387
κατὰ θηρίου σχῇ χρείαν, ἐπιδιδῷς; καὶ εἴ τι λαθραῖον πολλά κις κατ' αὐτοῦ ἐπιβούλευμα γένηται, μὴ ἄνοπλος εὑρεθῇς, ἀλλ' 2.246 ἔχῃς τι μεθ' ὅτου δυνήσῃ τοὺς πατρικοὺς ἐχθροὺς ἀνταμύνα σθαι;" οὐχ ὑπειδόμενος δὲ τὸν δόλον ὁ Λέων, οὐδὲ συννοήσας τὴν μηχανήν, δέχεται τὴν συμβουλήν, καὶ μάχαιραν ἐντὸς τοῦ ὑποδήματος ἐπιφέρεσθαι πείθεται. γνοὺς δὲ ὁ Σανδαβαρηνὸς εἰς ἔργον χωρήσασαν τὴν ἑαυτοῦ σκευωρίαν, πρόσεισι τῷ βασιλεῖ καὶ φησὶ "γνωστόν σοι ἔστω, ὦ βασιλεῦ, ὡς ἐπιβουλεύει τῇ ζωῇ σου ὁ σὸς υἱός· καὶ εἰ ἀπιστεῖς, ὅταν κατὰ θήραν ἐξίῃς, κέλευσον περιαιρεθῆναι τὰ πέδιλα τῶν ποδῶν αὐτοῦ, καὶ εἰ εὑρεθείη ξίφος ἐπιφερόμενος, ἔσται πάντως ἡ ἐμὴ συμβουλὴ συμφέρουσα." ἐλέχθη ταῦτα, ἔξοδος κατηγγέλθη βασιλική, συνεξῆλθεν ἅπαν τὸ εἰωθός, ἔξεισι καὶ Λέων ὁ τοῦ βασιλέως υἱός. καὶ κατά τινα τόπον γενόμενος ὁ βασιλεὺς προσποιεῖται χρείαν ἔχειν μαχαίρας, καὶ ἐπεζήτει ταύτην μετ' ἐπιτάσεως. μηδὲν οὖν τῶν ὑπονοουμέ νων τῷ πατρὶ προειδὼς ὁ υἱός, ἀπονήρως ἐφελκυσάμενος ἣν ἐπε φέρετο μάχαιραν ἐπιδίδωσι τῷ πατρί.
Τούτου γενομένου αἱ μὲν τοῦ Σανδαβαρηνοῦ προσαγγελίαι εὐθὺς ἐπιστεύοντο, αἱ δὲ παρὰ τοῦ Λέοντος ἀπολογίαι μάταιοι καὶ κεναί. ὑποστρέψας οὖν ὁ βασιλεὺς εἰς τὰ βασίλεια πρὸς ὀργὴν κατὰ τοῦ υἱοῦ διανίσταται, καὶ ἔν τινι τῶν βασιλείων οἴκων, ὃς μαργαρίτης κατονομάζεται, ἔμφρουρον τοῦτον πεποίηκεν, ἀφαιρεῖται δὲ καὶ τὰ τῆς βασιλείας παράσημα. διηρεθίζετο δὲ παρὰ τοῦ Σανδαβαρηνοῦ καὶ τοὺς λύχνους ἀποσβέσαι τῶν ὀφθαλμῶν αὐτοῦ. ἀλλὰ τοῦτο μὲν ἐκω λύθη ποιῆσαι ὑπὸ τοῦ πατριάρχου καὶ τῆς συγκλήτου βουλῆς, τῆς εἱρκτῆς δὲ ὅμως εἶχεν ἐντός. χρόνου δὲ παραδραμόντος συχνοῦ, 2.247 καὶ πολλάκις τῆς συγκλήτου βουληθείσης διαπρεσβεύσασθαι περὶ τούτου καὶ κατ' ἄλλην καὶ ἄλλην αἰτίαν ἄλλως καὶ ἄλλως κωλυο μένης, πρόφασις δίδοται εὔλογος, ἐξ ἧς ὡδηγήθησαν εἰς τὸ κα ταλῦσαι τὰ σπουδαζόμενα. ζῷον ἦν τι πτηνὸν ἐν κλωβῷ κατὰ τὰ βασίλεια