394
κατέχεσθαι διωρίσατο. καὶ μετὰ ταῦτα ἐκεῖθέν τε ἐξεβλήθη καὶ τῆς προτέρας ἠξιώθη τιμῆς. Ἐτέχθη δὲ τῷ βασιλεῖ ἀπὸ Ζωῆς τῆς τετάρτης αὐτοῦ γαμε τῆς παιδίον ἄρρεν, οὗπερ ἐν τῇ γεννήσει κομήτης ἐφάνη, τὰς 2.265 ἀκτῖνας ἐπ' ἀνατολὰς ἀφιεὶς καὶ λάμπων ἄχρι τεσσαράκοντα ἡμε ρῶν. ἐβάπτισε δὲ τὸ παιδίον ἐν τῇ ἁγίᾳ σοφίᾳ Νικόλαος ὁ πα τριάρχης, ἀναδεξαμένων αὐτὸ ἀπὸ τοῦ ἁγίου βαπτίσματος Ἀλε ξάνδρου τοῦ αὐταδέλφου τοῦ βασιλέως, τοῦ πατρικίου Σαμωνᾶ καὶ τῶν τῆς συγκλήτου ἐξόχων. εὐλογήθη δὲ μετὰ Ζωῆς ὁ Λέων ὑπὸ Θωμᾶ πρεσβυτέρου, ὅστις καὶ καθῃρέθη, καὶ Αὐγοῦσταν αὐτὴν ἀνηγόρευσε. διὰ ταύτην οὖν τὴν αἰτίαν ὁ πατριάρχης εἰς τὴν ἐκκλησίαν εἰσέρχεσθαι ἐκώλυε τὸν βασιλέα, ὅθεν διὰ τοῦ δεξιοῦ μέρους διήρχετο εἰς τὸ μιτατώριον. προεβλήθη δὲ καὶ ὁ πατρίκιος Σαμωνᾶς παρακοιμώμενος, πρὸς πᾶσαν παρανομίαν καὶ κακίαν συνεργὸς αὐτοῦ καθεστὼς δεξιώτατος. παρεσκεύασε γὰρ τὸν βασιλέα ἀναγκάσαι τὸν πατριάρχην καὶ ἄκοντα προσδέξασθαι αὐτὸν ἐν τῇ ἐκκλησίᾳ. ὁ δὲ κατὰ τὴν ἀρχὴν τοῦ Φεβρουαρίου μηνὸς μεταπεμψάμενος αὐτὸν λιπαρῶς ἐδεῖτο προσδεχθῆναι. ἐπεὶ δὲ μὴ προσίετο τὴν ἔντευξιν, ἀπὸ τοῦ λεγομένου Βουκολέοντος πλοίῳ μακρῷ ἐμβιβάσαντες διαπερῶσιν ἐν τῇ Ἱερείᾳ, ἀφ' ἧς πεζῇ τὴν ὁδοιπορίαν ποιούμενον ἄγουσιν εἰς τὸ παρ' αὐτοῦ κτισθὲν μο ναστήριον τῶν Γαλακρηνῶν. οὐ πολὺς παρῆλθε καιρός, καὶ χειροτονεῖται πατριάρχης ὁ σύγκελλος Εὐθύμιος, ἀνὴρ θεοσεβὴς καὶ ἀρετῆς ἥκων εἰς τὸ ἀκρότατον. φασὶ δ' ὅτι καὶ ἀπαναινό μενος τὴν ἱερωσύνην θείᾳ ἀποκαλύψει ἐπείσθη αὐτὴν καταδέξα σθαι. διενοεῖτο δὲ ὁ βασιλεύς, πολλῶν ἐλλογίμων ἀνδρῶν εἰς τοῦτο συνεργούντων αὐτῷ, νόμον θεῖναι τοῦ ἄγεσθαι τὸν ἄνδρα 2.266 κατὰ ταυτὸν τρεῖς ἢ καὶ τέτταρας γυναῖκας. ἀλλὰ τοῦτο μὲν πάσῃ σπουδῇ διεκώλυσεν ὁ πατριάρχης. Ἰουνίῳ δὲ μηνὶ προσεκλήθη Λέων ὁ βασιλεὺς παρὰ Κων σταντίνου τοῦ Λιβὸς εἰς τὴν καινουργηθεῖσαν παρ' αὐτοῦ μονὴν ἔγγιον τῶν ἁγίων ἀποστόλων, ἐφ' ᾧ τὰ ἐγκαίνια ἐπιτελέσαι καὶ ἀριστῆσαι. ἐξαίφνης οὖν ἔπνευσεν ἄνεμος λὶψ σφοδρός, καὶ συνέσεισεν οἰκοδομὰς πολλάς, καὶ συνετάραξε τοὺς ἀνθρώπους καὶ ἐξεφόβησεν, ὡς πάντας φεύγειν ἐκ τῶν οἰκιῶν εἰς τὰ ὕπαιθρα. ὄμβρος δ' ἐπιγενόμενος ἔστησε τὴν τοιαύτην καταιγίδα. στόλου δὲ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων ἐξελθόντος, ὁ βασιλεὺς Ἱμέριοντὸν λογοθέτην τοῦ δρόμου ἀρχηγέτην τοῦ Ῥωμαϊκοῦ κατέστησε στόλου. προσετάχθη δὲ καὶ Ἀνδρόνικος ὁ ∆οὺξ συνεισελθεῖν αὐτῷ καὶ ἀγωνίσασθαι κατὰ τῶν Ἀγαρηνῶν. ὁ δὲ Σαμωνᾶς τῷ τῶν ∆ουκῶν γένει ἀκατάλλακτος ὢν ἐχθρὸς διὰ τὴν παρὰ τοῦ Κωνσταντίνου κατάσχεσιν, ὑποθείς τινι τῶν Ἀνδρονίκου φίλων ἔπεισε γράψαι λαθραίως μὴ ἐν τοῖς πλοίοις εἰσελθεῖν, τοῦ Ἱμερίου παράγγελμα ἔχοντος ἐκ βασιλέως ὑποβολῇ τοῦ Σαμωνᾶ ἐκτυφλῶ σαι αὐτόν. ὡς οὖν ἐδέξατο τὸ γράμμα, οὐκ ἤθελε τῷ Ἱμερίῳ συνεισελθεῖν. διὸ καὶ μόνος ἠναγκάσθη κατὰ τὴν ʹ τοῦ Ὀκτω βρίου μηνὸς συμβαλεῖν τοῖς ἐχθροῖς. καὶ συμβαλὼν ἐτρέψατο κατὰ κράτος καὶ ἠφάνισε. τοῦτο μαθὼν ὁ Ἀνδρόνικος καὶ τοῖς ὅλοις ἀπεγνωκώς, συσκευασάμενος ἅμα συγγενέσι καὶ δούλοις αὐ τοῦ ἀπελθὼν κατέσχε τι φρούριον ἄνωθεν τοῦ Ἰκονίου διακείμενον, 2.267 ὃ Καβάλαν ὠνόμαζον, καὶ εἰς ἀποστασίαν ἔβλεψεν. οὐκ ἀνίει δ' ὁ Σαμωνᾶς ἀφορμῆς δραξάμενος καὶ παροξύνων καὶ συνταράσ σων τὸν βασιλέα, καὶ λέγων ὡς ἐγὼ πάλαι κατανενοήκειν τὸν ἄν θρωπον, καὶ ὡς ἀποστασίαν ὠδίνει καὶ ὡς χρὴ προκαταλαβεῖν τὰς ὁρμὰς αὐτοῦ. ἐπεὶ δὲ τῇ σῇ μελλήσει, ὦ βασιλεῦ, παρεῖται μὲν ὁ ἐπιτήδειος καὶ ῥᾷστος καιρὸς καὶ ᾤχετο ἐκ μέσων ἡμῶν τῶν χει ρῶν ὁ πολέμιος, τὸν δεύτερον κἂν πλοῦν ποιητέον, μὴ καὶ λάθῃ δράσας τι μᾶλλον ἢ παθών. τούτοις τοῖς λόγοις ὥσπερ τινὶ πλή κτρῳ νυγεὶς ὁ βασιλεὺς τὸν Ἰβηρίτζην Γρηγορᾶν, δομέστικον τῶν σχολῶν καὶ κηδεστὴν Ἀνδρονίκου τυγχάνοντα, μετὰ δυνάμεως ἁδρᾶς ἀποστέλλει κατ' Ἀνδρονίκου. ὅπερ μαθὼν ἐκεῖνος, καὶ ὡς ὁ πατριάρχης Νικόλαος, ᾧ τὰ πολλὰ