379
τὸν βασιλέα Ῥωμαίων, βοήθειαν ἐξαιτούμενοι. οὗτος δὲ τὴν πρεσβείαν δεξάμενος θᾶττον ἐκπέμπει τὸν πρεσβευτήν, θαρρεῖν παρεγγυήσοντα ὡς μετὰ μικρὸν ἥξει τε αὐτοῖς ἀποχρῶσα βοήθεια καὶ τῆς ἀνάγκης αὐτοὺς ἐξελεῖται. ὑποστρέψας οὖν ὁ πρεσβευτὴς αἰχμάλωτος ἐγένετο τοῖς ἐχθροῖς· ὃν καὶ παραστησάμενος ὁ Σολδάνος "δυοῖν" ἔφη "προκειμένοιν ὁδοῖν ἔξεστί σοι τὴν ὠφελιμω τέραν ἑλέσθαι. εἰ μὲν γὰρ θέλεις τὴν ἑαυτοῦ σωτηρίαν δωρεῶν τε τυχεῖν καὶ χαρίτων πολλῶν, λάλησον πρὸς τοὺς πέμψαντας ἐν ἐπηκόῳ ὡς ἀπείρηται τῷ βασιλεῖ Ῥωμαίων ἡ πρὸς ὑμᾶς συμμα χία, καὶ σωθήσῃ· τῶν δ' ἀληθινῶν ἐπαγγελιῶν ἐχομένῳ σοι ἕψεται ταχύτατος θάνατος." τοῦ δ' ἀγγελιαφόρου συνθεμένου τὸ θέλημα ποιῆσαι τοῦ ἀμηρᾶ, ἐπεὶ ὡς ἀπὸ τόξου βολῆς τῷ τείχει προσήγγισαν, τοὺς πρώτους ὁ πρεσβευτὴς παραγενέσθαι τῆς πό λεως ἐξῃτήσατο. καὶ δὴ παραγενομένων, τοιούτων πρὸς αὐτοὺς ἤρξατο λόγων "εἰ καὶ πρόδηλός μοι τυγχάνει ὁ θάνατος, ὦ πατέ ρες, καὶ τὸ ξίφος ἐν τῇ σφαγῇ, ἀλλ' ὅμως οὐκ ἀποκρύψομαι τὴν ἀλήθειαν. αἰτῶ δὲ ἀποδοῦναί μοι τὴν χάριν εἰς τὰ ἐμὰ ἔκγονα καὶ τὴν σύνευνον. ἐγὼ γάρ, ὦ κύριοί μου, εἰ καὶ ταῖς τῶν πο λεμίων κατέχομαι χερσίν, ἀλλά γε τὴν πρεσβείαν μου ἐξεπλήρωσα, 2.225 καὶ συντόμως προσδέχεσθε τὴν ἐκ τοῦ βασιλέως τῶν Ῥωμαίων βοήθειαν. διὸ στῆτε γενναίως· ἔρχεται γὰρ ὁ ῥυόμενος ὑμᾶς, εἰ καὶ μὴ ἐμέ." οὗτος μὲν οὖν τοσαῦτα καὶ τοιαῦτα εἰπὼν εὐθέως ὑπὸ τῶν ὑπηρετῶν τοῦ Σολδάνου τοῖς ξίφεσιν εἰς μικρὰ μέρη καὶ μόρια κατετμήθη· ὁ Σολδάνος δὲ τὴν ἐκ τοῦ βασιλέως ἐλευσομέ νην βοήθειαν ὀρρωδήσας ἔλυσε τὴν πολιορκίαν καὶ οἴκαδε ὑπεχώ ρησεν. αἱ δὲ εἰρημέναι πόλεις τὸ ἀπὸ τοῦδε διετέλεσαν φίλαι καὶ σύμμαχοι καθεστῶσαι Ῥωμαίοις.
