388
διαδέχεται δὲ τὴν ὅλην τῆς ἐξουσίας ἀρχὴν Λέων ὁ καθ' ἡλικίαν πρῶτος τῶν περιόντων υἱῶν. Λέων δὲ τῶν ὅλων γενόμενος κύριος, τῶν ἄλλων τῶν συμ βαλλομένων τῷ πολιτεύματι ὀλίγα ἢ τὸ παράπαν μὴ φροντίσας, τῷ θυμῷ δὲ σφαδάζων καὶ τὴν παρὰ τοῦ Σανδαβαρηνοῦ κατ' αὐ τοῦ συστᾶσαν σκευωρίαν ἔναυλον ἔχων, εὐθὺς διαναστῆναι ἔκρινε πρὸς ἐκδίκησιν, προκαταστησάμενος εὐλογοφανεῖς αἰτίας, ὡς ἂν δόξειε τὰ πραττόμενα μετ' εὐλόγου πράττεσθαι ἀφορμῆς, καὶ τὰ ἐμπόδια ἐκ μέσου περιελών. εἰδὼς γὰρ ὡς οὐκ ἄν τι δυνηθείη φαῦλον ἐνδείξασθαι κατὰ τοῦ Σανδαβαρηνοῦ Φωτίου τὸν πα τριαρχικὸν ἰθύνοντος θρόνον, -προστήσεσθαι γὰρ αὐτοῦ γεν ναιότερον καὶ ἀντιλήψεσθαι ὑπετόπασε, καὶ μὴ συγχωρῆσαι τυ 2.249 ραννικόν τι παθεῖν· καὶ γὰρ δὴ καὶ ἐφέρετο λόγος ὡς αὐτὸς ὁ Φώτιος οἰκείῳ συγγενεῖ μνηστευόμενος τὴν βασιλείαν καὶ τῷ Σαν δαβαρηνῷ κοινολογησάμενος, καὶ δόξαν ἀμφοῖν μὴ ἄλλως ἐπιτυ χεῖν τοῦ ἐφετοῦ εἰ μὴ ὁ Λέων ἐκποδὼν γένοιτο, τὴν προειρημένην ἔρραψαν κατ' αὐτοῦ συκοφαντίαν. τοῦτον οὖν ἔγνω πρῶτον με τακινῆσαι τοῦ θρόνου, καὶ ταχέως ἐκπέμψας τὸν μάγιστρον Ἀν δρέαν τὸν στρατηλάτην, ἅμα τῷ μαγίστρῳ Ἰωάννῃ καὶ γεγονότι λογοθέτῃ τοῦ δρόμου τῷ Ἁγιοπολίτῃ, κατὰ τὴν μεγάλην ἐκκλη σίαν ἀνελθεῖν ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας προσέταξε, καὶ τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας πάντων εἰς ἐπήκοον ἀναγνόντας τοῦ θρόνου τοῦτον καταγαγεῖν κἀν τῇ τῶν Ἁρμονιανῶν περιορίσαι μονῇ. κατὰ πόδας δὲ Στέφανον σύγκελλον, τὸν ἑαυτοῦ ἀδελφόν, ὁ βασιλεὺς πατριάρχην προβάλλεται, ὅτι μὴ τοῖς ζῶσιν ἐνη ριθμεῖτο ὁ Ἡρακλείας, ὑπὸ Θεοφάνους χειροτονηθέντα τοῦ πρω τοθρόνου. πέμψας δὲ διὰ ταχέων εἰς τὴν Εὐχάϊταν, τὸν Σαν δαβαρηνὸν Θεόδωρον τὴν εἰρημένην ἐκκλησίαν πηδαλιουχοῦντα εἰσαγαγεῖν ὡς αὐτὸν προσέταξεν. Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, τὸν στρατηλάτην Ἀνδρέαν καὶ ἄλλους συγκλητικοὺς πολλοὺς εἰς τὸ ἐν Χρυσουπόλει τοῦ Φιλιπ πικοῦ μοναστήριον ἐκπέμψας μετὰ κλήρου καὶ κηρῶν καὶ λαμπά δων καὶ ἀρωμάτων ἐξαγαγεῖν τοῦ τάφου τὸν ἀναιρεθέντα βασιλέα Μιχαὴλ διωρίσατο, ἐν κυπαρισσίνῃ τε λάρνακι καταθεῖναι, καὶ ἐντίμως καὶ βασιλικῶς περιστείλαντας ἐν τῇ πόλει εἰσαγαγεῖν, 2.250 κἀκεῖθεν μετὰ ᾠδῶν καὶ ὕμνων ἄχρι τοῦ ναοῦ τῶν ἁγίων ἀποστό λων προπέμψαι, ἑπομένων ἐκεῖσε καὶ τῶν τοῦ βασιλέως ἀδελφῶν Ἀλεξάνδρου καὶ Στεφάνου τοῦ πατριάρχου, καὶ ἐν λάρνακι θεῖναι μαρμαρίνῃ· ὃ καὶ ἐγένετο. Προεβάλλετο δὲ καὶ Στυλιανὸν τὸν Ζαουτζᾶν μάγιστρον καὶ λογοθέτην τοῦ δρόμου· ἤδη γὰρ ἤρξατο πλησιάζειν τῇ αὐτοῦ θυγατρί, ζώσης ἔτι τῆς κατὰ νόμον συνεζευγμένης αὐτῷ γυναικὸς τῆς Αὐγούστης Θεοφανοῦς, ἀκουούσης καὶ βλεπούσης τὰ γινό μενα, καὶ μηδαμῶς τῷ τῆς ζηλοτυπίας πάθει ἀναφλεχθείσης ποτέ. Κατὰ πόδας δὲ παρελήφθη παρὰ τῶν Ἀγαρηνῶν καὶ ἡ κατὰ τὸ Χαρσιανὸν διακειμένη πόλις ἡ ὑψηλή, καὶ ᾐχμαλωτίσθη ἅπας ὁ ἐν ταύτῃ λαός. ἐγένετο δὲ καὶ ἐμπρησμὸς κατὰ τὸ με σημβρινὸν μέρος τῆς πόλεως, ἐν τῇ λεγομένῃ Σιδηρᾷ. ἔργον δὲ τούτου γέγονε καὶ ὁ ναὸς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ὃν τεφρω θέντα καὶ αἰθάλην γενόμενον ὁ βασιλεὺς αὖθις πολυτελῶς ἀνε καίνισεν.
Εἰσήχθη δὲ καὶ ὁ Σανδαβαρηνὸς εἰς τὴν πόλιν, καὶ ὑπέ θεντο τῷ βασιλεῖ Ἀνδρέας ὁ στρατηλάτης καὶ Στέφανος μάγι στρος, οἱ πολλὰ παρὰ τοῦ Σανδαβαρηνοῦ πρὸς Βασίλειον τὸν βασιλέα διαβληθέντες, ἐξετάσαι τὰ τῆς γενομένης κατ' αὐτοῦ τοῦ βασιλέως γραφῆς. διεβεβαιοῦντο δὲ καὶ δυνατὸν εἶναι ἐξελεγχθῆ ναι ὡς βουλόμενοι Φώτιός τε ὁ πατριάρχης καὶ αὐτὸς ὁ Σανδαβα ρηνός τινα τῶν τοῦ Φωτίου συγγενῶν εἰς τὴν βασιλείαν ἀναγαγεῖν 2.251 τὸ μελετηθὲν ὑπεκρίναντο δρᾶμα. πεμφθέντες οὖν τινὲς πρὸς βασιλέως ἀγαγεῖν τόν τε Φώτιον καὶ τὸν Σανδαβαρηνὸν ἐν τοῖς παλατίοις τῶν πηγῶν ἐκελεύσθησαν. ἰδίᾳ μέντοι ὥριστο φρου ρεῖσθαι ἑκάτερον. ἐξετασταὶ δὲ καὶ διαγνώμονες τῶν κατ' αὐ τῶν κινουμένων