390
πατριάρχης, ὁ τὴν ἐπωνυμίαν Καυλέας. καὶ τὰ μὲν κατὰ τὴν πόλιν ἐφέρετο οὕτως, Συμεὼν δ' ὁ τῶν Βουλγάρων ἄρχων τὰς πρὸς Ῥωμαίους σπονδὰς διαλύσασθαι σπεύδων πρόφασιν εὗρε τοιαύτην. δοῦλος ἦν εὐνοῦχος τῷ βασιλεοπάτορι Μουσικὸς κα λούμενος. οὗτος συμφιλιωθεὶς ἀνδράσιν ἐμπορικοῖς καὶ φιλοκερ δέσι, βουλόμενος κερδαίνειν αὐτούς, τῇ πρὸς τὸν Ζαουτζᾶν χρη σάμενος παρρησίᾳ τὰς ἐκ Βουλγαρίας εἰσαγομένας πραγματείας εἰς τὴν πόλιν εὐθέως μετέστησεν εἰς Θεσσαλονίκην, καὶ τοὺς εἰρη μένους ἐμπόρους τελώνας ἐκεῖσε κατέστησεν, οἵτινες κακῶς διετί θεσαν τοὺς τὰς πραγματείας μετιόντας Βουλγάρους, βαρέα εἰσ πραττόμενοι τελωνήματα. τῶν δὲ Βυλγάρων ἀναγγειλάντων ταῦτα τῷ Συμεών, καὶ τούτου δῆλα τῷ βασιλεῖ καταστήσαντος, ἐπεὶ τῇ πρὸς τὸν Ζαουτζᾶν συμπαθείᾳ νικώμενος πάντα ὡς λῆρον ἡγήσατο καὶ οὐδεμιᾶς ἠξίωσεν ἐπιστροφῆς, μανεὶς ὁ Συμεών, καὶ ἄλλως, ὡς εἴρηται, πρόφασιν εὐπρόσωπον ζητῶν, αἴρει κατὰ Ῥωμαίων τὰ ὅπλα. ὅπερ ἀκούσας ὁ βασιλεὺς καὶ αὐτὸς ἀνθοπλί ζεται, καὶ Προκόπιον τὸν Κρηνίτην τὴν τοῦ στρατηλάτου μετ ιόντα λειτουργίαν λαῷ πολλῷ καὶ ἄρχουσι καθοπλίσας, δούς τε αὐτῷ καὶ Κουρτίκιον τὸν Ἀρμένιον, ἐκπέμπει κατὰ τοῦ Συμεών. συρραγέντων δ' ἐν Μακεδονίᾳ τῶν στρατευμάτων ἡττῶνται Ῥω μαῖοι, καὶ κατασφάττονται αὐτός τε ὁ Κρηνίτης καὶ ὁ Κουρτί κιος Ἀρμένιος καὶ ἄλλοι πολλοί, τῶν κατασχεθέντων ἀπὸ τῆς ἑταιρείας τοῦ βασιλέως τοῦ Συμεὼν ἀποτεμόντος τὰς ῥῖνας καὶ εἰς τὴν πόλιν ἐκπεπομφότος πρὸς αἰσχύνην Ῥωμαίων. τῷ τοιούτῳ δὲ 2.255 πάθει καὶ τῷ προπηλακισμῷ τοῦ Συμεὼν περιαλγὴς γενόμενος ὁ βασιλεὺς Νικήταν πατρίκιον τὸν τὴν ἐπωνυμίαν Σκληρὸν διὰ τοῦ Ἴστρου πρὸς Τούρκους τοὺς Οὔγγρους καλουμένους ἀπέστειλεν, ἐφ' ᾧ περαιώσασθαι τὸν ποταμὸν καὶ τὴν Βουλγαρίαν τὸν ἐνόντα τρόπον λυμήνασθαι. ὁ δὲ τοῖς Τούρκοις συμμίξας καὶ πείσας κατὰ τῶν Βουλγάρων ὅπλα κινεῖν, ὁμήρους τε λαβών, εἰς βασιλέα ὑπέστρεψεν. ἀλλὰ δὴ καὶ αὐτὸς ὁ βασιλεὺς διά τε γῆς καὶ θα λάττης ἐγνώκει Βουλγάροις πολεμεῖν. διὰ μὲν οὖν θαλάσσης Εὐστάθιον ἐκπέμπει τὸν πατρίκιον καὶ δρουγγάριον, διὰ δὲ γῆς τὸν πατρίκιον Νικηφόρον τὸν Φωκᾶν, προβαλόμενος αὐτὸν μετὰ τὸν Ἀνδρέου θάνατον δομέστικον τῶν σχολῶν. ὧν μέχρι Βουλ γαρίας ἀφικομένων ὁ βασιλεὺς ἔτι τὴν εἰρήνην στέργων τὸν κοιαί στωρα Κωνσταντινάκιον ἐκπέμπει πρὸς Συμεών· ὃν οὗτος κατα σχὼν τίθησιν ἐν φρουρᾷ, δολίως πρὸς αὐτὸν ἀφικέσθαι νομίσας. ἀσχολουμένου δὲ περὶ τὸ στράτευμα τὸ περὶ τὸν Φωκᾶν τοῦ Συ μεών, οἱ Τοῦρκοι περαιωθέντες τὸν ποταμὸν πᾶσαν τὴν Βουλ γαρίαν ἐληΐσαντο. ὅπερ ὡς ἠγγέλθη τῷ Συμεών, τὸν Φωκᾶν ἀφεὶς κατὰ τῶν Τούρκων ἐτράπετο. γλιχόμενοι δὲ καὶ αὐτοὶ συμπλακῆναι Βουλγάροις, περαιωθέντες τὸν Ἴστρον τούτοις προσ βάλλουσι καὶ νικῶσι κατὰ κράτος, μόλις τοῦ Συμεὼν ἐν ∆ορο στόλῳ σωθέντος, ὃ καὶ ∆ρίστα καλεῖται. νικήσαντες οὖν οἱ Τοῦρκοι ᾐτήσαντο τὸν βασιλέα τοὺς κατασχεθέντας ὑπ' αὐτῶν αἰχμαλώτους ὠνήσασθαι· πρὸς ὃ καὶ κατανεύσας τοὺς πολίτας 2.256 ἐξαπέστειλεν εἰς τὴν τούτων ἐξώνησιν. θραυσθεὶς οὖν ὁ Συμεὼν διὰ τοῦ δρουγγαρίου Εὐσταθίου τὸν βασιλέα ἱκέτευε περὶ τῆς εἰ ρήνης· πρὸς ἣν ὑπεῖξεν ὁ βασιλεύς, καὶ τὸν Χοιροσφάκτην Λέοντα ἐπὶ τῷ ποιήσασθαι ἐξαπέστειλε τὰς σπονδάς, καὶ ὁ δομέ στικος τῶν σχολῶν ὁ Φωκᾶς καὶ ὁ δρουγγάριος ὑποστρέψαι μετὰ τοῦ λαοῦ ἐκελεύσθησαν. ὁ δὲ Συμεὼν ἀπελθόντα πρὸς αὐτὸν τὸν Χοιροσφάκτην Λέοντα ἐν εἱρκτῇ κατέσχε, μηδὲ λόγου αὐτὸν ἀξιώσας. ἐκστρατεύσας δὲ βαρεῖ στρατῷ κατὰ τῶν Τούρκων, μὴ δυνηθέντος τοῦ βασιλέως διὰ τὸ αἰφνίδιόν τε καὶ ἀπροσδόκητον βοήθειαν αὐτοῖς παρασχεῖν, αὐτούς τε ἐτρέψατο καὶ τὴν χώραν πᾶσαν κατέδραμε. γαυριῶν δ' ἐπὶ τῇ νίκῃ καὶ φρυαττόμενος ἔγραψε πρὸς τὸν βασιλέα μὴ πρότερον ποιῆσαι εἰρήνην πρὶν ἂν ἀπολήψεσθαι τοὺς αἰχμαλώτους