τῆς τοῦ θεοῦ λόγου σοφίας ναόν, καὶ χρή ματα πολλὰ ἐν τῷ ὑποστρέφειν τῷ πλήθει διένειμεν, οὐκ ἐκ τῶν δημοσίων ἀλλ' ἐκ τῶν ἰδίᾳ διαφερόντων αὐτῷ· προσεγένετο γὰρ αὐτῷ πλῆθος χρημάτων ἀπροσδόκητον καὶ ἀπὸ θησαυρῶν κεκρυμ μένων ἀναφανέντων τῆς γῆς. εὑρέθη δὲ καὶ ἐν τῷ εἰδικῷ χρυσίον οὐκ ὀλίγον, ὅπερ ὁ προβεβασιλευκὼς Μιχαὴλ συνέλεξε, τὴν θρυ λουμένην ἐκείνην πλάτανον χωνεύσας καὶ τοὺς δύο ὁλοχρύσους γρῦπας καὶ τοὺς δύο σφυρηλάτους λέοντας καὶ τὸ ὁλόχρυσον ὄργα νον καὶ ἕτερα τῶν ἐπὶ τῆς τραπέζης χρυσωμάτων ἔργα διάφορα, καὶ βασιλικὰς καὶ Αὐγουστικὰς στολάς, οἷσπερ ἔμελλεν ἀποχρή σασθαι πρὸς τὰ αὐτῷ καταθύμια, φθάσαν δὲ τὸ χρεὼν εἰς Βα σίλειον ταῦτα διεβιβάσθη. ἀλλὰ ταῦτα μὲν ὕστερον. Ἄρτι δὲ τῆς ἀρχῆς ἐπιβὰς ὁ Βασίλειος πρῶτον μὲν ἐπὶ τὰς ἀρχὰς ἀδωροτάτους λεγομένους προυβάλλετο καὶ μαρτυρουμένους τὰς ἰδίας χεῖρας καθαρὰς παντοίου διαφυλάττειν λήμματος, εἶθ' οὕτως δικαιοσύνης ἐπεμελεῖτο, καὶ ἰσονομίαν ἐμπολιτεύεσθαι τοῖς ἀρχομένοις καὶ τὸ μὴ καταδυναστεύεσθαι ὑπὸ τῶν πλουσίων τοὺς πενεστέρους ἐπραγματεύσατο. πανταχοῦ δὲ διατάγματα ἐξετίθει τέλεον ἐξαρθῆναι τὴν ἀδικίαν ὁρίζοντα. δικαστάς τε ἔταξε, σι τηρεσίοις καὶ φιλοτιμίαις παντοδαπαῖς αὐτοὺς μεγαλύνας, καὶ τάξας διημερεύειν καὶ τὰς διενέξεις διαλύειν τῶν φιλονεικούντων, 2.204 τόπους ἀφορίσας αὐτοῖς ἐπιτηδείους, τήν τε Μαγναύραν καὶ τὸν καλούμενον ἱππόδρομον καὶ τὴν λεγομένην Χαλκῆν, χρόνῳ μογή σασαν καὶ ὅσον οὐδέπω πεσεῖν κινδυνεύουσαν ἐπισκευάσας καὶ και νουργήσας. ἔταξε δὲ καὶ τροφὴν τοῖς πενεστέροις τῶν τὰς δίκας ἐχόντων, ἵνα μὴ ὑπὸ ἐνδείας πιεζόμενοι ταῖς δίκαις ἀπαγορεύοιεν. ἐπεδίδου δὲ καὶ ἑαυτὸν εἰς τὸ τοιοῦτον μέρος, ὁπηνίκα τῶν στρα τειῶν ἔτυχεν ἄγων σχολὴν καὶ τοῦ χρηματίζειν ταῖς ἁπανταχόθεν πρεσβείαις, καὶ εἰς τὸ λεγόμενον γενικὸν κατιὼν