376
τοῖς ἀριστεῦσι, καὶ πρὸς παρα χειμασίαν ἐκπέμψας, αὐτὸς εὔζωνος πρὸς τὴν βασιλεύουσαν ἔφθα σε, καὶ κατὰ τὸ εἰωθὸς διὰ τοῦ πατριάρχου τὸν τῆς νίκης ἐδέ ξατο στέφανον καὶ παρὰ τοῦ πλήθους τὰς ἐπινικίους ᾠδάς. Ἤδη δὲ τῆς Τεφρικῆς ἀπομαρανθείσης ἡ τῶν Ταρσιτῶν ἰσχὺς θάλλειν καὶ αὐξάνεσθαι ἤρχετο, καὶ πάλιν ἀπὸ τούτων αἱ τῶν Ῥωμαϊκῶν ὁρίων ἐσχατιαὶ δεινῶς ἐπιέζοντο. καθ' ὧν Ἀνδρέας ἐκεῖνος ὁ στρατηλάτης ὁ ἐκ Σκυθῶν πολλάκις ἠνδρίσατο, καὶ πολλοὺς τῶν εἰς προνομὴν ἐκτρεχόντων ἀνῄρει καὶ αἰχμαλώτους ἐλάμβανεν· ὃν ὁ βασιλεὺς πατρικιότητί τε ἐτίμησε καὶ εἰς τὴν ἀρχὴν τῶν σχολῶν προβιβάζει. τότε δὴ μᾶλλον ὁ Ἀνδρέας ἀπὸ μείζονος ἐξουσίας τε καὶ δυνάμεως ἐμφανέσι μάχαις πολλάκις πρός τε τοὺς ἀπὸ Μελιτηνῆς καὶ τοὺς ἀπὸ Ταρσοῦ παρετάξατο καὶ νενί κηκε. καί ποτε μετὰ φρυάγματος γράμματα πέμψαντος τῷ Ἀν δρέᾳ τοῦ ἀμηρεύοντος τῆς Ταρσοῦ, βλασφημίας ἀνάπλεα, δη λοῦντα ὡς ἴδω εἴ σε ὁ τῆς Μαρίας ὠφελήσει υἱὸς καὶ ἡ τοῦτον 2.217 τεκοῦσα, ὅταν ἐξέλθω κατά σου μετὰ τῆς περὶ ἐμὲ δυνάμεως, τὸ λοίδορον γραμμάτιον οὗτος δεξάμενος τῇ εἰκόνι τῆς θεομήτορος ἀπεκρέμασεν, εἰπών "ἴδε ὦ μῆτερ τοῦ λόγου τε καὶ θεοῦ, καὶ σὺ ὁ ταύτης υἱός τε καὶ θεός, οἷα ὠνείδισε καὶ ἐφρυάξατο κατὰ σοῦ καὶ τοῦ σοῦ περιουσίου λαοῦ ὁ βάρβαρος οὗτος καὶ ἀλαζών." ταῦτα δὲ εἰπών, ἄρας τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπῄει κατὰ Ταρ σοῦ. καὶ δὴ κατὰ τὸ Ποδανδὸν γενόμενος κἀκεῖ τοῖς ἐναντίοις συμμίξας τρέπεται φόνῳ πολλῷ τὸ τῶν βαρβάρων πλῆθος, πρό τερον αὐτοῦ πεσόντος τοῦ ἀμηρᾶ· ὀλίγοι δέ τινες μόγις πρὸς Ταρσὸν ἀποσώζονται. θάψας δὲ τοὺς οἰκείους, καὶ τοὺς πολε μίους εἰς ἕνα χῶρον συναγαγών, καὶ μέγαν ποιησάμενος κολωνὸν εἰς στήλην καὶ τοῖς μετέπειτα, πρὸς τὰ οἰκεῖα ὑπέστρεψε μετὰ λαφύρων καὶ αἰχμαλωσίας πολλῆς. ἔγραψε δὲ καὶ τῷ βασιλεῖ δηλοποιήσας τὴν νίκην. οἷα δὲ φιλεῖ ποιεῖν ὁ φθόνος, διαβάλ λουσιν οἱ πονηροὶ τὸν ἄνδρα