389
αὐτός τε ὁ στρατηλάτης ἐπέμφθη Ἀνδρέας καὶ ὁ μάγιστρος Στέφανος καὶ ὁ μάγιστρος ὁ Ἁγιοπολίτης καὶ Κρατερὸς καὶ Γοῦβερ οἱ πατρίκιοι. ἀγαγόντες οὖν τὸν πατριάρχην Φώτιον καὶ ἐντίμως ἐπὶ θρόνου καθίσαντες, καὶ αὐτοὶ καθεσθέντες, τὴν ἐξέτασιν ἐποιοῦντο. καὶ φησὶν ὁ στρατηλάτης πρὸς τὸν πατριάρ χην "γνωρίζεις, ὦ δέσποτα, τὸν μοναχὸν Θεόδωρον;" ὁ δὲ "μοναχοὺς οἶδα Θεοδώρους πολλούς· ποῖον λέγεις;" τοῦ δὲ Ἀν δρέου προσθεμένου τὴν τοῦ Σανδαβαρηνοῦ προσηγορίαν, ὁ πα τριάρχης "γινώσκω" ἔφη "τὸν ἄνδρα, ἐπίσκοπον τῶν Εὐχαΐτων ὑπάρχοντα." ἐνεχθέντος δὲ καὶ τοῦ Σανδαβαρηνοῦ φησὶ πρὸς αὐτὸν ὁ Ἀνδρέας "ὁ βασιλεύς σοι δηλοῖ, ποῦ εἰσὶ τὰ χρήματα καὶ τὰ πράγματα τῆς βασιλείας μου;" ὁ δὲ ὑπολαβὼν "παρ' ἐκείνοις οἷς δέδωκε ταῦτα ὁ κατὰ τὴν ἡμέραν βασιλεύς. ἐπεὶ δὲ νῦν ζητεῖ ταῦτα ὁ ἄρτι κρατῶν, ἐξουσίαν ἔχει καὶ ζητεῖν ταῦτα καὶ λαμβάνειν." καὶ ὁ Ἀνδρέας "εἰπὲ τέως, σὺ τίνα ἐβουλεύου βασιλέα ποιῆσαι, τῷ πατρὶ τοῦ βασιλέως ὑποτιθεὶς τοῦ οἰκείου παιδὸς ἐξορύξαι τοὺς ὀφθαλμούς; σὸν συγγενῆ ἢ τοῦ πατριάρ χου;" ὁ δὲ ἐξώμνυτο μηδὲν ὧν κατηγορεῖτο εἰδέναι. καὶ φησὶν ὁ μάγιστρος Στέφανος "εἶτα, ὦ πολύτροπε καὶ μηχανορράφε, 2.252 πῶς ἐμήνυσας περὶ τούτου τῷ βασιλεῖ ἐξελέγξειν τὸν πατριάρχην;" καὶ ὅς, ὡς ἤκουσε τούτου τοῦ λόγου, εὐθέως ἐπιλαμβάνεται τῶν τοῦ πατριάρχου ποδῶν, "ὁρκίζω σε δέσποτα κατὰ τοῦ θεοῦ" λέγων "πρότερόν με καθαιρῆσαι, καὶ τότε γυμνὸν ἱερωσύνης παραλαβέτωσαν καὶ κολαζέτωσαν ὡς κακοῦργον. οὐδὲν γὰρ τοιοῦ τον σύνοιδα ἐμαυτῷ, οὔτε τῷ βασιλεῖ ἐμήνυσα." ὁ δὲ πατριάρ χης ἀναλαμβάνων αὐτὸν καὶ τῶν ποδῶν ἀνιστῶν φησὶ "μὰ τὴν ἐμὴν σωτηρίαν, κύριε Θεόδωρε, ἀρχιεπίσκοπος εἶ καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι." θυμωθεὶς δὲ Ἀνδρέας ὁ στρατηλά της "καὶ οὐκ ἐμήνυσας δι' ἐμοῦ τῷ βασιλεῖ, ἀπατεὼν καὶ γόης, τὸν πατριάρχην περὶ τούτου ἐλέγξαι;" ὁ δὲ πάλιν ἀπηρνεῖτο περὶ τούτου μηδὲν εἰδέναι. ὑποστρεψάντων δὲ τῶν ἀρχόντων καὶ τὰ λαληθέντα γνώριμα θεμένων τῷ βασιλεῖ, αὐτὸς τῷ θυμῷ φλεγμαίνων, καὶ πλέον διὰ τὸ μὴ κατὰ τοῦ πατριάρχου εὔλογον αἰτίαν εὑρεῖν, ἀποστείλας ἐμάστιξε τὸν Σανδαβαρηνὸν ἀπηνῶς καὶ ἐν Ἀθήναις ἐξώρισε, καὶ κατόπιν ἀποστείλας ἐτύφλωσε καὶ κατὰ τὴν ἕω μετέθηκεν. ἀνεκαλέσατο δὲ τοῦτον μετὰ χρόνων πολλῶν παρολκήν, καὶ σιτήσεις τούτῳ ἀφώρισεν ἀπὸ τῆς νέας ἐκκλησίας. ἐτελεύτησε δὲ μετὰ θάνατον Λέοντος, ἐπὶ Ζωῆς τῆς αὐτοῦ γυναικὸς καὶ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ βασι λευόντων. Τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Λέοντος Ἀγγαίων ὁ Λαγγο 2.253 βαρδίας δούξ, γαμβρὸς δὲ τοῦ ῥηγὸς Φραγγίας, τὸν θάνατον πυθόμενος Βασιλείου τοῦ βασιλέως ἀπέστη τῆς πρὸς Ῥωμαίους φιλίας καὶ πᾶσαν τὴν χώραν ὑφ' ἑαυτὸν ἐποιήσατο. τοῦτο γνοὺς ὁ βασιλεὺς τὸν πατρίκιον Κωνσταντῖνον, τὸν ἐπὶ τῆς τραπέζης, μετὰ τῶν δυτικῶν ἐκπέμπει κατ' αὐτοῦ θεμάτων. συμβολῆς δὲ γενομένης οἱ περὶ τὸν Κωνσταντῖνον ἡττήθησαν καὶ κατεκόπησαν, μόγις ἐκείνου περισωθέντος. Κατὰ τοῦτον τὸν καιρὸν ἐγένετο καὶ ἡλίου ἔκλειψις περὶ ὥραν ἕκτην τῆς ἡμέρας, ὥστε καὶ ἀστέρας φανῆναι, ἀνέμων τε βιαία πνοὴ καὶ ἀστραπαὶ καὶ βρονταὶ φρικώδεις καὶ σκηπτοὶ καυ σώδεις, ὑφ' ὧν καὶ ἄνδρες ἑπτὰ ἐν τοῖς ἀναβάθμοις τοῦ ἁγίου Κωνσταντίνου ἐν τῷ φόρῳ ἐκεραυνώθησαν. ἐπολιορκήθη δὲ καὶ ὑπὸ Σαρακηνῶν ἡ Σάμος, συμπαραληφθέντος καὶ τοῦ στρατη γοῦντος ἐν αὐτῇ Κωνσταντίνου πατρικίου τοῦ Πασπαλᾶ. ὁ δὲ βασιλεὺς τῷ πρὸς Ζωὴν τὴν θυγατέρα τοῦ Ζαουτζᾶ φίλτρῳ νικώ μενος τιμᾷ τὸν ταύτης πατέρα βασιλεοπάτορα, αὐτὸς τὸ ἀξίωμα καινουργήσας μὴ πρότερον ὄν. ἡ γὰρ Ζωὴ μέγιστον ἐπὶ κάλλει καὶ εὐπρεπείᾳ τῷ τότε διαλάμπουσα συνέζευκτο μὲν ἀνδρὶ Θεο δώρῳ πατρικίῳ τῷ Γουνιαζίτζῃ, ἐκείνου δὲ δολοφονηθέντος φαρ μάκῳ ἐπαλλακεύετο τῷ βασιλεῖ καὶ ζώσης, ὡς εἴρηται, τῆς αὐ τοῦ γυναικός. Τῷ δ' ἐπιόντι ἔτει Στέφανος ὁ τοῦ βασιλέως ἀδελφὸς καὶ πατριάρχης ἀπέλιπε τὴν ζωήν, καὶ προεχειρίσθη Ἀντώνιος ἀντ' 2.254 αὐτοῦ