375
ἐρή μους ὀξέως διαδραμόντες φρούριον τὸ λεγόμενον Ξυλόκαστρον καὶ τὸ ἕτερον τὸ καλούμενον Φυρόκαστρον ἐξεπόρθησαν, καὶ τοὺς ἐνοίκους τούτων ἠνδραποδίσαντο. ἐφ' οἷς καταπλαγέντες οἱ τὸ τοῦ Φαλακροῦ λεγόμενον κάστρον οἰκοῦντες ἑκουσίως προσεχώρη σαν τοῖς Ῥωμαίοις. ὁ δὲ τοῦ Ἄμβρωνος υἱὸς Ἀπάβδελε, ὁ τῆςἈναβάρζης ἀμηρᾶς, ἕως μὲν μακρὰν ἀπεῖχεν ὁ βασιλεύς, βαρ 2.214 βαρικῶς ἐθρασύνετο, ἐπεὶ δὲ ἤγγιζε, τῷ τῶν Μελιτηνῶν στίφει συμμίξας φυγῇ τὴν μετ' αὐτοῦ σωτηρίαν ἐπραγματεύσατο. ὁ δὲ βασιλεὺς τήν τε Κασάμαν ἐξεπόρθησε καὶ τὴν Καρβὰν τὴν Ἀρδα λάν τε καὶ τὴν Ἐρημοσυκέαν, ὁπηνίκα καὶ Σίμας ἐκεῖνος ὁ τοῦ Ταήλ, τὰς δυσχωρίας κατέχων τοῦ Ταύρου καὶ ἐξ ἐφόδου τὰς τῶν Ῥωμαίων λυμαινόμενος ἐσχατιάς, πρὸς τὸν βασιλέα κατέφυγε. μετὰ ταῦτα τὸν Ὀνοπνίκτην λεγόμενον ποταμὸν καὶ τὸν Σάρδον διαπεράσας ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ ἦλθεν εἰς Κουκουσόν, καὶ τὰς ἐκεῖ λόχμας ἀποκαθάρας καὶ τὴν ἄβατον εὐπόρευτον πε ποιηκὼς τῶν ἐνταῦθα λόχων ἐκράτησε. πρὸς δὲ τὴν Καλλίπολιν καὶ Παδασίαν φθάσας, δυσβάτοις δὲ περιτυχὼν καὶ ἀποκρήμνοις ὁδοῖς, τοὺς ὑπὸ χεῖρα παραμυθούμενος πεζῇ καὶ βάδην αὐτὸς προεπορεύετο τοῦ στρατοῦ. ὑπερβὰς δὲ τὰ στενὰ τοῦ Ταύρου τῇ Γερμανικείᾳ προσβάλλει. ἐπεὶ δὲ τὸ ἀνθιστάμενον ἅπαν τοῖς τείχεσι συνεκλείετο καὶ οὐδεὶς ἐτόλμα πρὸς χεῖρας ἐλθεῖν, τὰ πρὸ τῆς πόλεως κάλλη κείρας καὶ πυρὶ παραδοὺς πρὸς Ἀδάπαν παρε γένετο τὴν πόλιν. καὶ τῶν ταύτης δὲ ἐποίκων μὴ τολμώντων ἐν τοῖς ὑπαίθροις διαγωνίζεσθαι ἀλλ' εἴσω συνελαθέντων τειχῶν, τὰ ἔξω τῆς πόλεως ληϊσάμενος καὶ ἀποτεφρώσας, ἐκπολιορκήσας δὲ καὶ τὸ πολίχνιον ὃ Γέροντα ἐκάλουν, καὶ διαρπάσαι ἐφεὶς τοῖς στρατιώταις, τελευταῖον αὐτοῖς προσβάλλει τοῖς τείχεσι, καὶ παν τοδαπὰς προσέφερε μηχανάς, καὶ ἐνεργὸς ἦν ἐν τῇ πολιορκίᾳ, ἐλπίδας οὐ μικρὰς ἔχων αἱρήσειν τὴν πόλιν διὰ τὸ τῆς περὶ αὐτὸν δυνάμεως βάρος. εὐρώστους δὲ τοὺς ἔνδον εὑρὼν καὶ ἀδεῶς