381
τοιαύτης αἰτίας· τῶν γὰρ ἐρετῶν οὐκ ὀλίγοι πρὸς τὸν κίνδυνον ἀποδειλιάσαντες κατ' ὀλίγους λαθραίως ἀπέφευγον. ὧν τῇ λει ποταξίᾳ τὸ προσῆκον τάχος ἀφῃρέθη ὁ στρατηγός· οὐ γὰρ ἔκρινε δέον ἐμφρόνως κεκενωμένων αὐτοῦ τῶν σκαφῶν ἐπελθεῖν τοῖς ἐχθροῖς. μηνύει δὲ τὸ συμβὰν ταχυδρομίᾳ τῷ βασιλεῖ. ὁ δὲ καὶ λόγου θᾶττον τοὺς λειποτάκτας ἐζώγρησε καὶ ποινὴν εἰς ἐκφό βησιν τῶν λοιπῶν τῷ δοκεῖν ἐπιτίθησι, κελεύσας νυκτὸς ἄνδρας τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῶν ἐν τῷ πραιτωρίῳ κατεχομένων Σαρακηνῶν ἀφελέσθαι, τούτων τε ἀσβόλῃ τὰ πρόσωπα ἀλλοιῶσαι, κἀν τῷ ἱπποδρόμῳ τε ἀγαγεῖν, διὰ μαστίγων τε ἐπεξελθεῖν καὶ ἀτίμως ἐκπεμφθῆναι εἰς Πελοπόννησον ὡς τάχα πρωτουργοὺς τῆς 2.230 φυγῆς, κἀκεῖσε ἀναιρεθῆναι ὅθεν δὴ καὶ πεφεύγασιν. ὃ δὴ καὶ γέγονε, καὶ ἀνεσκολοπίσθησαν οἱ λʹ Σαρακηνοὶ ὡς δῆθεν οἱ λει ποτάκται. καὶ φόβος ἐγένετο μέγας εἰς πάντα τὸν Ῥωμαϊκὸν στόλον, καὶ πᾶσαν μαλακίαν ἀπέθεντο καὶ τρυφήν, καὶ ἄγειν ταχέως πρὸς τοὺς πολεμίους παρεκάλουν τὸν ἡγεμόνα. ἐν τούτοις δὲ καὶ αὐτὸς τὸ λεῖπον τῆς στρατείας ἀπὸ τῶν ἐκ Πελοποννήσου στρατιωτῶν ἀναπληρώσας, καὶ τὸν στρατηγὸν τοῦ τόπου συνεργὸν προσλαβόμενος, πρὸς ἐπίθεσιν εὐτρεπίζεται. τῶν δὲ Σαρακηνῶν κατωφρυωμένων ἤδη καὶ πολλὴν δειλίαν καταγνόντων τοῦ Ῥωμαϊ κοῦ στόλου διὰ τὴν πρόσθεν ἀργίαν, καὶ ἐπ' ἀδείας πολλῆς ἐξερ χομένων ἀπὸ τῶν οἰκείων νεῶν καὶ τὰ προσπίπτοντα ληϊζομένων, ἐξαίφνης πλησίον αὐτῶν ἐφάνη ὁ τῶν Ῥωμαίων ναύαρχος, καὶ σύνθημα δοὺς ἐπιτίθεται τοῖς πολεμίοις ἀπροόπτως ἐν τῇ νυκτί. καὶ μήτε συστῆναι μήτε πρὸς ἀλκὴν τραπῆναι σχόντες καιρὸν ἀκλεῶς ἀπεσφάττοντο, καὶ αἱ νῆες πυρὶ μετὰ τῶν ἐπιβατῶν παρ εδίδοντο. τὰς δὲ ληφθείσας ἀσινεῖς ὥσπερ ἀνάθεμά τι ὁ στρατη γὸς Νάσαρ δίδωσι τῷ θεῷ, τῇ κατὰ Μεθώνην ἐκκλησίᾳ αὐτὰς ἀποχαρισάμενος. ὃν ἐπὶ τοῖς πεπραγμένοις ἐπαινέσας ὁ βασιλεὺς προσωτέρω χωρεῖν ἐκελεύετο. ἐπὶ τοῖς προτέροις οὖν προτερή μασι προθύμου τοῦ στρατοῦ τυγχάνοντος, διαπεραιοῦται πρὸς Σικελίαν, καὶ τὰς ἐνταῦθα πόλεις, ὅσαι τοῖς Καρχηδονίοις ὑπῆρ χον ὑπόφοροι, ἐπιὼν ἐπόρθει καὶ κατεστρέφετο, καὶ φορτηγῶν νεῶν παμπολλῶν ἐκράτησεν, ὧν ὁ φόρτος ἄλλα τε ἦν πολλὰ τῶν τιμιωτέρων καὶ δὴ καὶ ἔλαιον δαψιλές. ἐς τοσοῦτον δέ φασιν 2.231 εὔωνον τότε γενέσθαι τὸ ἔλαιον ὥστε ὀβολοῦ τὴν λίτραν πιπρά σκεσθαι. Περαιωθεὶς δὲ καὶ πρὸς τὰ τῆς Ἰταλίας μέρη ὁ αὐτὸς στό λος, καὶ ταῖς ἐκεῖσε ἱππικαῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἑνωθείς, ὧν Προκόπιος ἡγεῖτο ὁ τοῦ βασιλέως πρωτοβεστιάριος καὶ Λέων πα τρίκιος ὁ Θρᾳκῶν καὶ Μακεδόνων ἀρχηγέτης, ὃν ἀπὸ Στυπείου ἐκάλουν, ἀξιέπαινα ἔργα εἰργάσατο· τόν τε γὰρ ἐξ Ἀφρικῆς πάλιν ἐξελθόντα στόλον ἐν τῇ νήσῳ ταῖς Στήλαις συγκυρήσας κατεπολέ μησε, καὶ τὰ ὑπὸ τῶν Ἀγαρηνῶν κατεχόμενα φρούρια ἔν τε Καλαβρίᾳ καὶ Λαγγοβαρδίᾳ πλὴν ὀλίγων τῆς βαρβαρικῆς χειρὸς ἠλευθέρωσε καὶ τῇ Ῥωμαϊκῇ ἐξουσίᾳ ἐπανεσώσατο. καὶ ὁ μὲν Νάσαρ καὶ ὁ μετ' αὐτοῦ Ῥωμαϊκὸς στόλος τοιούτων τροπαίων ηὐμοίρησεν ἐκ θεοῦ, καὶ μετὰ πολλῶν λαφύρων καὶ νικητικῶν στεφάνων ἐπανῆλθε πρὸς τὰ βασίλεια· αἱ δὲ κατὰ Λαγγοβαρδίαν πεζικαὶ δυνάμεις οὐ πάντῃ τὴν βάσκανον διέφυγον νέμεσιν, ἀλλ' ἔργα μὲν ἀνδρικὰ καὶ λαμπρὰ διεπράξαντο, ἐξ ἔριδος δὲ καὶ φιλο νεικίας κατ' αὐτὸν συμπεσούσης τὸν ἀγῶνα ἀπολωλέναι συνέβη τὸν μείζονα στρατηγόν. τοῦ γὰρ Λέοντος κατά τι διενεχθέντος πρὸς τὸν Προκόπιον, καὶ πρὸ τοῦ διαλλαγῆναι συμβολῆς γενο μένης πρὸς τοὺς ἐχθρούς, συνέβη τὸν μὲν ἀπὸ Στυπείου μετὰ τῶν Θρᾳκῶν καὶ Μακεδόνων κατὰ τὸ δεξιὸν μέρος ἀγωνιζόμενον κρατεῖν τῶν ἐχθρῶν καὶ πολὺν φόνον ἐργάζεσθαι τῶν Σαρακηνῶν, 2.232 κατὰ θάτερον δὲ τὸν Προκόπιον ἀντιταττόμενον μετὰ τῶν Σθλα βίνων καὶ δυτικῶν ὑπὸ τῶν ἐναντίων πιέζεσθαι. μὴ πεμφθείσης δὲ παρὰ τοῦ στρατηγοῦ βοηθείας τῷ πονοῦντι διὰ τὴν προηγησα μένην φιλονεικίαν, ἐνέκλινε πρὸς τροπὴν τὸ κατὰ τὸν Προκόπιον μέρος, καὶ αὐτὸς ἐκεῖνος ἀπεσφάγη ἡρωϊκῶς