373
βαρβάρων γεγανωμένῃ, ἐπεὶ τοῖς τείχεσιν ἐπλησίασε, βαρβαρικὰς ὑπεδέξατο φάλαγγας μετὰ φρυαγμάτων καὶ ἀλαλαγμῶν ἀπαντώσας αὐτῷ, οἷς νεανικῶς συμμίξας καὶ πρῶτος τῆς φάλαγγος προϊστάμενος τοὺς ἀντιτεταγμένους ἐτρέψατο, εἶθ' οἱ λοιποὶ τοὺς ἄλλους, καὶ μέχρι τοῦ ἄστεως ἀναιροῦντες ἐδίω κον, ὡς καταστρωθῆναι τὸ μεταξὺ ἔδαφος καὶ πληρωθῆναι νε κρῶν, ἁλῶναι δὲ καὶ ζῶντας οὐκ ὀλίγους, τοὺς δὲ λοιποὺς ἀγεν νῶς εἴσω τειχῶν συγκλεισθῆναι. ἐβουλήθη μὲν οὖν ὁ βασιλεὺς ἑλεπόλεσι καὶ μηχαναῖς ἀποπειρᾶσθαι τοῦ χωρίου· ὡς δὲ ἑώρα τὴν πόλιν εὔπυργον καὶ πλήθει τῶν ἀπὸ τοῦ τείχους ἀμυνομένων βρίθουσαν, ἐπύθετο δὲ καὶ παρὰ τῶν αὐτομόλων ἀφθονίαν ἔχειν 2.209 πολλὴν τῶν ἐπιτηδείων καὶ μὴ δεδιέναι χρονίαν πολιορκίαν, ἄρας ἐντεῦθεν τῇ Μανιχαίων προσβάλλει γῇ, καὶ πάντα τὰ ἐν ποσὶν ἐκτεφρώσας, τὸ Ἀργαοὺθ λεγόμενον φρούριον καὶ τὸ Κουτακίου καὶ τὸ Στεφάνου καὶ τὸ Ἀραρὰχ ἐμπρήσας κατέσκαψεν. ἐκεῖθεν ἀγείρας τὸν στρατὸν τῆς ἐπὶ τὴν βασιλεύουσαν εἴχετο. καὶ τοὺς μὲν ἀριστεύσαντας τῶν στρατιωτῶν τιμήσας ἀπέλυσεν· αὐτὸς δὲ τὴν βασιλίδα κατασχὼν καὶ περαιωθεὶς εἰς Θρᾴκην, ἐκ τοῦ Ἑβδό μου τὴν δημοσίαν ποιησάμενος πρόοδον, διὰ τῆς χρυσῆς πόρτης εἰσελθὼν καὶ θρίαμβον καταγαγὼν μεγαλοπρεπέστατον, τοῦ δήμου παντὸς ἐπινικίοις φωναῖς καὶ εὐφημίαις αὐτὸν μεγαλύνοντος ἄχρι τοῦ ναοῦ τῆς τοῦ θεοῦ ἐνυποστάτου σοφίας ἐγένετο. ἐκεῖσε δὲ γενόμενος καὶ τῷ θεῷ εὐχαριστηρίους ἀποδοὺς ὕμνους, παρὰ Ἰγνα τίου τε τοῦ πατριάρχου ταινιωθεὶς στεφάνοις, ἐπανῆκεν εἰς τὰ βασίλεια, μικρόν τε συνησθεὶς τῇ γυναικὶ καὶ τοῖς τέκνοις τῶν πολιτικῶν αὖθις εἴχετο διοικήσεων.