Κατὰ τοῦτον τὸν χρόνον καὶ Ἐσμὰν ὁ τῆς Ταρσοῦ ἀμηρᾶς, τῇ προηγησαμένῃ ἐπαιρόμενος νίκῃ, τριάκοντα πλοῖα μέγιστα ἐξ αρτυσάμενος (κουμπάρια ταῦτα καλεῖν εἰώθασιν οἱ Σαρακηνοὶ) τῇ πόλει ἐπιτίθεται τοῦ Εὐρίπου. προγνόντος δὲ τοῦτο τοῦ βασι λέως, ὁ στρατηγὸς τῆς Ἑλλάδος (ὁ Οἰνειάτης οὗτος ἦν) κελεύσει βασιλικῇ τὸν ἱκανὸν εἰς φυλακὴν τῆς πόλεως λαὸν ἀπὸ πάσης Ἑλ λάδος εἰσήγαγε καὶ τοῖς τείχεσι τὴν προσήκουσαν παρασκευὴν προσηνέγκατο, πετροβόλα τε ὄργανα καὶ τοξοβόλα τεκτηνάμενος, καὶ ἁπλῷ λόγῳ μηδὲν τῶν δυναμένων ἀποσοβεῖν πολιορκίαν ἀμυν τηρίων ἀπολιπών. ἐπεὶ δὲ κατέλαβε καὶ ὁ τῶν Ταρσέων στόλος, καὶ τοῖς τείχεσιν ἤδη προσήγγιζε, καὶ βελῶν ἀφέσει συχνῶν ἀνα 2.226 στέλλειν ἠγωνίζετο τοὺς ἀπὸ τῶν τειχῶν ἀμυνομένους, θυμοῦ καὶ προθυμίας πλήρεις οἱ τοῦ Εὐρίπου γενόμενοι τοῖς πετροβόλοις τῶν ὀργάνων καὶ τοῖς καταπελτικοῖς βέλεσι καὶ τοῖς τόξοις καὶ τοῖς ἐκ τῶν χειρῶν λίθοις ἀπὸ τῶν τειχῶν γενναίως ἠμύνοντο, καὶ συχνοὺς τῶν βαρβάρων καθ' ἑκάστην ἀνήλισκον. ἐπιτηρήσαντες δὲ καὶ πνεῦμα ἐπίφορον ἐπαφείκασι τὰς ἑαυτῶν τριήρεις ταῖς ἐναντίαις, καὶ πολλὰς τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. πρὸς ἅπερ ἀμηχανῶν ὁ βάρβαρος, καὶ εἰδὼς ὡς ἔφεσις καὶ ἔρως χρημάτων πολλοὺς παρασκευάζει καταφρονεῖν τοῦ θανάτου, ἀσπίδα μεγάλην πρὸ τοῦ χάρακος θεὶς καὶ χρυσίου ταύτην πεπληρωκὼς τοῦτο γέ ρας ἔφη δώσειν, μετὰ καὶ παρθένων ἐπιλέκτων αἰχμαλωτίδων ἑκατόν, τῷ πρώτως ἐπιβάντι τοῦ τείχους καὶ τοῖς ὁμοφύλοις τὴν νίκην βραβεύσαντι. ὅπερ οἱ ἐκ τῆς πόλεως θεασάμενοι, εὐθύς τε τὸν νοῦν τῶν πραττομένων κατανοήσαντες, παρακλητικοῖς τε λό γοις καὶ διεγερτικοῖς πρὸς ἀλκὴν ἑαυτοὺς παραθαρρύναντες, καὶ ὑφ' ἓν σύνθημα τὰς πύλας τῆς πόλεως ἀνοίξαντες, ἀνδρείως κατὰ τῶν βαρβάρων ἐξώρμησαν. καὶ κατὰ τὴν πρώτην συμβολὴν καιρίαν δεξαμένου τοῦ ἀμηρᾶ πληγὴν καὶ πεσόντος, καὶ πολλῶν ἄλλων σὺν αὐτῷ ἀναιρεθέντων, οἱ λοιποὶ ἐτράπησαν πρὸς φυγήν. ἐπικειμένων δὲ τῶν διωκόντων μέχρι τῶν ὑπολοίπων νεῶν κατε σφάττοντο, καὶ φόνος ἐγένετο τῶν βαρβάρων πολύς· οἱ δὲ περι λειφθέντες ὀλίγας πληρώσαντες τῶν νεῶν μετ' αἰσχύνης ἀπέφυγον πρὸς τὰ ἴδια. καὶ ὁ μὲν ἐκ τῆς Ταρσοῦ στόλος τοιοῦτον ἔσχε τὸ