378
ταύτης κατανοήσας τροχούς, πῶς ὁ μὲν ταπεινὸς αἴρεται ὁ δὲ μετέωρος ταπεινοῦται, καὶ ὡς εἰκόνα ταύτην λαβὼν τῆς ἀσταθμή του καὶ ἀβεβαίου τῶν ἀνθρώπων εὐδαιμονίας, ἐγέλασα, ἅμα μὲν ἐνθυμηθεὶς πῶς ἐφ' οὕτως ἀβεβαίῳ πράγματι ἐπαιρόμεθα, ἅμα δὲ καὶ οὐκ ἀδύνατον οἰηθεὶς τὸ καὶ ἐμέ, ὥσπερ ἐκ μετεώρου γε γονότα ταπεινόν, οὕτως καὶ ἐκ τοῦ χαμερποῦς ἐνδέχεται πάλιν ἀρθῆναι πρὸς τὸ μέγεθος." τούτου ἀκούσας ὁ ῥὴξ καὶ ἔννοιαν τῶν οἰκείων λαβών, συνετόν τε τὸν ἄνδρα λογισάμενος διά τε τὴν προηγησαμένην ἀρχὴν καὶ τὸ γῆρας καὶ τὸ εὐτυχίας τε ἅμα καὶ 2.222 δυστυχίας πειραθῆναι, παρρησίας τε μετεδίδου αὐτῷ καὶ συν διαιτήσεως. ὁ δὲ δόλιος ὢν καὶ πανοῦργος μηχανὴν ῥάπτει κατὰ τοῦ ῥηγός, ἥτις τὸν μὲν ῥῆγα τῆς Καπύης ἐδίωξεν, ἑαυτῷ δὲ τὴν πρὸς τὰ οἰκεῖα ὑποστροφὴν ἐχαρίσατο. εἰδὼς γὰρ ὁ τοιοῦτος ὡς αἱ δύο Ἰταλικαὶ πόλεις αὗται, ἥ τε Καπύη καὶ ἡ Βενεβενδός, οὐ πρὸ πολλοῦ προσκτηθεῖσαι τῷ ῥηγὶ βεβαίαν οὐ φυλάττουσι τὴν πρὸς αὐτὸν πίστιν, ἀλλ' ἀεὶ τὴν ἐλευθερίαν φαντάζονται, οὐκ ἀγνοῶν δὲ ὅτι καὶ διὰ φροντίδος ἐστὶ τῷ ῥηγὶ ἡ τούτων βεβαία καὶ ἀσφαλὴς κατάσχεσις, πρόσεισι τῷ ῥηγὶ καὶ φησὶν "ὁρῶν σε διὰ παντός, ὦ βασιλεῦ, μεριμνῶντα καὶ φροντίζοντα πῶς ἂν ἀσφαλῶς καθέξεις τὰς Ἰταλικὰς ταύτας πόλεις, ἔρχομαι προσοί σων βουλήν. ἴσθι οὖν, ὦ γενναιότατε, ὡς οὐκ ἄλλως σοι ἀμε τάπτωτος ἡ τῶν πόλεων τούτων κατάσχεσις ἔσεται, εἰ μὴ τοὺς προύχοντας τούτων εἰς τὰ ἤθη μετοικίσεις τῶν Φράγγων· φύσει γὰρ τὸ ἀκουσίως δουλούμενον ἀντέχεται τῆς ἐλευθερίας, καὶ και ροῦ λαβόμενον ἐκρήσσει τὸ σπουδαζόμενον." τούτοις ἡσθεὶς τοῖς λόγοις ὁ ῥήξ, καὶ λυσιτελεῖν αὐτῷ οἰηθείς, ἐγνώκει οὕτω ποιεῖν. κλοιοὶ τοίνυν ἐχαλκεύοντο καὶ δεσμὰ λεληθότως ὡς ἐπί τινι χρείᾳ τάχα κατεπειγούσῃ. οὕτω δὲ τὸν ῥῆγα εὐμηχάνως ὁ Σολδάνος ἀνδραποδίσας πρόσεισι τοῖς ἐξάρχοις τῶν πολιτῶν (καὶ γὰρ δὴ καὶ τούτοις συνήθης ἐγένετο καὶ συνεχῶς ὁμιλῶν διετέλει) καὶ φησὶ πρὸς