377
καὶ ∆αλματίᾳ καὶ τῶν ἐπέκεινα τούτων διακει μένων Σκυθῶν, Χρωβάτων φημὶ καὶ Σέρβων καὶ Ζαχλούβων 2.219 Τερβουνιωτῶν τε καὶ Καναλιτῶν καὶ ∆ιοκλητιανῶν καὶ Ῥεντανῶν, τῆς ἀνέκαθεν Ῥωμαίων ἐπικρατείας ἀφηνιασάντων καὶ αὐτονόμων καθεστηκότων, συνεπέθεντο μετὰ τοῦ καιροῦ καὶ οἱ ἀπὸ Καρχη δόνος Ἀγαρηνοί. καὶ ἄρχοντας ἐπιστήσαντες τόν τε Σολδάνον καὶ Σάβαν καὶ τὸν Καλφούς, ἐμπειρίᾳ πολεμικῇ διαφέρειν μεμαρ τυρημένους τῶν ὁμοφύλων, ἓξ καὶ τριάκοντα πλοίων πολεμικῶν κατὰ ∆αλματίας στόλον ἀπέστειλαν, ὑφ' οὗ διάφοροι πόλεις ἑά λωσαν ∆αλματῶν, οἷον ἥτε Βούταμα, ἡ Ῥῶσα καὶ τὰ κάτω ∆ε κάταρα. προχωρούντων δὲ κατὰ νοῦν τῶν πραγμάτων τοῖς Ἀγα ρηνοῖς, ἦλθον καὶ ὑπὸ τὴν τοῦ ὅλου ἔθνους μητρόπολιν ἣ Ῥαού σιον λέγεται, καὶ ταύτην ἐπὶ χρόνον ἐπολιόρκουν πολύν, ἐκθύμως τῶν ἔνδον ἀγωνιζομένων. ἐπεὶ δὲ χρόνον ταλαιπωρούμενοι οἱ Ῥαούσιοι εἰς τὰς ἐσχάτας συνηλαύνοντο ἀπορίας, πέμπουσι πρέσ βεις ἐς βασιλέα ὑπὸ τῆς ἀνάγκης στενοχωρούμενοι, ἐπαμῦναι παρακαλοῦντες τοῖς κινδυνεύουσιν ὑποχειρίοις γενέσθαι τῶν ἀρνη τῶν τοῦ Χριστοῦ. μήπω δὲ τῶν πρέσβεων ἀφικομένων Μιχαὴλ μὲν ὁ βασιλεὺς θνήσκει, καταλαμβάνουσι δὲ τὸν Βασίλειον οἱ πρεσβευταί. ὧν ἐπιμελῶς ἀκροασάμενος καὶ ὅλος τοῦ πάθους γενόμενος, στόλον ἐξαρτυσάμενος νεῶν ἑκατὸν καὶ ἄνδρα τούτοις ἐπιστήσας ἐμπειρίᾳ καὶ συνέσει τῶν πολλῶν διαφέροντα τὸν πα τρίκιον Νικήταν καὶ δρουγγάριον τῶν πλωΐμων τὸν τὴν ἐπωνυ μίαν Ὠορύφαν, κατὰ τῶν πολεμίων ἐκπέμπει. οἱ δὲ τῇ πολιορκίᾳ τοῦ Ῥαουσίου προσμένοντες Ἀγαρηνοὶ διά τινων αὐτομόλων μα 2.220 θόντες τὴν πρὸς τὸν βασιλέα τῶν Ῥαουσίων πρεσβείαν, ἀπεγνω κότες δὲ καὶ τὴν σύντομον ἅλωσιν, τοῦτο δὲ καὶ τὴν ἐκ βασιλέως φοβηθέντες ἀφίξεσθαι μέλλουσαν βοήθειαν, λύουσι τὴν πολιορ κίαν, κατὰ δὲ τὴν Ἰταλίαν, ἣ νῦν Λαγγοβαρδία ὠνόμασται, δια περάσαντες τὸ κάστρον τῆς Βάρεως ἐξεπόρθησαν καὶ αὐτόθι κα τασκηνώσαντες, καὶ τοῖς