393
ἐμπόριον τοῦ Βοαιτίου, ἐκεῖσε γενόμενον ἐπὶ τῷ ἀνακαινίσαι τὴν μονὴν Χριστοφόρου πρωτοβεστιαρίου αὐτοῦ. προσετίθεσαν δ' οἱ ἀγγελιαφόροι ὡς κατ' αὐτῆς ἔχει τὴν ὁρμὴν τῆς βασιλίδος. πέμ πει οὖν ὁ βασιλεὺς Εὐστάθιον τὸν τηνικαῦτα δρουγγάριον τῶν πλωΐμων μετὰ τοῦ στόλου, ὃς μὴ δυνηθεὶς ἀντιτάξασθαι τῷ Τριπολίτῃ ὑπεστράφη κενός. ἑπόμενος δὲ τούτῳ ὁ Τριπολίτης εἰσῆλ θεν εἰς τὰ στενὰ τοῦ Ἑλλησπόντου, καὶ μέχρι τοῦ Παρίου κατέ λαβεν. ὅπερ τῷ βασιλεῖ ἀγγελθὲν εἰς μεγάλην ἐνέβαλεν ἀθυμίαν καὶ ταραχήν. Ἱμερίῳ γοῦν τῷ πρωτοασηκρῆτις τὴν ναυτικὴν ἐγ χειρίσας δύναμιν κατὰ τοῦ Τριπολίτου ἀπέστειλεν, ὃς Ἄβυδον διελθὼν καὶ τὸ Αἰγαῖον πέλαγος Στροβήλῳ προσορμίζει, εἶτα καταίρει πρὸς Ἴμβρον. Σαμοθρᾴκην δὲ διαβὰς κατέλαβε τοὺς πολεμίους ναυλοχοῦντας ἐν Θάσῳ. πλὴν πλήθει τε καὶ προθυμίᾳ ὑπερέχοντας αὐτοὺς ἰδὼν οὐδὲ πλησιάσαι τούτοις τετόλμηκεν. ὁ δὲ Τριπολίτης ὀπισθόρμητος γεγονὼς καὶ κατὰ Θεσσαλονίκην γενό μενος ταύτην ἐπολιόρκησε, κατασχεθέντος καὶ Λέοντος τοῦ στρα τηγοῦ ἐν αὐτῇ, ᾧ Χατζιλάκιος τὸ ἐπώνυμον. ἐγένετο δὲ χύσις αἱμάτων πολλὴ καὶ αἰχμαλωσία. Ῥοδόφυλλος δέ τις κουβικου λάριος κατά τινα χρείαν ἐν Σικελίᾳ πεμφθεὶς μετὰ χρυσίου λι τρῶν ἑκατόν, νόσῳ περιπεσὼν ἐν Θεσσαλονίκῃ εἰσῆλθεν ἐφ' ᾧ 2.263 ἐπιμελείας ἀξιωθῆναι. ὅνπερ κατασχὼν ὁ Τριπολίτης καὶ πολλὰ βασανίσας διὰ τὸ χρυσίον ἀπέκτεινε μηδὲν ἔχειν ἰσχυριζόμενον· τοῦτο γὰρ ἔτυχε καταλιπὼν ἐν τῇ ὁδῷ, ὅπερ Συμεὼν ἀσηκρῆτις διερχόμενος ἀνείλετο. καὶ τοῦ Τριπολίτου βουληθέντος κατα στρέψαι τὴν πόλιν, ὁ Συμεὼν λαβεῖν αὐτὸν χρυσίον ἐμήνυσε καὶ τῆς καταστροφῆς ἀποσχέσθαι. ὃ καὶ γέγονε, καὶ λαβὼν τὸ χρυ σίον ὁ Τριπολίτης ὑπενόστησεν. ἀποδεξάμενος δὲ τὸν Συμεὼν τοῦ ἔργου ὁ βασιλεὺς πατρίκιον καὶ πρωτοασηκρῆτιν τοῦτον τετί μηκε. πυθόμενος δὲ τὴν τῶν Σαρακηνῶν ἀποστροφὴν ὁ ναύαρ χος Ἱμέριος πρὸς τὴν κατ' αὐτῶν διανίσταται δίωξιν. οἱ δὲ τῇ Κρήτῃ προσίσχουσι, καὶ ἀπόμοιραν δόντες τοῖς Κρησὶ τῆς λείας ἀβλαβεῖς οἴκαδε ἀπενόστησαν, ἄπρακτον ἐν Λήμνῳ καταλιπόντες τὸν Ἱμέριον.
Ὁ δὲ βασιλεὺς πρὸς τὴν ἕω δύο γενναιοτάτω ἐκπέμπει στρα τηγώ, Εὐστάθιόν τε τοῦ γένους τῶν Ἀργυρῶν καταγόμενον καὶ Ἀνδρόνικον τὸν ἐκ τοῦ ∆ουκός, οἵτινες πολλὰ τρόπαια ἐστήσαντο κατὰ τῶν Ἀγαρηνῶν. Σαμωνᾶς δὲ ὁ τὴν ἐπιβουλὴν καταμηνύσας τῷ βασιλεῖ, διαφερόντως τιμώμενος τῷ βασιλεῖ, ἐξελθεῖν ἐν τῇ αὐτοῦ μονῇ προφασισάμενος φυγῇ ἐχρήσατο ἅμα χρήμασι καὶ ἵπποις, τοὺς ἐν ἑκάστῳ σταθμῷ δημοσίους ἵππους ἀγκυλοκοπῶν. ἀποστέλλει οὖν ὁ βασιλεὺς καταδιῶξαι αὐτὸν Βασίλειον ἑταιρειάρ χην τὸν Καματηρὸν καὶ τὸν Κρηνίτην Γεώργιον. ἤδη δὲ τὸν 2.264 Ἅλυν διαπερῶντα τὸν Σαμωνᾶν κατέλαβε Νικηφόρος δρουγγάριος ὁ Καμινᾶς, καὶ κατέσχεν ἱκετεύοντα πολλὰ καὶ ὑπισχνούμενον δώσειν. ἐπεὶ δὲ οὐκ ἔπειθεν, εἰς τὸν ἐν τῷ Σιραχᾷ καταφεύγει σταυρὸν εὐχῆς χάριν ἐληλυθέναι προφασισάμενος. ἐλθὼν οὖν Κωνσταντῖνος ὁ τοῦ Ἀνδρονίκου τοῦ ∆ουκὸς υἱὸς καὶ τοῦτον ἀναλαβὼν ἐν τῇ πόλει ὑπέστρεψεν. εἰσελθόντων δὲ ἐν τῇ Κωνσταν τινουπόλει, τὸν μὲν ἐν τῇ τοῦ Καίσαρος τοῦ Βάρδα οἰκίᾳ φυλάτ τεσθαι προσέταξεν ὁ βασιλεύς, Κωνσταντίνῳ δὲ τῷ ∆ουκί, ἐπεί περ ἐπληροφορήθη ὡς ταῖς ἀληθείαις προσφεύγων ἦν ἐν Μελιτηνῇ ὁ Σαμωνᾶς, παρήγγειλε μὴ τοῦτο ἐνώπιον τῆς συγκλήτου εἰπεῖν, ἀλλ' ὅτι τῷ Σιραχᾷ χάριν εὐχῆς ἀπῄει· ἐβούλετο γὰρ συγγνώμης τοῦτον τυχεῖν. ἕωθεν δὲ προσκαλεσάμενος τὴν σύγκλητον καὶ εἰς μέσον τὸν Κωνσταντῖνον παραγαγὼν ἠρώτα μεθ' ὅρκων, οὑτωσὶ λέγων "πρὸς τοῦ θεοῦ καὶ τῆς ἐμῆς κεφαλῆς, ἔφευγεν ἐν Συρίᾳ ὁ Σαμωνᾶς ἢ οὐ;" ὁ δὲ τοὺς ὅρκους εὐλαβηθεὶς (παρηγγέλθη γὰρ ἄνευ ὅρκων πρῶτον τὴν ἀλήθειαν ἀποκρύψασθαι) ὡμολόγησε πάντων ἐνώπιον ὅτιπερ εἰς τὴν ἑαυτοῦ πατρίδα ἀπῄει Μελιτηνήν. ὁ δὲ βασιλεὺς τὸν μὲν Κωνσταντῖνον μετ' ὀργῆς ἀπεπέμψατο, τὸν δὲ Σαμωνᾶν ἐν τοῖς τοῦ Καίσαρος