384
Βασιλείου ἀποθανόντος καὶ τὴν ἀρχὴν τοῦ υἱοῦ αὐτοῦ Λέοντος διαδεξαμένου εἰσῆλθε πάλιν ἡ γραῦς μεθ' ὁμοίων τῶν δώρων, καὶ τοῦτον ἀσπασαμένη καὶ κληρονόμον τῆς ὑπάρξεως γράψασα, κατελθοῦσα εἰς τὰ ἴδια μετὰ μικρὸν ἐτελεύ τησεν. ἀλλὰ ταῦτα μὲν ὕστερον. Βασίλειος δὲ ὁ βασιλεὺς καὶ τῶν θείων ναῶν πολλοὺς ὑπὸ τῶν προηγησαμένων κλόνων διαρραγέντας τε καὶ κατασεισθέντας, τινὰς δὲ καὶ τελέως καταβληθέντας ἐπιμελείας ἠξίωσε, τοὺς μὲν ἐκ καινῆς ἀναστήσας, τοῖς δὲ τὴν ἀσθένειαν ἐπιρρώσας, τοῖς δὲ κάλλος καὶ ὡραιότητα χαρισάμενος. πρῶτον μὲν γὰρ τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας σοφίας τὴν πρὸς δύσιν ἁψῖδα τὴν μεγά λην τε καὶ μετάρσιον εἰς πολλὰ διαρραγεῖσαν καὶ πεσεῖν κινδυ νεύουσαν, ἐμπειρίᾳ τεχνιτῶν περισφίγξας, ἀσφαλῆ καὶ μόνιμον ἀπειργάσατο· ἐν ᾗ καὶ τὴν τῆς θεομήτορος εἰκόνα βρέφος ἠγκα 2.238 λισμένην ἀνιστόρησε, καὶ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων παρ' ἑκάτερα ἀνεστήλωσε. καὶ τὰ λοιπὰ δὲ ῥήγματα καὶ τὰ σαθρώματα τῶν τοίχων ἐπηνωρθώσατο. παρε μυθήσατο δὲ καὶ τὰς προσόδους ἐλαττωθείσας, ἐνδείᾳ ἐλαίου τῶν ἱερῶν λύχνων ἀποσβεσθῆναι κινδυνευόντων, δωρεᾷ μεγίστου κτή ματος ὃ προσαγορεύεται Μαντία, τοῖς τε λύχνοις τὸ φῶς ἄσβεστον ἐχορήγησε καὶ τοῖς ὑμνοπόλοις τοῦ θείου ναοῦ δαψιλέστερον χορη γεῖσθαι ἐποίησε τὰ ὀψώνια ἐκ τῆς προσόδου τοῦ κτήματος. καὶ τὸν θεῖον δὲ τῶν ἀποστόλων ναὸν τῆς προτέρας εὐπρεπείας διαπε σόντα ἐρείσμασι καὶ ταῖς τῶν πεπονηκότων βοηθείαις κατοχυρώσας θῆκε νεὼν ἡβώοντα κατὰ τὴν ποίησιν. καὶ τὸν ἐν τῇ Πηγῇ δὲ τῆς θεοτόκου ναὸν τὸ ἀρχαῖον ἀποβαλόντα κάλλος ἀνενεώσατο. καὶ τὸν ἕτερον δὲ τῆς θεοτόκου ναόν, ὃς τὸ Σίγμα κατονομάζεται, 2.239 τέλεον ὑπὸ σεισμοῦ καταπεσόντα ἐκ βάθρων ἀνῳκοδόμησε καὶ ἑδραῖον καὶ ὡραιότατον ἢ πρότερον ἀπειργάσατο. καὶ τὸν ἐν Αὐρηλιαναῖς Στεφάνου τοῦ πρωτομάρτυρος ἄχρις ἐδάφους κατα πεσόντα ἐκ θεμελίων ἀνήγειρε. καὶ τοὺς δύο δὲ τοῦ βαπτιστοῦ σηκοὺς ἔν τε τῇ Στροβήλῳ καὶ Μακεδονιαναῖς, τὸν μὲν ἐκ βάθρων ἀνήγειρε, τοῦ δὲ τὸ πλεῖστον ἀνῳκοδόμησε. καὶ τὸν τοῦ ἀπο στόλου δὲ Φιλίππου, καὶ τὸν πρὸς ἑσπέραν αὐτοῦ κείμενον τοῦ εὐαγγελιστοῦ Λουκᾶ, πτῶμα πεσόντας δεινὸν ἐκ βάθρων ἀνέκτι σεν. ἐπεποιήσατο δὲ καὶ τὸ μέγα τέμενος Μωκίου τοῦ μάρτυρος, καὶ τὸ ἄδυτον τούτου καταβληθὲν ἄχρι γῆς, ὡς καὶ τὴν ἱερὰν κατεάξαι τράπεζαν, ἐπιμελείας ἠξίωσε καὶ τοῦ πτώματος ἤγειρε. καὶ τὸν πλησιάζοντα δὲ τούτῳ Ἀνδρέου τοῦ πρωτοκλήτου ναὸν πεσόντα εἰς τὸ ἀρχαῖον κάλλος ἀνήγειρε. καὶ τὸν τοῦ ἁγίου Ῥω μανοῦ καὶ τὸν τῆς ἁγίας Ἄννας ἐν τῷ ∆ευτέρῳ καὶ τὸν τοῦ μεγα λομάρτυρος ∆ημητρίου καὶ τὸν τοῦ μάρτυρος Αἰμιλιανοῦ τὸν ἐν τῇ Ῥάβδῳ ἐκ παλαιῶν νέους εἰργάσατο. ἐπὶ τούτοις καὶ τὸν τοῦ ἁγίου Ναζαρίου καταπεσόντα ἀνέστησε. κἀν τοῖς ἐμβόλοις τοῦ ∆ομνίνου τὸν τῆς Χριστοῦ ἀναστάσεως καὶ Ἀναστασίας τῆς μάρτυρος περικαλλῆ ναὸν ἐπισκευάσας ἐλάμπρυνε, λιθίνην ἀντὶ ξυλί νης τὴν ὀροφὴν ἐργασάμενος. καὶ Πλάτωνος τοῦ μεγάλου ἐν μάρτυσι πεσόντα ἀνέστησε, καὶ τὸν ἐγγίζοντα τούτῳ τῶν καλλι νίκων μαρτύρων ναὸν Ἑσπέρου τε καὶ Ζωῆς ἐπεποιήσατο. καὶ 2.240 τὸν τοῦ μάρτυρος Ἀκακίου ἐν τῷ Ἑπτασκάλῳ πτῶσιν ἀπειλοῦντα ἐπισκευάσας τοῦ πτώματος ἥρπασε. παραπλησίως καὶ τὸν τοῦ προφήτου Ἠλίου κατὰ τὸ Πετρίον ἀνεκτήσατο λαμπρῶς. ἀνή γειρε δὲ καὶ ἐκ καινῆς ἐν ταῖς βασιλείοις αὐλαῖς εἰς ὄνομα τοῦ δεσπότου σωτῆρος Χριστοῦ καὶ τοῦ πρώτου τῶν ἀγγέλων Μιχαὴλ καὶ Ἠλίου τοῦ προφήτου. ἔτι δὲ καὶ τῆς θεομήτορος καὶ Νικο λάου τοῦ περιωνύμου ἐν ἱεράρχαις τὸν περικαλλῆ τουτονὶ ναόν, ὃν νέαν ἐκκλησίαν κατονομάζουσιν, εἰς εὐπρέπειαν καὶ κάλλος καὶ ὡραιότητα μηδενὶ ἑτέρῳ ὑπερβολὴν ἢ σύγκρισιν καταλιμπάνοντα, προσόδους τε ἔταξεν ἱκανὰς εἴς τε φωταγωγίαν καὶ χρείαν τῶν δοξολογούντων. καὶ τί δεῖ διεξιόντα ἐπὶ πλέον μηκύνειν; αὐτὸ τὸ ἔργον τοῖς θεωμένοις παρίστησι τὴν οἰκείαν καλλονὴν καὶ πολυ τέλειαν. καὶ ἄλλους δὲ