391
Βουλγάρους. ἐπένευσε δὲ πρὸς τοῦτο ὁ βασιλεύς. ἦλθεν οὖν μετὰ τοῦ Χοιροσφάκτου Θεόδω ρός τις οἰκεῖος ὢν τῷ Συμεών, καὶ παρειλήφει πάντας.
Ἐξόχως δὲ τὸν δομέστικον Νικηφόρον τὸν Φωκᾶν ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον ὁ βασιλεοπάτωρ Ζαουτζᾶς γαμβρὸν ἐσπού δαζε ποιῆσαι. ἀπαναινομένου δὲ πρὸς τοῦτο καὶ ὀργὴν ὑποπτεύον τος ἐκ βασιλέως, θυμωθεὶς ὁ Ζαουτζᾶς καὶ αἰτίαν κατ' αὐτοῦ ῥάψας παρέλυσε τοῦτον τῆς ἀρχῆς, προβαλόμενος ἀντ' αὐτοῦ Κατακαλὼν μάγιστρον τὸν Ἀβίδηλαν. ἐπ' ὀλίγον δὲ σχολάσας ὁ Νικηφόρος στρατηγὸς τῶν Θρᾳκησίων προβάλλεται. ἀριστείας 2.257 δὲ πολλὰς ἐν πάσαις ταῖς αὐτοῦ ἀρχαῖς διαπραξάμενος, καὶ πολλὰ κατὰ τῶν Ἀγαρηνῶν καὶ ἄλλων ἐθνῶν στήσας τρόπαια, τελευτᾷ τὸν βίον ἐν γήρᾳ βαθεῖ, δύο παῖδας καταλιπὼν Βάρδαν καὶ Λέοντα. Ὁ δὲ βασιλεύς, μὴ θελήσαντος τοῦ Συμεὼν τὰς σπονδὰς ἐκπληρῶσαι, ἔγνω δεῖν αὐτὸν καταπολεμῆσαι καὶ τελείῳ ἀφανισμῷ παραδοῦναι. διορισάμενος τοίνυν πάντα περαιωθῆναι τὰ τῆς ἀνατολῆς τάγματά τε καὶ θέματα, παρασκευάσας δὲ καὶ τὰ δυτικὰ καὶ ἄλλον οὐκ ὀλίγον λαόν, ἐκπέμπει κατὰ τοῦ Συμεών, ἔξαρχον αὐτοῖς ἐπιστήσας καὶ ἡγεμόνα τὸν δομέστικον τῶν σχολῶν Κατα καλών, συνεπόμενον ἔχοντα καὶ τὸν πατρίκιον Θεοδόσιον καὶ πρωτοβεστιάριον. ἐρχομένῳ τοίνυν τῷ Συμεὼν συναντῶσι κατὰ τὸ Βουλγαρόφυγον, καὶ πολέμου κροτηθέντος τρέπονται Ῥωμαῖοι, καὶ πολὺς ἐγένετο φθόρος, ἀπώλετο δὲ καὶ αὐτὸς ὁ πρωτοβεστιά ριος, αἰσχρῶς τοῦ δομεστίκου μετ' ὀλίγων τινῶν ἐν τῷ Βουλγα ροφύγῳ περισωθέντος. ἀπελθόντος δὲ τοῦ βασιλέως ἐν τοῖς λε γομένοις ἀγροῖς τοῦ ∆αμιανοῦ μετὰ Ζωῆς τῆς τοῦ Ζαουτζᾶ, καὶ δόξαν αὐτῷ μεῖναι ἐκεῖ, ἐπιβουλὴν συνεστήσαντο κατ' αὐτοῦ ὁ τοῦ Ζαουτζᾶ υἱὸς Λέων, Χριστοφόρος ὁ Τζάντζης καί τινες ἄλλοι. τῆς δὲ Ζωῆς τὸν θόρυβον ἐνωτισθείσης ὁ βασιλεὺς διυ πνίσθη, καὶ εὐθὺς ἐν πλοίῳ εἰσελθὼν ἀπὸ τῶν Πηγῶν διεπέρασε κατὰ τὰ βασίλεια. καὶ Ἰωάννην μὲν τὸν τῆς βίγλας δρουγγάριον