Τῷ δ' ἐπιόντι χρόνῳ τοῦ τῶν Μανιχαίων ἐξηγουμένου Χρυσόχειρος εἰς τὴν τῶν Ῥωμαίων ἐμβαλόντος βαρεῖ στρατῷ καὶ ταύτην ληϊζομένου, ἀποστέλλει κατ' αὐτοῦ συνήθως ὁ βασιλεὺς τὸν τῶν σχολῶν ἐξηγούμενον. οὗτος δὲ πάντα τὸν Ῥωμαϊκὸν στρατὸν συμπαρειληφώς, ἐπειδὴ σταδαίᾳ μάχῃ κρῖναι τὸ πᾶν ἐδειλία, παρείπετο τέως αὐτῷ ἀπό τινος διαστήματος, καὶ τὰς μερικὰς ἀνεῖργε καταδρομάς, καὶ οὐ συνεχώρει κατὰ τῆς χώρας 2.210 ἀδεῶς διασκίδνασθαι. ὡς οὖν τὰ μὲν δρῶν τὰ δὲ ἀπρακτῶν ὁ βάρβαρος ἤδη καὶ τῆς πρὸς τὰ οἴκοι ἐπανόδου ἐμέμνητο καὶ μετὰ λείας συχνῆς ὑπέστρεψεν, ὁ δομέστικος τῶν σχολῶν δύο τῶν στρα τηγῶν ἀφώρισε, τόν τε τοῦ Χαρσιανοῦ καὶ τὸν τῶν Ἀρμενιακῶν, μετὰ τῆς περὶ αὐτὸν δυνάμεως ἕκαστον συμπαρομαρτεῖν τῷ Χρυ σόχειρι ἄχρι τοῦ λεγομένου Βαθυρρύακος, κἀκεῖθεν εἰ μὲν ἐπα φήσει, φησί, κατὰ τῶν Ῥωμαϊκῶν ὁρίων στρατόν, δῆλα θέσθαι αὐτῷ τὰ περὶ τούτου, εἰ δὲ οἴκαδε ἀμεταστρεπτὶ βαδίσειεν, ἐάσαν τας τοῦτον αὖθις ἐπανελθεῖν πρὸς αὐτόν. ἑσπέρας οὖν καταλα βούσης, καὶ τοῦ βαρβαρικοῦ στρατεύματος γεγονότος κατὰ τὸν Βαθυρρύακα αὐλισαμένου τε κατὰ τὴν τοῦ ὄρους ὑπώρειαν, τῶν δὲ εἰρημένων στρατηγῶν κατασχόντων τὰ τούτου μετεωρότερα καὶ τὸ μέλλον ἀποσκοπούντων, ἐμπίπτει τις ἔρις περὶ πρωτείων καὶ ἅμιλλα τοῖς τῶν δύο θεμάτων στρατιώταις· οἱ μὲν γὰρ τοῦ Χαρ σιανοῦ ἑαυτοῖς ἐνίσταντο τὰ τῆς ἀνδρίας ἁρμόζειν πρωτεῖα, ἔμ παλιν δὲ ἑαυτοῖς οἱ Ἀρμενιακοί. ὡς οὖν ἐπὶ πλεῖστον ἐχώρει τὰ τῆς φιλονεικίας καὶ πρὸς τὸ μεγάλαυχον ἑκάτερα ἔρρεπε τῶν τα γμάτων, ἐνταῦθα δὴ λέγεται παρά τινος λεχθῆναι τοῦ τῶν Ἀρμε νιακῶν συστήματος ὡς ἵνα τί μάτην ὦ συστρατιῶται ἀπρεπῶς θρασυνόμεθα, ἐξὸν τοῖς ἔργοις ἀναμφισβήτητον ἀρετὴν ἐπιδείξα σθαι; οἱ πολέμιοι γὰρ οὐ μακράν, καὶ ἔξεστιν ἐπὶ τῶν ἔργων φα νῆναι τοὺς ἀριστεῖς. τοὺς τοιούτους τοίνυν λόγους διενωτισθέντες οἱ στρατηγοὶ καὶ τὴν πρὸς ἀνδρίαν ὁρμὴν κατανοήσαντες τοῦ λαοῦ, καταμαθόντες δὲ καὶ τὴν ἀπὸ τοῦ τόπου βοήθειαν, ὅτι ἐξ ὑπερ δεξίων μέλλουσιν ἐπιτίθεσθαι τοῖς πολεμίοις ἐν κοίλῳ κειμένοις 2.211 τόπῳ, διχῇ διαιροῦσι τὴν δύναμιν. καὶ τὸ μὲν ἔκκριτον ταύτης ἄχρις ἑξακοσίων μετ' αὐτῶν γε τῶν στρατηγῶν προσβαλεῖν ἐκρίθη τῷ τῶν βαρβάρων