τὰ 2.215 προσπίπτοντα φέροντας, ἀνοχὴν τῷ πολέμῳ δοὺς ἐπυνθάνετο τῶν ἔνδον ἐφ' ὅτῳ πεποιθότες, τῆς πατρίδος αὐτῶν ἤδη μελλούσης παραλαμβάνεσθαι, ὀλίγον αὐτοῦ λόγον ποιούμενοι φαίνονται· πρὸς ὃν ἀπεκρίνατό τις τῶν γεραιτέρων πληροφορίαν ἐσχηκέναι οὐχ ὑπὸ σοῦ πολιορκηθῆναι νῦν τὴν πόλιν, ἀλλ' ὑφ' ἑτέρου τινὸς πε πρωμένον εἶναι ταύτην ληφθῆναι κατὰ γένος σοι προσήκοντος (Κωνσταντῖνος τούτῳ τὸ ὄνομα), καὶ διὰ τοῦτο μὴ καταπλήττε σθαι τοῖς προσπίπτουσι. τοῦ δὲ τὸν υἱὸν ἐπιδείξαντος καὶ ὡς Κωνσταντῖνος καλεῖται εἰπόντος, οὐ τοῦτον ὁ ἐξηγούμενος ἔλεγεν εἶναι τὸν Κωνσταντῖνον ὃς αὐτῶν μέλλει ποιῆσαι τὴν πόλιν ἀνά στατον, ἄλλον δέ τινα μετὰ χρόνον συχνὸν καὶ τῶν ἀπογόνων τῶν σῶν. ἐφ' οἷς ὁ βασιλεὺς ὀργισθείς, καὶ ἔργοις ἐξελέγξαι βουλη θεὶς ψεῦδος τὴν πρόρρησιν, συντονώτερον ἥπτετο τῆς πολιορκίας. ὡς δὲ πάντων πονούντων μὴ προβαίνουσαν ἑώρα τὴν σπουδήν, ἐπεγένετο δὲ κρύος ἀμήχανον, τοὺς ἐν ὑπαίθρῳ σφοδρῶς λυμαι νόμενον, ἔλυσε τὴν πολιορκίαν. ἐν δὲ τῷ ὑποστρέφειν τὸ πολὺ τῶν αἰχμαλώτων διὰ τὸ βάρος ξίφει κελεύσας ἀποφορτίζεσθαι, τῆς πρὸς τὴν βασιλεύουσαν εἴχετο, πολὺ δέος τοῖς ἐκ τῆς Ἄγαρ καταλιπών. προσδοκήσας δὲ ἐπιθήσεσθαι αὐτοῖς κατὰ τὰ στενά, λόχους ἐν τοῖς ἐπικαίροις ἀφεὶς πολλοὺς τῶν ἐλλοχώντων ἐζώ γρησε. πρὸς ἅπερ Ἀβδελομέλερ ὁ τοῦ τόπου κατάρχων ἀπειρη κώς, πρέσβεις ἐκπέμψας ἀδείας καὶ εἰρήνης ἐδεῖτο τυχεῖν· οὗ τὴν δέησιν δεξάμενος ὁ βασιλεὺς σύμμαχον αὐτὸν τὸ ἀπὸ τοῦδε ἔσχε 2.216 κατὰ τῶν ὁμοφύλων ἐθελοντήν. ἐκεῖθεν τὸν Ἀργαῖον διελθών, πρὸς Καισάρειαν γενόμενος ἔκ τε Κολωνείας καὶ Μεσοποταμίας ἐπινικίους ἀγγελίας ἐδέξατο, κομισθέντων αὐτῷ λαφύρων καὶ αἰχμαλώτων πολλῶν Κουρτῶν τε καὶ Σαρακηνῶν, οὓς ἅπαντας τῷ ξίφει ἀπεσκευάσατο· ἦν γὰρ προκαταπεπλησμένον τὸ στρά τευμα λαφύρων ἀπό τε Συρίας καὶ Τεφρικῆς, καὶ οὐκ ἐβούλετο καὶ τούτους ἔχειν δύσχρηστον παρακολούθημα. ἐν Μηδαίῳ δὲ γενόμενος, καὶ τιμὰς διανείμας