τοὺς εἰσπραττο μένους ἐσκόπει παρὰ τοῦ δημοσίου, μή πού τις ἀδίκως εἰσπράτ τοιτο, καὶ οὕτως τοῖς ἀδικουμένοις ἐπήμυνε. λέγεται δ' ὅτι κατ ελθόντος αὐτοῦ εἰς τὴν εἰρημένην διατριβήν, ὡς οὐδεὶς ἔτυχεν ἐγκαλῶν, ὑποτοπάσας εἴργεσθαι ἀπό τινων τῆς εἰς αὐτὸν εἰσόδου τοὺς δεομένους, ἀπέστειλέ τινας τῶν δορυφόρων κατὰ πολλὰ μέρη τῆς πόλεως ζητήσοντας εἴ τις ἐστὶ βοηθείας δεόμενος. ὡς δ' ἐπανῆλθον ἐκεῖνοι μηδένα μηδαμῶς εὑρηκέναι λέγοντες, μεθ' ἡδο νῆς τε ἀπέσταξε δάκρυον καὶ θεῷ τὴν εὐχαριστίαν ἀπέδωκεν. Ὁρῶν δὲ ὅτι ἔστι τις τοῖς πονηροῖς εἰς τὸ ἀδικεῖν ἀφορμὴ διὰ τὸ σύντομον ἀπὸ τῶν ἐν τοῖς ἀριθμοῖς μορίων, τοῦ ἡμίσεός φημι καὶ ἕκτου καὶ δωδεκάτου καὶ τῶν τοιούτων, χρωμένων τοῖς παλαιοῖς σημείοις τῶν γραφέων, ἠθέλησε καὶ τὴν τοιαύτην τῶν ἀδικεῖν ἑλομένων περιελεῖν ἀφορμήν, καὶ διωρίσατο γράμμασι λι τοῖς, ἃ καὶ τοῖς ἀγροίκοις ἀναγινώσκεσθαι ῥᾴδιον, τὰ τοιαῦτα 2.205 γράφεσθαι σημεῖα, οἴκοθεν καταβαλὼν καὶ τὴν τῶν χαρτίων δα πάνην καὶ τὴν τῶν γραμμάτων καὶ τὴν τῶν γραφέων. Ἐπιστροφὴν δ' ἐποιήσατο καὶ τῶν ἐκκλησιαστικῶν πραγμά των, ἐκβαλὼν μὲν τῆς ἀρχιερωσύνης μετὰ συνόδου συναθροισθεί σης τὸν ἐπεισπηδήσαντα τῇ ἀρχῇ Φώτιον, σχολάζειν κελεύσας ἕως ἂν τὸν δικαίως ταχθέντα πρὸς αὐτὸν μεταστήσῃ θεός, ἀντεισαγα γὼν δὲ τὸν κακῶς καὶ παρανόμως ἐκβληθέντα παρὰ τοῦ Βάρδα Ἰγνάτιον. καὶ οὕτω γαληνιᾶν τὰς τοῦ θεοῦ ἐκκλησίας παρε σκεύασεν.
Ἀλλὰ καὶ τοὺς πολιτικοὺς νόμους πολλὴν ἀσάφειαν καὶ σύγ χυσιν ἔχοντας ἰδών, καὶ τούτους κατὰ τὸ προσῆκον προσφόρως ἐπανασώσασθαι ἔσπευσε, καὶ τὴν μὲν τῶν ἀνῃρημένων ἀχρηστίαν περιελεῖν, τῶν δὲ κυρίων ἀνακαθᾶραι τὸ πλῆθος. οὐκ ἔσχε δὲ καιρὸν προκαταληφθεὶς θανάτῳ. ἤρξατο δὲ τοῦ ἔργου καὶ ἐξε πλήρωσε Λέων ὁ υἱὸς αὐτοῦ μετὰ ταῦτα. Κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ Βασιλείου