374
στρατῷ· τὸ δὲ λοιπὸν καὶ εὐαρίθμητον τῆς Ῥωμαϊκῆς στρατιᾶς εἰς δόκησιν πλήθους αὐτοῦ που σκευάσαντες πρὸς τὰ μετέωρα ἔστησαν, σύνθημα δόντες ἵν' ὅταν οὗτοι προσ βάλωσι τοῖς ἐχθροῖς, κἀκεῖνοι σὺν ἀλαλαγμῷ μεγίστῳ καὶ σάλ πιγξιν ἐκπληκτικὴν βοὴν ἀναρρήξωσι, συνεπηχούντων καὶ τῶν ὀρέων, καὶ οὕτως ἀφανῶς διὰ τῆς νυκτὸς τῇ στρατοπεδείᾳ τῶν ἐχθρῶν πλησιάζωσι. καὶ τοιούτου δοθέντος συνθήματος, οὔπω τοῦ ἡλίου τὰς ἀκρωρείας αὐγάζοντος, βοῇ στιβαρᾷ παιανίσαντες καὶ τὸ "σταυρὸς νενίκηκε" συμβοήσαντες ἐπιτίθενται τοῖς ἐχθροῖς, συνεπαλαλαζόντων ἀπὸ τοῦ ὄρους καὶ τῶν λοιπῶν. εὐθὺς οὖν οἱ βάρβαροι τῷ ἀνελπίστῳ καταπλαγέντες, καὶ μήτε συστῆναι μήτε τὸ ἐπιὸν πλῆθος ὅσον ἐστὶ λαβόντες καιρὸν ἰδεῖν, μήτ' ἄλλο τι σωτήριον ἑαυτοῖς ἐκ τοῦ παραχρῆμα βουλεύσασθαι, ὥρμησαν πρὸς φυγήν. τῶν οὖν διωκόντων Ῥωμαίων καὶ τοὺς μὴ συνόντας ἐπιβοωμένων στρατηγοὺς καὶ τὰ τάγματα καὶ τὸν τῶν σχολῶν ἀφηγούμενον, καθάπερ αὐτοῖς συνετέτακτο, καὶ τῶν φευγόντων εἰς πλείονα συνελαυνομένων φόβον καὶ ταραχήν, συνέβη μέχρι μιλίων τριάκοντα γενέσθαι τὴν δίωξιν καὶ τὸν μεταξὺ χῶρον ἀπεί ροις καταστρωθῆναι νεκροῖς. Τότε δὴ καὶ ὁ ἀναιδὴς Χρυσόχειρ σὺν ὀλίγοις φεύγων τῶν μετ' αὐτόν, ἐπεὶ καταδιώκειν ἔγνω Ῥωμαῖον τινὰ Πουλάδην τὴν 2.212 προσηγορίαν, ὃν αἰχμάλωτον ἔλαβέ ποτε κατὰ τὴν Τεφρικὴν καὶ διὰ ἀστεϊσμὸν καὶ χάριτα συνήθη εἶχε καὶ γνώριμον, θεασάμενος αὐτὸν καὶ γνωρίσας, ἐπιστραφεὶς "τί σοι" φησίν, "ὦ ἄθλιε Πουλάδη, διεπραξάμην κακόν, ὅτι με οὕτω καταδιώκεις μανιω δῶς ἐπιθυμῶν ἀνελεῖν;" ὁ δὲ συντόμως ὑπολαβών, "τῶν εὐεργε σιῶν σου, πάτρων, τὴν ἀμοιβὴν" ἔφη "ἀποδοῦναί σοι κατὰ τὴν παροῦσαν ἡμέραν πεποιθώς εἰμι τῷ θεῷ." ὁ μὲν οὖν προῄει οἷά τις ἐμβρόντητος καὶ βεβλαμμένος τὰς φρένας, ὁ δὲ ἐφείπετο μετ' εὐτολμίας νεανικῆς. τάφρῳ δὲ βαθείᾳ ὁ διωκόμενος ἐντυχών, καὶ ὑπερπηδῆσαι ταύτην τὸν ἵππον μὴ συγχωρῶν, βάλλεται