372
ἐπιβουλὴ καὶ συσκευή τις ἐγένετο κατ' αὐτοῦ, ἐξαρχόντων τῆς μελέτης Γεωργίου καὶ Συμβατίου τῶν πατρικίων. φωραθέντος δὲ τοῦ κακουργήματος, προφανῶν δὲ γενομένων καὶ τῶν ἐλέγχων, οὗτοι μὲν ἐκκόπτονται τοὺς ὀφθαλμοὺς ὡς αἴτιοι πρωτουργοὶ τῆς συμ βουλῆς, τὸ δὲ λοιπὸν ἅπαν πλῆθος τῶν συνωμοτῶν πομπευθέντες ἐξωρίσθησαν. ἀνακόπτων δὲ τὰς ἐπιβουλὰς τῶν βασιλειώντων, στέφει Κωνσταντῖνον καὶ Λέοντα τοὺς οἰκείους αὐτοῦ υἱούς. τῷ 2.206 δὲ τρίτῳ ἔτει τῆς μοναρχίας ἀναγορεύει καὶ Ἀλέξανδρον τὸν υἱόν. τὸν δὲ νεώτερον πάντων Στέφανον ἱεροῖ καὶ τῇ τοῦ θεοῦ καταλέγει ἐκκλησίᾳ. ἐπεὶ δὲ καὶ τέσσαρες ἦσαν αὐτῷ θυγατέρες, ἐν τῷ θείῳ σεμνείῳ τῆς πανευφήμου μάρτυρος Εὐφημίας καὶ ταύτας καθιεροῖ. Οὕτω δ' ὡς ἐδόκει εὖ διαθεὶς τὰ οἰκεῖα, καὶ κατὰ τῶν ἀν τιτασσομένων τῇ Ῥωμανίᾳ ἔσπευσεν ἐκστρατεῦσαι. καὶ δὴ τοὺς στρατιωτικοὺς καταλόγους ἐλαττωθέντας παρὰ τοῦ πρῴην βεβασι λευκότος Μιχαὴλ ἐκ τοῦ διακοπῆναι τὰς ῥόγας αὐτῶν καὶ τὰ σι τηρέσια, διὰ νέων συλλογῆς ἀναπληρώσας τὰς φάλαγγας κατὰ τῶν βαρβάρων ἐστράτευσε, καὶ πρότερον μὲν κατὰ τῆς Τεφρικῆς, ἧς ὁ Χρυσόχειρ ἡγεῖτο, ἐπ' ἀνδρίᾳ καὶ συνέσει διαφέρειν δοκῶν καὶ σφόδρα τὰ Ῥωμαίων κατατρέχων καὶ ληϊζόμενος. κατὰ τούτου καὶ τῆς πόλεως ἐκστρατεύει ὁ βασιλεύς. τοῦ δὲ μὴ ὑποστάντος τὴν ἐπέλευσιν ἀλλ' εἴσω τειχῶν γενομένου, καταδραμὼν τὴν ὑπ' αὐτὸν ἅπασαν χώραν ὁ βασιλεὺς καὶ ληϊσάμενος, καὶ πρὸς αὐτῷ τῷ τείχει τῆς Τεφρικῆς ἔθετο τὴν παρεμβολήν, διὰ προσεδρείας μακρᾶς ἑλεῖν τὸ ἔρυμα οἰηθείς. ἐπεὶ δὲ κατενόησε πάντοθεν κατωχυρωμένον αὐτό, καὶ ἀνέλπιστον ἦν ἁλωθῆναι πολιορκίᾳ (ἤδη γὰρ καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναγκαῖα κατεδήδοτο), ἔλυσε τὴν πολιορκίαν, τὰ πλησιάζοντα τῇ Τεφρικῇ φρούρια ἐκπορθήσας, 2.207 τὴν Ἄβαραν, τὸν Κοπτόν, τὴν Σπάθην καὶ ἄλλα πολλά. ἀγείρας δὲ τὸν στρατὸν ἐκεῖθεν ἐπανῄει μετὰ λαμπρῶν τῶν τροπαίων τε καὶ λαφύρων. Ληϊζομένης δὲ τῆς περὶ τὴν Τεφρικὴν χώρας ἁπάσης καὶ ἐκπορθουμένης, ἡ γειτονοῦσα ταύτῃ πόλις τῶν Ἰσμαηλιτῶν ᾗ Ταύρας ἡ ἐπωνυμία, ὁμαιχμίαν ἔχουσα καὶ κοινοπραγίαν μετὰ τῆς Τεφρικῆς, ὀρρωδήσασα τὸν κίνδυνον, πρέσβεις πέμψασα εἰρήνης ἠξίου τυχεῖν καὶ ταῖς συμμαχίσιν ἐγγραφῆναι Ῥωμαίων· καὶ δὴ ἔτυχε τοῦ βασιλέως μετὰ προσηνείας δεξαμένου τὴν πρεσ βείαν. προσερρύη δὲ καὶ ὁ Κουρτέριος, γένος ὢν Ἀρμένιος, ὃς κατεῖχε τὴν Λόκαναν καὶ τὰς ἐσχατιὰς τῶν Ῥωμαίων συνεχῶς ἐπόρθει καὶ κατεστρέφετο, ἑαυτὸν παραδοὺς τῷ βασιλεῖ καὶ τὴν πόλιν καὶ τὸν ὑπείκοντα αὐτῷ λαόν. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λαὸν ὁ βασιλεὺς κατὰ Σαμοσάτων καὶ τῆς λεγομένης Ζαπέτρας ἐπιλέκτων πολεμιστῶν ἐκπέμψας εὐτύχησεν, ἐξ ἐφόδου τὰ στενὰ τοῦ στρατοῦ διελθόντος αὐτῇ τε τῇ πόλει ἐξαίφνης ἐπεισπεσόντος· κατεσχέθη τε γὰρ ἡ πόλις τῷ ἀπροσδοκήτῳ, καὶ λαὸς ἀπεσφάγη πολύς, καὶ αἰχμαλωσία ἐλήφθη ἄπειρος, καὶ δέσμιοι Ῥωμαῖοι χρονίων δεσμῶν ἠλευθερώθησαν. καταδραμὼν δὲ καὶ πυρπολή σας ὁ πεμφθεὶς λαὸς τὰ συμπαρακείμενα τῆς χώρας καὶ τὰ Σαμό σατα ἐξεπόρθησε, καὶ ὁμοίᾳ ῥύμῃ περαιωθεὶς τὸν Εὐφράτην καὶ πᾶσαν τὴν περαίαν αἰχμαλωτίσας, καὶ πολλὴν συλλέξας αἰχμα 2.208 λωσίαν καὶ λάφυρα, ὑπέστρεψεν ἀσινὴς πρὸς τὸν αὐτοκράτορα, πρὸς τῷ Ἀτζαρνοὺκ ποταμῷ τὴν παρεμβολὴν ἔχοντα. Ἐντεῦθεν ἄρας ὁ βασιλεὺς μετὰ παντὸς τοῦ στρατοῦ τὴν ἐπὶ Μελιτηνὴν ἄγουσαν ὥδευε. προσπελάσας δὲ τῷ Εὐφράτῃ, καὶ ὥρᾳ θέρους πελαγίζοντα τοῦτον εὑρὼν καὶ παντελῶς ἄβατον, γεφυρώσας τὸν ποταμὸν διεπέρασε. καὶ πολλὰ τῆς χώρας λυμη νάμενος καὶ καταστρεψάμενος, ἑλὼν δὲ καὶ τὸ φρούριον ὃ Ῥαψά κιον λέγεται, μέρος δὲ τοῦ στρατοῦ τῇ μεταξὺ Ἀρσίνου τε καὶ Εὐφράτου χώρᾳ ἐκπέμψας καταδραμεῖν προσέταξεν, οἳ πᾶσαν αὐ τὴν ἀπτέρῳ τάχει διαδραμόντες, τό τε λεγόμενον Καρκίνιον καὶ τὸ Γλασχὼν καὶ τὸ Ἄμαν καὶ τὸ Μουρὴξ καὶ τὸ Ἄβδηλα εἷλον καὶ ἐξεπόρθησαν. αὐτὸς δὲ τῇ Μελιτηνῇ προσβαλὼν εὐανδρούσῃ τότε καὶ πληθύϊ