διεδέξατο ὡς ῥᾴθυμον τάχα περὶ τὴν ἑαυτοῦ φυλακήν, τὸν δὲ Ζαουτζᾶν ἀπεστρέφετο μέχρι τινός, ἕως οὗ Λέων ὁ μάγιστρος, 2.258 ᾧ Θεοδοτάκης τὸ ἐπώνυμον, φίλος ὢν ἀμφοῖν τούτους κατήλ λαξε. Τῆς δὲ Αὐγούστης Θεοφανοῦς τελευτησάσης στέφει Λέων ὁ βασιλεὺς Ζωὴν τὴν θυγατέρα τοῦ Ζαουτζᾶ, καὶ εὐλογεῖται. παρά τινος κληρικοῦ τοῦ παλατίου. καὶ ὁ μὲν εὐθὺς καθῃρέθη, ἡ δὲ μετὰ τὴν ἀναγόρευσιν ἔτος ἓν καὶ μῆνας ὀκτὼ ζήσασα ἐτελεύ τησε. λάρνακος δὲ ἑτοιμαζομένης ὥστε τὸ ταύτης ἀποτεθῆναι σῶμα, γράμματα εὑρέθησαν ἐν αὐτῇ ἐγκεκολαμμένα οὑτωσὶ διεξιόντα "θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος." Βασίλειος δὲ ὁ ἐπείκτης τοῦ βασιλέως, ἀνεψιὸς ὢν τοῦ Ζαουτζᾶ, μελετῶν κατὰ τοῦ βασιλέως τὸ ἀπόρρητον ἐκοινώσατο Σαμωνᾷ κουβικουλαρίῳ τῷ ἐξ Ἀγαρηνῶν, πίστεις λαβὼν ὡς ἀνέκφορον διαφυλάξει τὸ μυστήριον. δόντος δὲ πίστεις, ἐξέφηνεν αὐτῷ πάντα τὰ βουλευόμενα. ὁ δὲ εὐθέως ἐξιππασάμενος ἄπεισι πρὸς τὸν βασιλέα, καὶ ἰδίᾳ παραλαβὼν αὐτὸν "θέλω τί σοι εἰπεῖν, ὦ βασιλεῦ, ὅπερ ἐμοὶ μὲν ῥηθὲν ἀκίνδυνον, σοὶ δὲ σιωπηθὲν θά νατον προξενεῖ." καὶ διῆλθε πᾶσαν τὴν τοῦ Βασιλείου ἐπιβου λήν. τοῦ δὲ βασιλέως διαπιστοῦντος, ὁ Σαμωνὰς πληροφορῆσαι τοῦτον βουλόμενος δύο τινὰς τῶν οἰκειοτάτων ἐξαποστεῖλαι πρὸς τὴν αὐτοῦ οἰκίαν ᾐτήσατο, ἀξιώσας ἐν ἀποκρύφῳ στῆναι τούτους ὁπηνίκα ὁ Βασίλειος ἀφίκηται πρὸς αὐτόν, κἀπειδὰν οὗτος παρα γένηται καὶ ὁμιλῶσιν ἀλλήλοις, τὰ λεγόμενα παρ' ἀμφοῖν ἀπο 2.259 γράφεσθαι. ἐδέξατο τὸν λόγον ἡδέως ὁ βασιλεύς, καὶ πέμπει Χριστοφόρον τὸν πρωτοβεστιάριον καὶ Χαλοκυρὸν ἕνα τῶν ἑαυτοῦ προκοίτων, οἵπερ ἐν τῇ καταγωγῇ γενόμενοι τοῦ Σαμωνᾶ κἀκεῖσε κρυβέντες προσέμενον τὸ μέλλον. ἀπατηθέντος δὲ τοῦ Βασιλείου καὶ παραγενομένου πρὸς τὸν Σαμωνᾶν, τῆς διαλέξεώς τε χώραν λαμβανούσης, ἐκφανιζομένων δὲ καὶ τῶν ἀπορρήτων αὐτῷ, οἱ παρὰ τοῦ βασιλέως πεμφθέντες τὰ λεγόμενα ἀπεγράφοντο, καὶ τελευταῖον ἐκείνους ἀριστῶντας