383
κατὰ τὸν εἰρη μένον λιμένα, καὶ μὴ βουλομένου κατὰ τὰς νηνεμίας εἰρεσίαις χρῆσθαι μηδὲ πρὸς ἐναντίον παραβάλλεσθαι κῦμα, τῶν Ἀγαρηνῶν σφοδρότερον ἐπικειμένων τῇ πολιορκίᾳ συνέβη τὴν πόλιν 2.235 ἁλῶναι καὶ τῶν ἐν αὐτῇ φόνον γενέσθαι πολύν, τοὺς δὲ λοι ποὺς αἰχμαλωτισθῆναι, κατασκαφῆναι δὲ καὶ τὴν πόλιν, καὶ τοὺς ἐν αὐτῇ πυρποληθῆναι θείους ναούς, περιβόητον καὶ λαμ πρὰν μέχρι τοῦδε γενομένην καὶ πολλοὺς βαρβαρικοὺς ἀποσεισα μένην πολέμους, ἐν ἀκαρεῖ δὲ χρόνῳ πᾶσαν ἀποβεβληκυῖαν τὴν εὔκλειαν.
Τοῦ δὲ συμβάντος αἴσθησιν ἔλαβεν ὁ Ἀδριανὸς τοῦτον τὸν τρόπον. τόπος ἐστὶ κατὰ τὴν Πελοπόννησον Ἕλος προσαγορευό μενος, διὰ τὸ συνηρεφὲς τῆς ἐκεῖσε ὕλης ταύτην λαχὼν τὴν προσ ωνυμίαν. ἐν τούτῳ τὸ τῶν Ῥωμαίων ηὐλίζετο ναυτικόν. μιᾷ γοῦν τῶν νυκτῶν τῶν ἐκεῖσε κατοικούντων δαιμόνων πρὸς ἀλλή λους διαλεγομένων ἤκουσαν οἱ νομεῖς ὡς ἑάλω τὴν χθὲς ἡμέραν Συράκουσα καὶ κατέσκαπται. ἐξ ἑτέρου δὲ πρὸς ἕτερον δια πορθμευομένου τοῦ λόγου, ἔφθασε καὶ πρὸς Ἀδριανὸν τὸ διή γημα. ὁ δὲ τοὺς ποιμένας μετακαλεσάμενος καὶ πολυπραγμο νήσας εὗρε τὰ ἀκουσθέντα τοῖς ἐκείνων ἐπιβεβαιούμενα λόγοις. βουληθεὶς δὲ καὶ αὐτήκοος γενέσθαι, μετὰ τῶν ποιμένων ἐν τῷ τόπῳ γενόμενος καὶ δι' αὐτῶν ἐρώτησιν τοῖς δαίμοσι προσαγηοχὼς ἤκουσεν ὡς ἤδη ἑάλω Συράκουσα. ἀδημονίᾳ δὲ καὶ λύπῃ ληφθεὶς πάλιν ἀνέφερε καὶ παρεμυθεῖτο ἑαυτόν, μὴ χρῆναι πιστεύειν κρί νων λόγοις δαιμόνων ἀπατηλοῖς. ἐσημειώσατο δὲ τέως τὴν ἡμέ ραν. καὶ μετὰ δεκάτην ἧκον αὐτάγγελοι τῶν φυγάδων τὸ γεγονὸς ἀτύχημα διηγούμενοι. ἀφ' ὧν πληροφορηθεὶς ὁ Ἀδριανὸς εὐθὺς ἀνεζεύγνυ, καὶ τὴν βασιλίδα ταχέως μετὰ τοῦ στόλου καταλαμ 2.236 βάνει, καὶ τῇ μεγάλῃ ἐκκλησίᾳ ἱκέτης προσέφυγεν. ἀλλ' οὐδὲν αὐτὸν εἰς παντελῆ ἀποφυγὴν ὤνησεν ἡ καταφυγή· ἐκεῖθεν γὰρ ἀποσπασθεὶς ἐξωρίσθη. Ἀποστέλλεται δὲ Στέφανος ὁ τὴν προσηγορίαν Μαξέντιος ὁ Καππαδόκης, μετά τε Θρᾳκῶν καὶ Μακεδόνων καὶ Καππαδοκῶν ἐπιλέκτων, στρατηγὸς Λαγγοβαρδίας. καὶ ταύτην καταλαβὼν καὶ δι' ἀνανδρίαν καὶ τρυφὴν μηδὲν ἄξιον λόγου διαπραξάμενος παραλύεται τῆς ἀρχῆς. ἀποστέλλεται δὲ ἀντ' αὐτοῦ Νικηφόρος ὁ κατὰ τὸν Φωκᾶν προσαγορευόμενος, ἀνὴρ γενναῖός τε καὶ δρα στήριος. ἐπήγετο δὲ μεθ' ἑαυτοῦ δύναμίν τε ἱκανὴν καὶ τάγμα Μανιχαίων, ἔξαρχον ἔχον τὸν Χρυσόχειρον ∆ιακονίτζην. κατα λαβὼν οὖν τὸν τόπον καὶ ταῖς μετὰ τοῦ Στεφάνου δυνάμεσιν ἑνω θεὶς πολλὰ καὶ ἀξιέπαινα κατὰ τῶν Σαρακηνῶν ἐστήσατο τρόπαια· πρῶτον μὲν γὰρ ἀντιταξάμενος ἐτρέψατο τοὺς ἐχθρούς, ἐχειρώ σατο δὲ μετὰ ταῦτα καὶ τὴν πόλιν Ἀμαντίαν καὶ τὰς Τρόπας καὶ τὴν ἁγίαν Σεβηρίνην, καὶ μάχαις ἄλλαις πολλαῖς καὶ ἀντιπαρα τάξεσι κατηγωνίσατο τοὺς ἀντιπάλους. καὶ τὰ μὲν ἐν τοῖς καιροῖς τοῦ Βασιλείου γεγονότα πολεμικὰ ἔργα τοιαῦτα καὶ τοσαῦτα. Ὁ δὲ τὸν μέγιστον ἐν μάρτυσι ∆ιομήδην κειμηλίοις πολυτι μοτάτοις καὶ ἀναθήμασι λαμπροῖς λαμπρῶς κατεκόσμησε καὶ κτη μάτων ἐπιδόσει εὐπροσόδων ἐφιλοτιμήσατο καὶ παντοίως ὑπερῆρε καὶ κατεπλούτισε. καὶ τῆς ∆ανιηλίδος τὸν υἱόν, ὃν ἀδελφότητος συνδέσμῳ πνευματικῆς ᾠκειώσατο, τῷ τῶν πρωτοσπαθαρίων ἐτί μησεν ἀξιώματι καὶ παρρησίας μεγίστης μετέδωκε. καὶ ∆ανιηλίδα 2.237 τὴν γραῦν πρὸς ἑαυτὸν μετεστείλατο, ἥτις ἐπεὶ μὴ οἵα τε ἦν ἵππῳ ἔποχος γενέσθαι, ἐπὶ σκίμποδος ἑαυτὴν ἀνακλίνασα καὶ τριακο σίους τῶν οἰκετῶν ἀπολέξασα νέους καὶ ἰσχυρούς, βασταζομένη τῆς πορείας εἴχετο ἀμοιβαδὸν αἰρόντων τὸν σκίμποδα. καταλα βοῦσα δὲ τὴν βασιλίδα τῶν πόλεων, δοχῆς γενομένης ὡς ἔθος ἐν τῇ Μαγναύρᾳ, εἰσήχθη πρὸς βασιλέα ἐντίμως, εἰσαγαγοῦσα καὶ δῶρα πολυτελῆ· ὧν ἕκαστον διεξιέναι ἀπειροκαλίας γραφὴν παρ εισάγει. ἀποδεχθεῖσα δὲ ἀναλόγως τῆς προθυμίας, καὶ ἐνδιατρί ψασα τῇ βασιλίδι ἐφ' ὅσον αὐτῇ φίλον ἦν, πρὸς τὴν οἰκείαν χώ ραν ἀνθυπενόστησε. συνέβη δ' αὐτὴν καὶ πάλιν εἰσελθεῖν εἰς τὴν βασιλίδα· τοῦ γὰρ