ἐγγίζουσι καθ' ἑκάστην ἐπιτιθέμενοι καὶ ἀεί τι προσλαμβάνοντες, πᾶσαν τὴν Λαγγοβαρδίαν ἄχρι καὶ αὐ τῆς τῆς ποτὲ μεγαλοδόξου Ῥώμης ἐκράτησαν. Τὸ δὲ γενόμενον ἐν ∆αλματίᾳ παρὰ τῆς Ῥωμαϊκῆς ἐπικου ρίας καὶ τὰ προμνημονευθέντα γένη τῶν Σκυθῶν θεασάμενα, οἵ τε Χρωβάτοι καὶ Σέρβοι καὶ οἱ λοιποί, πρέσβεις πρὸς βασιλέα στέλλουσιν ἀξιοῦντες ζεύγλῃ τῆς Ῥωμαϊκῆς ἐξουσίας ὑπεισελθεῖν· ὧν ὡς εὐλόγου τῆς δεήσεως ἐπακούσας ὁ βασιλεὺς φιλανθρώπως αὐτοὺς προσεδέξατο, καὶ πάντες τῇ Ῥωμαϊκῇ ἐπανῆλθον ἀρχῇ, δεξάμενοι ἄρχοντας τῶν οἰκείων καὶ ὁμοφύλων. τῶν δὲ περικαθη μένων Ἀγαρηνῶν τὸ Ῥαούσιον ἔτι περὶ τὴν Ἰταλίαν διατρεχόντων καὶ συνεχῶς κατατριβόντων αὐτήν, φροντίζων ὁ βασιλεὺς ὅπως τούτους ἀποσκευάσηται, ἐπεὶ ἐγίνωσκε μὴ ἀξιόμαχον εἶναι τὸν μετὰ τοῦ Ὠορύφα στόλον, πρὸς ∆ολῖχον τὸν ῥῆγα Φραγγίας καὶ τὸν πάπαν Ῥώμης διαπρεσβεύεται, συνεπικουρῆσαι ταῖς ἑαυ τοῦ δυνάμεσιν ἐξαιτῶν καὶ μετὰ τούτων κατὰ τῶν ἀθέων συμ παρατάξασθαι, καὶ τὰς ὀλίγῳ πρόσθεν μνημονευθείσας χώρας τῶν Σθλαβηνῶν κελεύσας συνεπιλαβέσθαι τοῦ ἔργου καὶ τοὺς τοῦ 2.221 Ῥαουσίου οἰκήτορας. ὧν ὁμοῦ πάντων γεγενημένων καὶ μεγάλης ἀθροισθείσης δυνάμεως, ἐπεὶ καὶ ὁ Ῥωμαίων ναύαρχος ἐμπειρίᾳ στρατηγικῇ ἐκεκόσμητο, θᾶττον ἡ Βάρις ἁλίσκεται. τὸν δὲ Σολ δάνον καὶ τὸν ὑπ' αὐτὸν λαὸν τῶν Ἀγαρηνῶν ὁ ἄρχων Φραγγίας ἀναλαβόμενος αἰχμαλώτους ἐπ' οἶκον ἀπήγαγε. καὶ ἡ μὲν κατὰ τὴν ἑσπέραν πρώτη στρατεία τῷ Βασιλείῳ τοιοῦτον πέρας ἐδέ ξατο. Ὁ δὲ Σολδάνος αἰχμάλωτος, ὡς εἴρηται, παρὰ τοῦ ῥηγὸς ληφθεὶς καὶ ἐν Καπύῃ ἀχθείς, ἐπὶ διετίαν ὅλην ἐνδιατρίψας οὐδέ ποτε παρά τινος ὤφθη γελῶν. ὁ δὲ ῥὴξ τῷ κατάφωρον αὐτὸν γελῶντα πεποιηκότι χρυσίου δόσιν κατεπηγγείλατο. προσήγγειλεν οὖν τίς ποτε τῷ ῥηγὶ γελῶντα τὸν Σολδάνον θεάσασθαι, καὶ τού του παρείχετο μάρτυρας. ὃν καλέσας ὁ ῥὴξ τὴν μεταβολὴν τοῦ γέλωτος ἐπυνθάνετο. ὁ δὲ "ἅμαξαν" φησὶ "κατιδὼν καὶ τοὺς