386
ὀφθαλ μοὺς ἐπάραντος καὶ "δόξασόν σου τὸ ἅγιον ὄνομα, Ἰησοῦ Χριστὲ ὁ θεὸς ἡμῶν" εἰπόντος, ἐν ὀφθαλμοῖς τοῦ ἔθνους τουτουῒ ἐρρίφη εἰς τὴν κάμινον ἡ τοῦ ἁγίου εὐαγγελίου βίβλος. ἐφ' ὥρας δὲ ἱκα νὰς τῆς καμίνου ἐκκαιομένης, εἶτα καὶ τέλεον μαρανθείσης, εὑ ρέθη τὸ ἱερὸν πυκτίον ἀπαθὲς καὶ ἀλώβητον διαμεῖναι, μηδεμίαν ὑπὸ τοῦ πυρὸς δεξάμενον λύμην. ὅπερ ἰδόντες οἱ βάρβαροι, καὶ τῷ μεγέθει καταπλαγέντες τοῦ θαύματος, ἀνενδοιάστως πρὸς τὸ βάπτισμα ηὐτομόλουν. Κατὰ τοῦτον τὸν χρόνον Κωνσταντῖνος ὁ πρεσβύτερος τῶν τοῦ βασιλέως υἱῶν τὸν βίον ἐξέλιπε νόσῳ πυρετικῇ, πένθος ἀμύ θητον καταλιπὼν τῷ πατρί. ἀλλὰ τοῦτο μὲν ὁ βασιλεὺς πράως ἤνεγκε, παρεμυθήσατο δὲ τὴν σύζυγον καὶ τὰ τέκνα. ἐναγόμενος δὲ παρὰ τῶν προϊσταμένων τοῦ δημοσίου ὁ βασιλεὺς ἐπόπτας εἰς τὰ θέματα ἐκπέμψαι, ὡς ἂν δυναμένων ἐκ τούτου τῶν δημοσίων συντελειῶν ἐπιδοῦναι, προσποιησάμενος ἀποδέχεσθαι τὴν ὑπόμνη σιν, ἐκλέξασθαι καὶ εὐτρεπίσαι προσέταξε καὶ αὐτῷ προσαγαγεῖν τοὺς μέλλοντας τὸ τοιοῦτον ἔργον ἐπιτελέσαι καλῶς. ἐπιλεξάμενος δ' ὁ γενικὸς οὓς ἐδόκει διακονῆσαι πρὸς τὸ τοιοῦτον ἔργον ὀρθῶς, 2.244 καὶ τὰς τῶν ἐκλεγέντων προσηγορίας προσαγαγών, πολλῆς ἐνομί σθη μέμψεως ἄξιος, εἰ τοιούτους οἴοιτο λειτουργοὺς ἔσεσθαι ἀξίους πρὸς τὸ τοιοῦτον λειτούργημα. τοῦ δὲ μὴ ἔχειν κρείττονας ἀνθυπενεγκόντος ἐν ὅλῳ τῷ πολιτεύματι, ὑπολαβὼν ὁ βασιλεὺς "τὸ τῆς προκειμένης διακονίας ἔργον τοιοῦτον παρ' ἐμοὶ κρίνεται ὥστε, εἴπερ οἷόν τε ἦν, αὐτὸν ἐμὲ πρὸς τὴν τούτου διοίκησιν ἐξελθεῖν. ἐπεὶ δὲ τοῦτό ἐστι καὶ ἀπρεπὲς καὶ ἀδύνατον, ἐξ ἀνάγκης ἐπὶ τοῖς δυσὶ τῆς πολιτείας μαγίστροις, οἳ καὶ χρόνῳ καὶ πείρᾳ καὶ ταῖς πολλαῖς ἐν τῷ μακρῷ βίῳ τῶν πολιτικῶν ἀρχῶν διοικήσεσιν, ἐν αἷς ἐξητάσθησαν, ἀκίβδηλον καὶ καθαρὸν τῆς ἀρετῆς ἐξενηνόχασι τὸ δοκίμιον, τὰς ἐλπίδας σαλεύω, καὶ τὴν διακονίαν ὑπὸ τούτων ἀνυσθῆναι δεόντως θαρρῶ. ἀπελθὼν οὖν αὐτὸς σὺ" φησίν "ἀπάγγειλον αὐτοῖς τὸ τῆς