382
ἀγωνισάμενος καὶ κατ' αὐτὸν τὸν ἀγῶνα πεσών. ὁ δὲ Λέων θέλων τι καὶ ἕτερον ἀπεργάσασθαι λαμπρὸν καὶ τὸ ἐκ τῆς ἔριδος συσκιάσαι συμβὰν ἀτύχημα, τὸ οἰκεῖον στράτευμα λαβών, καὶ τοὺς διασωθέντας ἐκ τῆς τροπῆς τῶν ταττομένων ὑπὸ τὸν Προκόπιον συμπαραλα βών, τὸ Τάραντον κάστρον ἔτι παρὰ τῶν Ἀγαρηνῶν κατεχόμενον ἐξεπολιόρκησε καὶ πάντα τὸν ἐν αὐτῷ λαὸν ἠνδραποδίσατο, ἐξ ὧν τό τε στρατιωτικὸν ὠφέλησεν ἀποχρώντως καὶ τῷ βασιλεῖ προσή γαγε λάφυρα. ἀλλ' οὐκ ἐξιλέωσεν ἐν τούτοις τὸν βασιλέα, ἀλλὰ μαθὼν τὴν αἰτίαν τῆς τοῦ Προκοπίου σφαγῆς τῆς τε ἀρχῆς τοῦ τον παρέλυσε καὶ ἐξόριστον εἰς τὸ Κοτυάειον, ἔνθα τὴν οἴκησιν εἶχε, παρέπεμψε. Βαϊάνου δὲ τοῦ πρώτου τῶν ἱπποκόμων αὐτοῦ καί τινων ἄλλων τῶν ἐξυπηρετησαμένων αὐτῷ γραφὴν καθοσιώ σεως ἐνστησαμένων κατ' αὐτοῦ, μαθόντες τοῦτο Βάρδας καὶ ∆αβὶδ οἱ παῖδες αὐτοῦ τὸν μὲν Βαϊάνον ἀναιροῦσι, φοβηθέντες δὲ τὴν ἐκ βασιλέως ὀργὴν διὰ τὸ τόλμημα, ἀνειληφότες καὶ τὸν σφῶν πατέρα, ὥρμησαν πρὸς Συρίαν φυγεῖν. ὅπερ πυθόμενος ὁ βασιλεὺς ἀπέστειλε τὸν τῆς ἑταιρείας ἄρχοντα μετὰ καί τινων στρατιωτῶν, ἐντειλάμενος καταταχῆσαι καὶ κατασχεῖν αὐτούς. οἱ δὴ καὶ ἐπισπεύσαντες καταλαμβάνουσιν αὐτοὺς ἐν Καππαδοκίᾳ 2.233 συντόνως τὴν ἐπὶ Συρίαν ἐλαύνοντας. μέλλοντες δὲ κωλῦσαι τού τους προσωτέρω χωρεῖν εὗρον ἀνθισταμένους. καὶ συμπλοκῆς γενομένης οἱ μὲν δύο παῖδες αὐτοῦ μαχόμενοι πίπτουσιν, αὐτὸς δὲ ζωγρίας ληφθεὶς ἤχθη πρὸς βασιλέα καὶ τοῖς νόμοις ἐξεδόθη. καταψηφισθεὶς οὖν ἐξεκόπη τὸν ἕνα τῶν ὀφθαλμῶν, ἀφῃρέθη δὲ καὶ τὴν μίαν τῶν χειρῶν, καὶ τὸ λοιπὸν ἐν Μεσημβρίᾳ ἐξόριστος κατεγήρασεν. Ἐν ᾧ δὲ οὕτω κατὰ τὴν ἑσπέραν διὰ τῶν στρατηγῶν τῷ βα σιλεῖ κατεπράττετο, οἱ ἐκ μεσημβρίας Ἄραβες σχολάζειν τὸν βα σιλέα νομίσαντες ἀνεθάρσησαν καὶ πάλιν τῶν κατὰ θάλατταν ἅπτεσθαι πραγμάτων διέγνωσαν. ναῦς οὖν τεκτηνάμενοι κατά τε τὴν Αἴγυπτον καὶ τὰς ἐν Φοινίκῃ καὶ Συρίᾳ παραλίους πόλεις, κατὰ Ῥωμαίων ἐκστρατεύειν διενοοῦντο, σκοποὺς πέμψαντες πρό τερον ἐφ' ᾧ μαθεῖν πῶς ἔχει τὰ βασιλέως. ἀλλ' οὐδ' ἀλαοσκο πίην εἶχεν ὁ βασιλεύς, ἀλλὰ πάντα διέγνωστο αὐτῷ τὰ ἐν Συρίᾳ πραττόμενα. ναυπηγήσας οὖν καὶ αὐτὸς στόλον ἀξιόμαχον συνεῖ χεν ἐν τῇ βασιλίδι καὶ τὸ μέλλον ἐκαραδόκει. ἵνα δὲ μὴ ἀργὸς ὑπάρχων ὁ στόλος ἄτακτος γίνοιτο (τίκτει γὰρ κατὰ τὸν ποιητὴν οὐδὲν ἐσθλὸν εἰκαία σχολή), ἐν τῇ ἀνοικοδομῇ τοῦ κατὰ τὴν βα σίλειον αὐλὴν ἐγειρομένου τότε ναοῦ εἰς ὄνομα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ τῶν ἀρχιστρατήγων καὶ Ἠλίου τοῦ Θεσβίτου διωρίσατο αὐτοὺς ὑπουργεῖν, ἑτοίμους ὄντας, ἵν' ὅταν 2.234 ὑπερκύψῃ τῶν ὁρίων Συρίας ὁ στόλος, ἐμπαρασκεύους αὐτοὺς ἀποσταλῆναι πρὸς τὴν ἐκείνων ἀντιπαράταξιν. καὶ ὁ μὲν βασι λεὺς ᾠκονομήσατο οὕτως· ὁ δὲ τῶν Σαρακηνῶν σκόπος καταλα βὼν τὴν βασιλίδα καὶ πάντα εὐτρεπῆ κατιδών, ἐπανελθὼν πρὸς τοὺς πέμψαντας ὅσα εἶδεν ἀπήγγειλεν. οἱ δὲ καταπτήξαντες τὴν ἡσυχίαν ἠγάπησαν. Καρχηδόνιοι δὲ πάλιν διὰ τὰς προηγησαμένας ἥττας δεδιό τες, τὴν ἡσυχίαν τοῦ βασιλέως μαθόντες, καὶ πτοηθέντες μή πως αἰφνίδιον Ῥωμαϊκὸς στόλος κατὰ τῆς αὐτῶν ἐκπεμφθῇ χώρας, ναῦς ἱκανὰς ἐτεκτήναντο. ἦρος δ' ἐπιλάμποντος ὡς οὐδεμίαν δύναμιν ἐκ βασιλέως πεμφθεῖσαν ἐμάνθανον, ὑποτοπήσαντες πρὸς ἄλλους ἄσχολον εἶναι τὸν βασιλέα ἐκστρατεύουσι κατὰ Σικελίας, καὶ δὴ πρὸς τὴν πόλιν τὰς Συρακούσας προσσχόντες ταύτην ἐπο λιόρκουν, καὶ τὰ ἐκτὸς ἐδῄουν τῆς χώρας καὶ ἐληΐζοντο. τοῦ δὲ στρατηγοῦ τῆς Σικελίας δῆλα ταῦτα θέντος τῷ βασιλεῖ, εὐθέως ἡ προευτρεπισθεῖσα ναυτικὴ δύναμις κἀν τῇ κτίσει τοῦ ναοῦ προσ εδρεύουσα πρὸς Σικελίαν ἐκπέμπεται, Ἀδριανὸν τὸν πατρίκιον ἔχουσα ναύαρχον· ὃς τῆς βασιλίδος ἀπάρας, μὴ εὐθυπλοῶν δέ, μόλις κατῆλθεν εἰς Πελοπόννησον, κατὰ δὲ τὴν Μονεμβασίαν ἐν τῷ καλουμένῳ λιμένι τοῦ Ἱέρακος προσορμίσας ἐπίφορον προσεδέ χετο πνεῦμα. ἐπὶ πολὺ δὲ χρονοτριβοῦντος αὐτοῦ