αἰωρούμενον πρὸς θέαν καὶ τέρψιν τῶν θεωμένων καὶ ἀκουόντων (ψιττακὸς ὄνομα τῷ ζῴῳ), μιμηλὸν καὶ πολύφωνον· ὅπερ εἴτε πρός τινων διδαχθὲν εἴτ' ἄλλως πως ἐξ αὐτομάτου πολ λάκις "αἲ αἲ κύριε Λέον" ἐφθέγγετο. εὐωχίας δέ ποτε τελουμέ νης τῷ βασιλεῖ καὶ τῶν πρώτων τῆς βουλῆς συνεστιωμένων αὐτῷ, καὶ τοῦ ὄρνιθος πολλάκις φθεγγομένου τὸ προρρηθέν, ἐπιστυγνά σαντες οἱ δαιτυμόνες τῆς εὐωχίας ἐπαύσαντο καὶ ἐπὶ συννοίας ἐκά θηντο· οἷσπερ προσσχὼν ὁ βασιλεὺς τὴν αἰτίαν τῆς ἀποχῆς τῶν βρωμάτων ἐπήρετο. οἱ δὲ δακρύων ὑποπλησθέντες τοὺς ὀφθαλ μοὺς "τίνα ὦ δέσποτα" εἶπον "βρῶσιν φαγούμεθα, οὕτως ὑπὸ τῆς φωνῆς τοῦ ἀλόγου τούτου ὀνειδιζόμενοι, δοκοῦντες ἡμεῖς λο γικοί τε καὶ φιλοδέσποτοι, ὅτι αὐτὸ μὲν τὸ ἄλογον ζῷον τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τρυφῶντες λήθην τοῦ μηδὲν ἀδι κήσαντος ἐλάβομεν δεσπότου. εἰ μὲν γὰρ ἀδικῶν ἐλέγχεται καὶ κατὰ τοῦ πατρὸς εὐτρεπίσας τὴν δεξιάν, αὐτόχειρες ἡμεῖς τούτου γενησόμεθα πάντες, τοῦ αἵματος αὐτοῦ μὴ λαμβάνοντες κόρον· εἰ δ' ἐφ' οἷς ἐνεκλήθη διαφεύγει τὸν ἔλεγχον, μέχρι τίνος ἡ συκο φάντις γλῶσσα κατ' αὐτοῦ δυναμοῦται;" μαλαχθεὶς οὖν τοῖς τοιούτοις λόγοις ὁ βασιλεὺς τότε μὲν καθεσθῆναι τούτοις προσ 2.248 έταξε, σκοπῆσαι δ' αὐτὸς περὶ τοῦ πράγματος ἐπηγγείλατο· μετ' οὐ πολὺ δὲ πρὸς τὴν φύσιν ἐπανελθὼν ἐξάγει τε φρουρᾶς καὶ εἰς ὄψιν ἄγει τὸν υἱόν, καὶ τὴν πένθιμον ἀμείβει στολήν, καὶ τὸ περιττὸν τῆς ἐν τῇ λύπῃ τραφείσης κόμης περιαιρεῖ, καὶ τὴν προτέραν τῆς βασιλείας τιμὴν ἀποδίδωσιν. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ διαρροίας νόσῳ ἁλίσκεται, καὶ κατὰ μικρὸν τῇ τοιαύτῃ τηκεδόνι κατεμαραίνετο. διαθεὶς δ' ὡς ἐδόκει τὰ τῆς βασιλείας, καὶ τὸν κληρονόμον καὶ διάδοχον γνώ ριμον ποιησάμενος, τὸν βίον ἀπέλιπε, συμβασιλεύσας μὲν τῷ πρὸ αὐτοῦ Μιχαὴλ χρόνον ἕνα, ἑτέρους δὲ ἐννέα καὶ δέκα χρόνους περὶ τὴν αὐτοκράτορα τῆς βασιλείας διαπρέψας ἀρχήν.