διακονίας εἶδος καὶ τὸ θέλημα τὸ ἐμόν. καὶ βουλομένων ἐξελθεῖν ἐπευδοκῶ καὶ αὐ τός." ὡς δ' ἀκούσαντες οἱ ἄνδρες ἦλθον εἰς ἔκπληξιν, καὶ τὸ γῆρας ἀνθ' ἱκετηρίας προυβάλλοντο καὶ τοὺς προηγησαμένους ὑπὲρ τοῦ πολιτεύματος κόπους, καὶ παρενεχθῆναι ἐξ αὐτῶν τὴν τοιαύτην ὑπηρεσίαν ἱκέτευσαν, ὑπέστρεψεν ἄπρακτος ὁ πεμφθείς, καὶ τῷ βασιλεῖ τὰ παρ' ἐκείνων λαληθέντα ἀπήγγειλεν. ἅπερ ἀκούσας "εἰ τὸ ἐμὲ ἐξελθεῖν δοκεῖ εἶναι ἀδύνατον, παραιτοῦνται δὲ τὴν λειτουργίαν οἱ λαμπρότατοι μάγιστροι, οὐδένα ἔχων τοῦ πράγματος διοικητὴν ἀξιόχρεων καταλειφθῆναι τοῦτο ἀνεπίσκε πτον βούλομαι. κρεῖττον γὰρ" φησί "παρακερδαίνειν τινὰς ἀπὸ 2.245 τῶν τοῦ δημοσίου μὴ καλῶς, ἢ κακῶς ὑποπτεύειν ζημίαν τινὰς συντρίβουσαν αὐτοὺς καὶ συμπνίγουσαν." Καὶ διὰ τοῦτο παρὰ πάντα τὸν τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἔμεινεν ἀνεξίσωτος ἢ φάναι μᾶλλον ἐλεύθερος καὶ ἀδιάπρακτος ὁ ὑπὸ τὴν Ῥωμαϊκὴν ἐξουσίαν ἅπας τῶν ὅλων θεμάτων λαός. Τοῦ πρεσβυτέρου δὲ τῶν υἱῶν τοῦ βασιλέως, Κωνσταντίνου, ὡς εἴπομεν, τὸν βίον μετημειφότος, καὶ τοῦ φίλτρου καὶ τῶν ἐλπί δων ἐπὶ τὸν δεύτερον υἱὸν Λέοντα μεταπεσόντων, δεινὸς ὁ φθόνος ὁπλίζεται κατ' αὐτοῦ· καὶ ὅπως, τὰ ἑπόμενα δηλώσει τρανότερον. μοναχὸς ἦν τις τῶν πάνυ φιλουμένων καὶ πιστευομένων Βασιλείῳ τῷ βασιλεῖ, ἦν δὲ καὶ ἱερεύς, ὃν Σανδαβαρηνὸν κατωνόμαζον· ὃς εἰ καὶ παρὰ τοῦ βασιλέως ἐστέργετο, ἀλλ' οὐκ εἶχε παρὰ τοῖς ἄλλοις δόξαν χρηστήν, καὶ διὰ τοῦτο καὶ πολλάκις παρὰ Λέοντος τοῦ υἱοῦ τοῦ βασιλέως διεκωμῳδεῖτο ὡς ἀπατεὼν καὶ γόης καὶ τὸν βασιλέα τῶν καθηκόντων ἐξάγων λογισμῶν καὶ εἰς ἃ μὴ δεῖ παρα σύρων. ὑφ' ὧν δακνόμενος ἐκεῖνος τὴν ψυχήν, καὶ ἀνταμύνα σθαι σπεύδων τὸν λυποῦντα, φιλίαν ὑποκρίνεται πρὸς τὸν Λέοντα, καί ποτέ φησι πρὸς αὐτόν "ἵνα τί, ὦ βασιλεῦ, νεανίας ἤδη ὢν καὶ παρὰ τῷ πατρί σου φιλούμενος, μὴ ἐπιφέρῃ ῥομφαίαν ἢ μά χαιραν, ὅταν κατ' ἀγροὺς συνιππάζῃ σου τῷ πατρί, ἵνα καὶ αὐτῷ, εἰ