396
ἀνὴρ τῶν ἐπὶ τοῦ Μιχαὴλ γενομένων ἀνθρώπων ὥστε μόνος μετὰ τῶν οἰκογενῶν συνερρήγνυτο τοῖς ἐκ Τεφρικῆς Μανιχαίοις καὶ τοῖς ἐκ Μελιτηνῆς Ἀγαρηνοῖς, καὶ τούτους ῥᾳδίως ἐτρέπετο. καὶ τὸ ὄνομα αὐτοῦ μόνον φημιζόμενον φόβητρον ἦν πᾶσι τοῖς ἀντιπάλοις. Χάριν δὲ ἀλλαγίου ἐκπεμφθέντες ἀπό τε Ταρσοῦ καὶ Μελι τηνῆς ὅ τε Ἀβελβάκης ἐκεῖνος καὶ ὁ τοῦ Σαμωνᾶ πατὴρ κατέλαβον τὴν βασιλεύουσαν. καὶ τούτους ὁ βασιλεὺς ἐδέξατο μεγάλην δοχὴν ποιήσας καὶ κόσμῳ πολλῷ τὴν Μαγναύραν κατακοσμήσας. ἐκαλλώπισε δὲ καὶ τὴν μεγάλην ἐκκλησίαν πολυτελῶς, καὶ εἰσ ήγαγε τούτους ἐκεῖσε, καὶ τὰ τίμια ὑπέδειξεν ἅπαντα καὶ τὰ τῇ θείᾳ λατρείᾳ λειτουργοῦντα σκεύη. τοῦτο δὲ ἀνάξιον ἦν Χρι στιανικῆς καταστάσεως, ἀλλοφύλοις ἀνθρώποις καὶ ἀλλοπίστοις ἐκθεατὰ ποιεῖν τὰ καὶ τοῖς μὴ καλῶς βιοῦσιν εὐσεβέσιν ἀνθρώποις ἀθέατα. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ τὴν παρρησίαν, ἣν ὁ τούτου υἱὸς ἔσχε πρὸς βασιλέα καὶ τὴν τιμὴν θεασάμενος καὶ τὴν δόξαν, ᾑρετίσατο συνεῖναι τῷ υἱῷ, Μελιτηνὴν τὴν πατρίδα ἀπαρνησά μενος. Σαμωνᾶς δὲ οὐ συνεχώρει, παρῄνει δὲ μᾶλλον εἰς τὰ οἰκεῖα ὑπονοστῆσαι καὶ τῆς ἰδίας ἔχεσθαι πίστεως, προσμένειν δὲ καὶ αὐτόν, εἰ καιροῦ λάβοιτο, ἐκεῖσε γενέσθαι. τῆς δὲ ἑορτῆς ἐπιστάσης ἐν ᾗ τὸ πνεῦμα τὸ ἅγιον ἐν πυρίναις γλώσσαις τοῖς ἀπο 2.271 στόλοις ἐφοίτησεν, ἔστεψε τὸν οἰκεῖον υἱὸν Κωνσταντῖνον ὁ βασι λεὺς διὰ Εὐθυμίου τοῦ πατριάρχου. σπεύδων δὲ ὁ Σαμωνᾶς τὴν τῆς βασιλίδος πρὸς ἑαυτὸν ἐπισπάσασθαι εὔνοιαν, Κωνσταντῖνον τὸν ἑαυτοῦ ὑπηρέτην ἐκτομίαν ὄντα καὶ τῆς τῶν Παφλαγόνων ὁρ μώμενον χώρας τῇ Αὐγούστῃ παρέσχεν ὑπηρετεῖν. τοσοῦτον δὲ οὗτος ἠγαπήθη παρ' αὐτῆς καὶ Λέοντος τοῦ βασιλέως ὡς καὶ αὐ τὸν τὸν Σαμωνᾶν διερεθίσαι πρὸς φθόνον, καὶ διαλοιδορεῖσθαι αὐτῷ πρὸς βασιλέα ὡς τῇ Αὐγούστῃ τάχα πλησιάζοντι· ὅπερ ὡς ἀληθὲς πιστεύσας, ἀποστείλας ἀπέκειρεν αὐτὸν μοναχὸν ἐν τῇ τοῦ ἁγίου Ταρασίου μονῇ δι' αὐτοῦ τοῦ Σαμωνᾶ. μετ' ὀλίγον δὲ πάλιν μεταγνοὺς καὶ προσλαβεῖν τοῦτον ἐθέλων μετήγαγε δι' αὐ τοῦ τοῦ Σαμωνᾶ εἰς τὴν μονὴν τῶν Σπειρῶν. ἐν τῷ ∆αματρύϊ οὖν ἐξελθὼν ὁ βασιλεὺς καὶ ἐν τῇ τοῦ Σαμωνᾶ ἀριστήσας μονῇ, καὶ θεασάμενος Κωνσταντῖνον, εὐθέως διεκελεύσατο, καὶ ἀπέ δυσαν αὐτὸν τὰ τοῦ μονήρους βίου ἄμφια καὶ ἐνέδυσαν στολὴν κοσμικήν. καὶ εὐωχούμενός τε παρ' αὐτῷ δοθῆναί οἱ ἐκέλευσε τὸ ποτήριον ἐν τῷ ἀρίστῳ, καὶ εἰσερχόμενος ἐν τῷ παλατίῳ ἐφείλκετο καὶ αὐτὸν μετ' αὐτοῦ. ὁρῶν δὲ καὶ ὁ Σαμωνᾶς αὐξα νομένην τὴν πρὸς τὸν Κωνσταντῖνον τοῦ βασιλέως ἀγάπην ἐπι βουλὴν κατ' αὐτοῦ ῥάπτει, τόνδε συντεθειμένην τὸν τρόπον. κοινολογησάμενος Μεγίστῳ τῷ κοιτωνίτῃ καὶ Μιχαὴλ τῷ Τζιρίθωνι γραμμάτιον συντίθησι λοιδορίας ἔχον κατὰ τοῦ βασιλέως ἀπείρους, Κωνσταντίνου τοῦ Ῥοδίου, ὃς ὑπεγραμμάτευε τῷ Σα μωνᾷ, τοῦτο συνθέντος· ὅπερ γράψαντες καὶ σφραγίσαντες ἐν 2.272 τῷ μιτατωρίῳ ἔρριψαν. τοῦ δὲ βασιλέως δημοσίαν πρόοδον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ποιησαμένου, κἀν τῷ μιτατωρίῳ εἰσελθόντος, καὶ ἐν ᾧ ηὔχετο τόπῳ τοῦτο ἐρριμμένον ἰδόντος, εἰληφότος τε καὶ ἀναγνόντος, πολλὴ κατέσχεν ἀπορία τοὺς συμπαρόντας, διστά ζοντος ἑκάστου καὶ ἀγνοοῦντος τὸν ῥίψαντα. κατέσχε δὲ καὶ τὸν βασιλέα ἀθυμία πολλή, καὶ τὸν πεποιηκότα ἐζήτει. γέγονε δὲ κατὰ τὸν αὐτὸν χρόνον καὶ ἔκλειψις σελήνης μεγίστη, δι' ἣν ὁ βασιλεὺς τὸν μητροπολίτην Συνάδων μετεκαλέσατο Πανταλέοντα, τῆς ἀστρονομικῆς παιδείας ἐν μνήσει τυγχάνοντα, τὸ τῆς ἐκλεί ψεως ἀποτέλεσμα μαθεῖν ὀριγνώμενος. ὃν εἰσερχόμενον πρὸς τὸν βασιλέα ὁ Σαμωνᾶς ἰδίᾳ παραλαβὼν ἠρώτησεν εἰς τίνα τὴν κάκω σιν ἔσεσθαι, καὶ τόνδε φάναι ὅτι εἰς σέ· τὴν ιγʹ δὲ τοῦ Ἰουνίου διερχόμενος ἡμέραν οὐδὲν ἔκτοτε πείσῃ κακόν. ἐρωτηθεὶς δὲ καὶ παρὰ τοῦ βασιλέως περὶ τούτου εἶπεν ὅτι εἰς τὸ δεύτερον πρόσωπον ἡ κάκωσις ἐπισκήψει. ὑπώπτευεν οὖν ὁ βασιλεὺς δεύ τερον πρόσωπον εἶναι τὸν ἑαυτοῦ ἀδελφὸν Ἀλέξανδρον. καὶ τὰ μὲν τῆς προρρήσεως ἣν ἔσχεν