αὐτοὺς "ἀπόρρητόν τι ἐξενεγκεῖν βούλομαι πρὸς ὑμᾶς, δέ δοικα δὲ μὴ ἔκπυστον γενόμενον ἐμοί τε ὄλεθρον καὶ ὑμῖν κίνδυνον 2.223 προξενήσῃ." τῶν δὲ διομοσαμένων ἐχεμυθήσειν καὶ ἀνέκφορον τηρῆσαι τὸ λαληθέν, τὸν ῥῆγα ἔφη βούλεσθαι πάντας ὑμᾶς πρὸς τὴν ἑαυτοῦ χώραν τῆς Φραγγίας σιδηροδεσμίους ἐκπέμψαι, ὡς οὐκ ἄλλως οὔσης αὐτῷ ἀσφαλοῦς τῆς τῶν ὑμετέρων διακρατήσεως πόλεων. τῶν δὲ ἐνδοιαζόντων καὶ μὴ πιστὰ τὰ λεγόμενα ἡγου μένων, ζητούντων δὲ σαφεστέραν τῶν λεγομένων κατάληψιν, λα βόμενός τινος τῶν ἀρχόντων ἀπῆλθεν εἰς τοὺς χαλκεῖς, καὶ διε ρευνᾶσθαι παρεκελεύετο τίνα τὰ μετ' ἐπιτάσεως χαλκευόμενα, ἐπεὶ δὲ μάθοι ὅτι ἁλύσεις εἰσὶ καὶ πέδαι, ἐπανελθὼν πληροφορίαν ἐδί δου τοῖς ἄρχουσιν εὐνοϊκῶς τὸν ἄνδρα λαλεῖν, καὶ τὰ λαλούμενα ἀληθῆ τυγχάνειν καὶ ταῖς ἡμῶν σωτήρια πόλεσι. πληροφορη θέντες οὖν οἱ ἄρχοντες καὶ σύνεδροι τῶν ῥηθεισῶν πόλεων τρόπον ἐζήτουν ὅπως τὸν ῥῆγα ἀμύνωνται. καὶ δὴ πρὸς κυνηγέσιον ἐξελ θόντος ποτὲ ἀποκλείουσι κατ' αὐτοῦ τὰς πύλας καὶ οὐκέτι συγχω ροῦσιν αὐτῷ τὴν εἴσοδον. ὁ δὲ μηδὲν ἐκ τοῦ παραχρῆμα δυνάμε νος διαπράξασθαι πρὸς τὴν ἑαυτοῦ ὑπενόστησε χώραν. πρόσεισι οὖν τοῖς ἄρχουσιν ὁ Σολδάνος τὴν χάριν τῆς μηνύσεως ἀπαιτῶν· ἡ δὲ ἦν τὸ ἀπολυθῆναι καὶ ἐλευθερίως συγχωρηθῆναι ἀπελθεῖν εἰς τὴν ἑαυτοῦ πατρίδα. ἀπολυθεὶς οὖν ὡς τάχα εὐεργετήσας, καὶ εἰς Καρχηδόνα γενόμενος καὶ τὴν ἰδίαν ἀνακτησάμενος ἀρχήν, ἐκστρατεύει κατὰ Καπύης καὶ τῆς Βενεβενδοῦ· καὶ χάρακα πήξας ὀχυρὸν ἐνεργῶς ἐπολιόρκει τὰς πόλεις. στενοχωρούμενοι δὲ ὑπὸ πολιορκίας οἱ πολῖται διαπρεσβεύονται πρὸς τὸν ῥῆγα, συγγνώμην 2.224 τε τῆς ἁμαρτάδος αἰτοῦντες καὶ συμμαχίαν ζητοῦντες. ἀλλὰ μεθ' ὕβρεως ἀποπέμπονται, ἐπιχαίρειν εἰπόντος τῇ ἀπωλείᾳ αὐ τῶν. ἀπράκτων δὲ τῶν πρεσβευτῶν ἐπαναστρεψάντων διαπορού μενοι καὶ μὴ ἔχοντες ὅ τι καὶ δράσειαν, δεινῶς δὲ πιεζόμενοι καὶ ταῖς τῆς πολιορκίας ἀνάγκαις, στέλλουσιν ἄγγελον πρὸς Βασίλειον