κατό πιν παρὰ τοῦ Πουλάδου φθάσαντος κοντῷ κατὰ τῆς πλευρᾶς. καὶ ὁ μὲν εὐθέως περιδινηθεὶς τῷ ἀλγήματι κατερρύη τοῦ ἵππου, τῶν δὲ σὺν αὐτῷ τις (∆ιακονίτζης τούτῳ ἦν τὸ ἐπώνυμον) τοῦ ἵππου ῥίψας ἑαυτὸν ἐπιμελείας ἠξίου τὸν πεσόντα, τοῖς τε οἰκείοις γό νασι τὴν ἐκείνου κεφαλὴν ἐπιθεὶς καὶ τὸ συμβὰν ὀδυρόμενος. ἐν τοσούτῳ δὲ προσγίνονται τῷ Πουλάδῃ καὶ ἕτεροι, καὶ καθαλλό μενοι ἐκ τῶν ἵππων τὴν τοῦ Χρυσόχειρος ἀποτέμνουσι κεφαλὴν ἤδη θανατῶντος καὶ ἐκλιμπάνοντος. δεσμοῦσι δὲ καὶ τὸν ∆ιακονίτζην καὶ τοῖς ἄλλοις αἰχμαλώτοις συγκαταλέγουσιν. εὐθὺς οὖν εὐαγγέλια πρὸς τὸν βασιλέα ἐκπέμπονται, μεθ' ὧν ἦν καὶ ἡ τοῦ Χρυσόχειρος κεφαλή. πεσόντος οὖν τοῦ Χρυσόχειρος συναπε μαράνθη πᾶσα ἡ ἀνθοῦσα τῆς Τεφρικῆς εὐανδρία. καὶ τὰ μὲν κατὰ τὴν Τεφρικὴν τοιοῦτον ἔσχε τὸ τέλος, καὶ ἐν ὥρᾳ μιᾷ ἡ ἐπὶ μεῖζον δόξης ἀρθεῖσα ὕψος τῶν Μανιχαίων πληθὺς ὡσεὶ καπνὸς διελύθη. 2.213 Ἰγνατίου δὲ τοῦ πατριάρχου τὴν παροῦσαν μεταλλαξαμένου ζωήν, ἀπέδωκεν αὖθις τὴν ἐκκλησίαν Φωτίῳ ὁ βασιλεύς. κατὰ τοῦτον τὸν καιρὸν ἐπιβουλὴ μηνύεται τῷ βασιλεῖ παρά τινος τῶν συνωμοτῶν, ἔξαρχον ἔχουσα τὸν πατρίκιον Ῥωμανὸν τὸν Κουρ κούαν. καὶ δὴ συλληφθέντων τῶν ἐπιβουλευσάντων ὁ μὲν Κουρ κούας ἐπηρώθη τοὺς ὀφθαλμούς, οἱ δὲ λοιποὶ τυφθέντες καὶ κα ρέντες ἐξωρίσθησαν. ὁ αὐτὸς βασιλεὺς καὶ τὸ Λοῦλον φρούριον ὑπὸ Σαρακηνῶν κατεχόμενον ἀνεκτήσατο. προσέθετο δὲ αὐτῷ καὶ τὸ Μελοῦος, καὶ δεσπότην τὸν βασιλέα ἀνηγόρευεν. ἐξεπόρ θησε δὲ καὶ τὴν τῶν Μανιχαίων μητρόπολιν τὴν Κάμειαν δι' ἑαυτοῦ. Ἔαρος δὲ ἤδη λάμποντος, τὸν πρεσβύτερον τῶν υἱῶν εἰλη φὼς Κωνσταντῖνον ἐκστρατεύει κατὰ Συρίας. καὶ τὴν πρὸς τῷ Ἀργαίῳ Καισάρειαν τὴν πρώτην καταλαβὼν τῶν Καππαδοκῶν, ἐκεῖσέ τε αὐλισάμενος, τὴν μὲν ἄλλην πληθὺν τακτικαῖς ἐξεπόνει μελέταις, μοῖραν δὲ τοῦ στρατοῦ ἀποτεμὼν κατόπτας ἐξέπεμψεν. αὐτὸς δὲ κατόπιν ἐφείπετο. οἱ δὲ προόπται καὶ πρόδρομοι τὰς