395
ἐθάρρει, ἐξεβλήθη τῆς ἐκκλησίας, καταλιπὼν τὴν Καβάλαν πανοικὶ προσέφυγε τοῖς Ἀγα ρηνοῖς· ὃν ὁ ἀμερμουμνῆς ἐντίμως καὶ μεγαλοπρεπῶς ἐδέξατο. ἀναλογισάμενος δ' ὁ βασιλεὺς οἷον ἀπώλεσε στρατηγὸν καὶ οἷον ἕξειν πολέμιον ἔμελλεν, ἤσχαλλε καὶ ἐδυσφόρει καὶ τρόπον ἐζήτει πῶς ἂν αὐτὸν τοῖς Ῥωμαίοις ἐπανασώσηται. ἐγένετο οὖν γράμμα βασιλικὸν πᾶσάν τε ἀμνηστίαν αὐτῷ κακῶν χαριζόμενον, τὴν οἴκαδέ τε ἐπιστροφὴν ἐπιτρέπον, καὶ τὴν προτέραν εὐημερίαν καθυπι σχνούμενον καὶ μυρίας ἄλλας δωρεὰς καὶ εὐεργεσίας· ὅπερ ἑλί ξαντες κηρῷ λαμπάδι προσεοικότι διδοῦσί τινι τῶν Σαρακηνῶν ἀπὸ τοῦ πραιτωρίου ἐκβληθέντι καὶ μεγαλοπρεπῶς φιλοφρονη θέντι, ἐπισκήψαντες ἀπελθεῖν ἐν Συρίᾳ καὶ ἐγχειρίσαι τοῦτο τῷ 2.268 Ἀνδρονίκῳ. ἀπελθόντα γοῦν τὸν Σαρακηνὸν προσλαβόμενος ἰδίᾳ ὁ Σαμωνᾶς "οἶδας ὃ κατέχεις;" ἠρώτα, τὸν κηρὸν αἰνιξάμενος. ἀγνοεῖν δ' ἐκείνου φήσαντος "ὁ δοθείς σοι κηρός, ὦ φίλος," ἔφη, "τῆς Συρίας ἐστὶν ἡ ἀπώλεια· καὶ εἴ τι κήδῃ τοῦ ἔθνους τοῦ σοῦ καὶ τῶν ὁμοπίστων, χερσὶ κατάθου τοῦτο τοῦ οὐζήρ." ὥστε δὲ διακονῆσαι τοῖς ὑπ' αὐτοῦ παραγγελθεῖσι, καὶ δώροις αὐτὸν με γίστοις πολυτελῶς ἐφιλοφρονήσατο. ἀπελθὼν οὖν ὁ Σαρακηνὸς ἐνεχείρισε τῷ οὐζὴρ τὸν κηρόν· ὃν καθελὼν ἐκεῖνος καὶ τὸ γραμ μάτιον εὑρών, καὶ τὸν ἐν τούτῳ κείμενον ἀναλεξάμενος νοῦν, ἀπήγγειλε τῷ ἀμερμουμνῇ. καὶ εὐθὺς Ἀνδρόνικον καὶ τοὺς σὺν αὐτῷ τὸ δεσμωτήριον ὑπεδέχετο. ἐπὶ πολὺ οὖν κακουχούμενοι, καὶ μὴ φέροντες τὰ ἐκ τῆς φυλακῆς λυπηρά, ἠναγκάσθησάν τινες τὴν οἰκείαν ἐξομόσασθαι πίστιν. ὁ μὲν οὖν Ἀνδρόνικος οὕτω καὶ τὸν βίον κατέλυσε. Κωνσταντῖνος δὲ ὁ τούτου υἱὸς πρὸ τοῦ θανεῖν ἐκεῖνον, εἰδήσει καὶ τοῦ πατρός, συσκευασάμενος μετὰ καί τινων ἄλλων τῶν περὶ αὐτὸν (ἐτύγχανον γὰρ συχνοὶ μετ' αὐτοῦ ἔτι ἐν τῇ φρουρᾷ ἐγκαθειργμένοι διὰ τὸ μὴ θελῆσαι τὸ οἰκεῖον ἀπώμοτον θέσθαι σέβας) τὰ δεσμὰ διαρρήξαντες ἐξέρχονται τῆς φυλακῆς, καὶ καλωδίῳ ἑαυτοὺς καθιμήσαντες ἵππων τε εὐπορήσαντες ἀπεδί δρασκον. στρατιωτῶν δὲ πεμφθέντων εἰς τὴν κατάσχεσιν τούτων, νῦν μὲν ὑποστρέφοντες καὶ πολεμοῦντες νῦν δὲ χρυσίον ῥιπτοῦντες ἀπεσκευάζοντο τοὺς διώκοντας, καὶ οὕτως ἴσχυσαν ἐπιβῆναι τῶν ὁρίων Ῥωμαίων. ταχὺ μὲν οὖν ὁ βασιλεὺς τὸν Κωνσταντῖνον 2.269 μετεπέμψατο, καὶ ὡς αὐτὸν ἀγαγὼν δώροις αὐτὸν παντοίοις καὶ τοὺς περὶ αὐτὸν ἐφιλοφρονήσατο. πληρωθείσης δὲ τῆς ἐντυχίας, ἐν τῷ μέλλειν ἀπὸ τοῦ χρυσοτρικλίνου ἐξιέναι τὸν Κωνσταντῖνον (ἐκεῖσε γὰρ ἐποιήσατο τὴν αὐτοῦ δοχὴν ὁ βασιλεὺς) ὑποστρέψαι κελεύσας αὐτόν, ἐνατενίσας πρὸς τὰς ἐστηλωμένας ἄνωθεν τῆς πύλης εἰκόνας τοῦ Χριστοῦ καὶ τῆς θεομήτορος ὁ βασιλεύς, τάδε πρὸς τὸν Κωνσταντῖνον εἰρήκει "μή σε πλανάτω, ὦ Κωνσταντῖνε, τὸ ὄνομα, μηδὲ διὰ τοῦτο οἴου κατάρξειν Ῥωμαίων· ἡ βασιλεία γὰρ τῷ ἐμῷ υἱῷ Κωνσταντίνῳ ἐκ θεοῦ τεταμίευται, καὶ τοῦτό μοι δῆλον γέγονεν ἐκ προρρήσεων θείων ἀνδρῶν καὶ προορᾶν τὰ μέλ λοντα διὰ καθαρότητος κτησαμένων. ἔμμενε γοῦν τῇ δοθείσῃ σοι τάξει, καὶ μὴ φαντάζου τὰ ὑπὲρ σεαυτόν. ἢ μὴν ἴσθι ὡς τυ ραννήσαντος ἡ κεφαλή σου σώματος ἄτερ διὰ τῆσδε τῆς πύλης εἰσελεύσεται." ὃ καὶ γέγονεν ὕστερον· μετὰ θάνατον γὰρ τοῦ Λέοντος τυραννήσας ὁ Κωνσταντῖνος ἀνῃρέθη ἐν τῷ τοῦ γενικοῦ σεκρέτῳ, καὶ διὰ τῆς ῥηθείσης πύλης λύθρῳ καὶ αἵματι σταζο μένη ἡ τούτου κεφαλὴ εἰσήχθη εἰς τὰ βασίλεια. Ὁ δὲ βασιλεὺς διά τινα ὑπόνοιαν Εὐστάθιον μάγιστρον τὸν Ἀργυροῦν μετεκίνησε τῆς ἀρχῆς (ἦν γὰρ δρουγγάριος τῆς βίγλας), ὃς καὶ ἀπιὼν οἴκαδε φαρμάκῳ κατεργασθεὶς ἐτελεύτησε, πολὺν πόθον αὐτοῦ τῷ τε στρατῷ καὶ τῷ στόλῳ καταλιπών, μεμνημένοις τῶν ἀνδραγαθημάτων αὐτοῦ. ἐτάφη δὲ κατὰ τὸ Χαρσιανὸν ἐν τῇ μονῇ τῆς ἁγίας Ἐλιζάβετ, ἣν Λέων ὁ πάππος αὐτοῦ ἐκαι 2.270 νούργησεν, ὃς καὶ τὸ τῶν Ἀργυρῶν ἐπίθετον ἐκληρώσατο πρῶτος, εἴτε διὰ καθαρότητα βίου, εἴτε καὶ δι' εὐπρέπειαν σώματος, εἴτε καὶ διά τινα τρόπον τῆς αὐτοῦ γενναιότητος· τοσοῦτον γὰρ περιῆν ὁ