392
καταλιπόντες κρυφίως τε ὑπεξελ θόντες ἀπῆλθον πρὸς βασιλέα τὰ γραφέντα κομίζοντες. ἀνα γνοὺς δὲ ταῦτα τὸν μὲν Βασίλειον παραυτίκα εἰς Μακεδονίαν ἀπέστειλεν, ἐπὶ διανομῇ τάχα ψυχικῶν τῆς θείας αὐτοῦ Ζωῆς, κατέσχε δὲ καὶ τὸν τῆς βίγλας δρουγγάριον διὰ τοῦ Στυπειώτου, ὑπεξήγαγε δὲ καὶ τῆς πόλεως Νικόλαον τὸν ἑταιρειάρχην. εἶτα ἀγαγὼν ἀπὸ Μακεδονίας τὸν Βασίλειον καὶ ἀνακρίνας, ἐν μέσῃ τε θριαμβεύσας τῇ πόλει, ἐν Ἀθήναις ἐξώρισε. συγκαλεσάμενος δὲ πᾶσαν τὴν σύγκλητον ἐπ' αὐτῶν, ἀνέγνω τὰ ὑπὸ τοῦ Σαμωνᾶ μηνυθέντα. οἱ δὲ τοῦτον ἐπαινέσαντες μεγίστης εἶναι τιμῆς ἄξιον προσειρήκασι. καὶ ὁ βασιλεὺς παραυτίκα τῇ τοῦ πρωτοσπαθα ρίου τοῦτον ἀξιοῖ τιμῇ, καὶ οἰκεῖον αὐτοῦ κατεστήσατο. Τελευτήσαντος δὲ καὶ τοῦ πατριάρχου Ἀντωνίου προχειρί ζεται ὁ μυστικὸς Νικόλαος, ἐπὶ συνέσει καὶ σοφίᾳ δοκῶν πρω τεύειν. Λέων δὲ ὁ βασιλεὺς μὴ δυνάμενος τὰ κατὰ τύπον ἐκτελεῖν κλητόρια Αὐγούστης μὴ οὔσης, στέφει Ἄνναν τὴν θυγατέρα Ζωῆς 2.260 τῆς τοῦ Ζαουτζᾶ. ἠγάγετο δὲ καὶ κόρην ἐκ τοῦ Ὀψικίου, ὡραίαν τε καὶ περικαλλῆ, τοὔνομα Εὐδοκίαν, ἣν δὴ καὶ ἔστεψεν. ἐγκύ μων δὲ γενομένη καὶ μέλλουσα τίκτειν ἀπέθανε καὶ αὐτὴ καὶ τὸ ἔμβρυον. τιμῶν δὲ τὴν προτέραν αὐτοῦ γαμετὴν Θεοφανὼ ὁ βα σιλεὺς ἐπ' ὀνόματι ταύτης ᾠκοδόμησε ναὸν ἀγχοῦ τῶν ἁγίων ἀπο στόλων περικαλλῆ. ἀνήγειρε δὲ καὶ ναὸν ἄλλον κατὰ τοὺς τόπους εἰς ὄνομα τοῦ ἁγίου Λαζάρου, ἐν ᾧ καὶ τὸ τοῦ ἁγίου μετακομίσας ἀπέθετο σῶμα, καὶ τῆς ἀδελφῆς αὐτοῦ Μαρίας τῆς Μαγδαληνῆς, ἐξ Ἐφέσου μετακομίσας. τοῦ δὲ στόλου ἐν ταῖς τοιαύταις κτίσε σιν ἀπασχολουμένου, ὁ τῶν Ἀγαρηνῶν στόλος τὸ ἐν Σικελίᾳ ἐξε πολιόρκησε Ταυρομένιον, καὶ πολὺς τῶν Ῥωμαίων ἐγένετο φόνος. κατεσχέθη δὲ καὶ ἡ νῆσος Λῆμνος ὑπὸ τῶν Ἀγαρηνῶν, καὶ ἠνδρα ποδίσθη λαὸς οὐκ ὀλίγος. Συνήθους δὲ προελεύσεως γενομένης κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐν τῷ ναῷ τοῦ ἁγίου Μωκίου, ἀπῆλθε μετὰ προόδου καὶ Λέων ὁ βασιλεύς. ἐν δὲ τῷ μέλλειν εἰσοδεύειν καὶ πλησίον γενέσθαι τῶν ἁγίων θυρῶν ἄνθρωπός τις ἐκπεπηδηκὼς ἐκ τοῦ ἄμ βωνος ῥάβδῳ παχείᾳ καὶ ἰσχυρᾷ ἔπαισεν αὐτὸν κατὰ κεφαλῆς. καὶ ἐθανάτωσεν ἂν παρευθύ, εἰ μὴ τὸ ἄκρον τῆς ῥάβδου τῷ αἰω ρημένῳ λύχνῳ προσκεκρουκὸς τῆς βιαίας μικρὸν ἀνεσχέθη φορᾶς. αἵματος δὲ σφοδροῦ ἐκ τῆς τοῦ βασιλέως καταρρέοντος κεφαλῆς ταραχή τε καὶ φυγὴ τῶν ἀρχόντων ἐγένετο. Ἀλέξανδρος δὲ ὁ τοῦ 2.261 βασιλέως ἀδελφὸς νόσον σκηψάμενος οὐ παρῆν ἐν τῇ εἰσόδῳ, καὶ δέδωκεν ὑπόνοιαν τοῖς πολλοῖς τὴν τοιαύτην ἐπιβουλὴν αὐτὸς συρ ράψαι. ὁ δὲ τὸν βασιλέα πλήξας κατασχεθεὶς καὶ πολλὰς ὑπο μείνας βασάνους, ἐπεὶ μηδένα καθωμολόγει συνίστορα, χεῖρας καὶ πόδας ἐκτμηθεὶς ἐν τῇ τοῦ ἱππικοῦ ἐκαύθη Σφενδόνῃ. ἐσχό λασε δ' ἔκτοτε καὶ ἡ τοιαύτη προέλευσις, κἂν ὁ σοφώτατος μονα χὸς Μάρκος, οἰκονόμος ὢν τῆς τοιαύτης μονῆς, ὁ τὸ τετραῴδιον τοῦ μεγάλου σαββάτου ἀναπληρώσας τοῦ κυροῦ Κοσμᾶ, πολλὰ κατεδεήθη τοῦ βασιλέως. τούτου γὰρ δεομένου καὶ τοῦ βασι λέως ἀπαναινομένου, φησὶν ὁ μοναχὸς "μὴ ὀργίζου μηδὲ χαλέ παινε, ὦ βασιλεῦ· προγεγραμμένον γὰρ ἦν παθεῖν σε παρὰ τοῦ προφήτου ∆αβίδ, εἰρηκότος «ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.» δεῖ οὖν σε, δέσποτα, ἀπὸ τοῦ νῦν ἐπ' ἄλλα δέκα ἔτη κα τασχεῖν τὴν βασιλείαν." ὃ δὴ καὶ γέγονεν· ἀπέθανε γὰρ κατ' αὐτὴν τὴν ἡμέραν μετὰ δέκα χρόνους ἐν ᾗ καὶ ἐπλήγη. Ἠγάγετο καὶ τετάρτην γυναῖκα Λέων ὁ βασιλεύς, Ζωὴν τὴν Καρβωνοψίναν, ἥτις ἐβίω χρόνον συχνὸν μετ' αὐτοῦ ἀστεφής. τῶν δὲ Βουλγάρων ταῖς ἐφόδοις Ῥωμαίους ἐπιτριβόντων, οἱ ἐξ Ἄγαρ μαθόντες τοῦτο στόλον ἐξαρτύσαντες κατὰ τῶν παραλίων τῆς ἀρχῆς Ῥωμαίων ἐκπέμπουσιν, ἐπιστήσαντες τῷ στόλῳ ναύαρ χον Λέοντα τὸν Ἀτταλέα, τὴν Χριστιανῶν ἐξομοσάμενον πίστιν, 2.262 κἀν τῇ τριπόλει οἰκήσαντα κἀξ αὐτῆς εἰληφότα τὴν προσηγορίαν. ἔφθασε δὲ τὸν βασιλέα ἡ περὶ τοῦ Τριπολίτου ἀγγελία κατὰ τὸ