πρὸς βασιλέα, καὶ ῥᾴδιόν οἱ κατα σχεῖν λέγοντες τὴν Ταρσόν, ὁ δὲ μελλήσει καὶ ῥᾳθυμίᾳ προήκατο τὸν καιρόν. ὑφ' ὧν πολλάκις λεγομένων ἀναπεισθεὶς ὁ βασιλεὺς παραλύει τῆς ἀρχῆς τὸν ἄνδρα, καὶ ἀντ' ἐκείνου προβάλλεται τὸν Στυπειώτην λεγόμενον, τήν τε Ταρσὸν ἐξελεῖν ὑπισχνούμενον καὶ ἄλλα πολλὰ φρυαττόμενον. ὃς αὐτίκα παραλαβὼν τὰς δυνάμεις ἦγε κατὰ Ταρσοῦ, μηδὲν στρατηγικὸν ἐννοήσας μηδὲ εὐβουλίας ἐπάξιον. πλησίον δὲ γενόμενος τῆς Ταρσοῦ αὐλίζεται κατά τινα τόπον ὃς Χρυσόβουλλον λέγεται, μήτε τάφρον ἀξιόλογον μήτε 2.218 στρατοπεδείαν ὀχυρὰν προστησάμενος. ὃν κατανοήσαντες οἱ Ταρσεῖς ἀμελῶς διακείμενον ἐπιτίθενται τούτῳ νυκτὸς στρατηγήματι χρησάμενοι τοιούτῳ. ὀλιγανδροῦντες γὰρ οἱ τοιοῦτοι ἐκ τῆς πρὸς Ἀνδρέαν ἥττης καὶ μὴ ὄντες ἀξιόμαχοι πρὸς παράταξιν, ἵππους συναγαγόντες συχνοὺς καὶ βύρσας ξηρὰς ἐξάψαντες ἀπὸ τῶν ἱπ πείων οὐρῶν, ὑφ' ἓν παράγγελμα κατὰ πολλὰ τοῦ Ῥωμαϊκοῦ στρατοπέδου ἐπαφιᾶσι μέρη, ὄπισθεν δὲ αὐτοὶ ταῖς σάλπιγξι καὶ τοῖς τυμπάνοις ἐπιδουπήσαντες μέσον τοῦ χάρακος γυμνοῖς τοῖς ξίφεσιν εἰσεπήδησαν. ταραχῆς οὖν συμπεσούσης τῷ τῶν Ῥωμαίων στρατεύματι, καὶ δειλίᾳ συνταραχθέντων ὁμοῦ καὶ τῶν ἀνδρῶν καὶ τῶν ἵππων καὶ ἀλλήλοις περιπιπτόντων, συνέβη τοὺς βαρβά ρους κρατῆσαι καὶ φόνον ἄπειρον ἀπεργάσασθαι τῶν Ῥωμαίων, τῶν πλείστων δυσκλεῶς συμπατουμένων καὶ συμπνιγομένων ὑφ' ἑαυτῶν. οὕτω δὲ παραδόξως κρατήσαντες οἱ Ταρσεῖς καὶ τὴν Ῥωμαϊκὴν ἰσχὺν κατακόψαντες βαρβαρικοῖς ἀλαλαγμοῖς ἐπαιάνιζον.
Καὶ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οὕτως εἶχε, τὰ δὲ πρὸς ἑσπέραν ἄπεισι λέξων ὁ λόγος. καὶ τούτων γάρ, ὁμοίως τοῖς λοι ποῖς, ἐπὶ πλέον ἀμεληθέντων ἐπὶ τῆς βασιλείας τοῦ Μιχαήλ, καὶ πάσης σχεδὸν ὅση τῇ βασιλείᾳ Ῥωμαίων ἀνήκει Ἰταλίας, καὶ τῶν πλείστων τῆς Σικελίας ὑπὸ τῆς τῶν Καρχηδονίων δυνάμεως κατα πολεμηθείσης καὶ ὑποφόρου τοῖς βαρβάροις γενομένης, ἔτι δὲ καὶ τῶν ἐν Παννονίᾳ