397
ἀπόβασιν, προϊὼν ὁ λόγος δηλώσει· Μιχαὴλ δὲ τοῦ Τζιρίθωνος κατ' ἰδίαν τῷ βασιλεῖ προσελθόντος καὶ καταμηνύσαντος ὡς ὁ Σαμωνᾶς εἴη τὸ πιττάκιον πεποιηκώς, παρευθὺ καταβιβάζεται εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀποκείρεται μονα χός, εἶτα ἐν τῇ μονῇ τοῦ πατριάρχου Εὐθυμίου ἀπάγεται, κἀκεῖ θεν διαλοιδορηθεὶς εἰς τὴν τοῦ Μαρτινακίου μετατίθεται. ταῦτα δὲ ἐπράχθη μήπω τῆς ὡρισμένης προθεσμίας παρὰ τοῦ μητροπο λίτου διαδραμούσης. ἐποίησε δὲ ἀντ' αὐτοῦ τὸν Κωνσταντῖνον 2.273 παρακοιμώμενον. ἔκτισε δὲ αὐτῷ καὶ μοναστήριον ἐν ταῖς Νοσ σιαῖς, ἐπ' ὀνόματι τοῦ σωτῆρος, ὃ καὶ ἐνεκαίνισεν ἅμα Εὐθυμίῳ τῷ πατριάρχῃ. Ἀγαρηνῶν δὲ ἐξελθόντων μετὰ πλοίων τριακο σίων, ὧν ἡγεῖτο ∆αμιανός τε ὁ τῆς Τύρου ἀμηρᾶς καὶ Λέων ὁ Τριπολίτης, Ἱμέριος ὁ λογοθέτης ναύαρχος ὢν τῶν Ῥωμαίωνκατὰ τὸν Ὀκτώβριον μῆνα συνήντησε τούτοις εἰς Σάμον, ἧς ἐστρατήγει Ῥωμανὸς ὁ Λακαπηνός. καὶ συμπλακεὶς τοῖς μετ' αὐτοῦ ἡττήθη, καὶ τῶν ὑπ' αὐτὸν νεῶν διασκεδασθεισῶν μόλις αὐτὸς διεσώθη εἰς Μιτυλήνην.
Κοιλιακῷ δὲ νοσήματι ληφθεὶς ὁ βασιλεύς, καὶ ἐπὶ χρόνον τῷ τοιούτῳ πάθει κατεργασθεὶς καὶ εἰς ἐσχάτην ἀδυναμίαν ἐλη λακώς, μόλις ἠδυνήθη ἐν τῷ τῆς ἐγκρατείας καιρῷ τὴν συνήθη ποιήσασθαι δημηγορίαν. συνηθροισμένης γὰρ τῆς συγκλήτου τοιούτων ἤρξατο πρὸς αὐτοὺς λόγων. "τὸ μὲν ἐμὸν σαρκίον, ὦ φίλοι, νόσῳ ἐκτρυχωθὲν ἀπέρρευσε, καὶ ἡ ἰσχὺς ἐπιλέλοιπε, καὶ τάχα οὐκέτι μεθ' ὑμῶν βιοτεύω, οὐδὲ καταλήψομαι τὴν τοῦ δεσπότου Χριστοῦ ἀνάστασιν. μίαν τοίνυν καὶ τελευταίαν ὑμᾶς αἰτῶ τήνδε τὴν χάριν, ἀπομνημονεῦσαι ἣν εἶχον πρὸς ὑμᾶς χρη στὴν διάθεσιν, καὶ ἀντὶ ταύτης εὔνοιαν τῇ ἐμῇ συζύγῳ διατηρῆσαι καὶ τῷ υἱῷ." καὶ ἡ μὲν τοῦ βασιλέως δημηγορία τοιαύτη, ἡ δὲ σύγκλητος βουλὴ ὑπέσχετο δακρυρροοῦσα καὶ μετ' ὀλοφυρμῶν λύπῃ μὲν συνέχεσθαι ἀπαραμυθήτῳ τοιούτου στερισκομένη δεσπό του καὶ βασιλέως, εὔνοιαν δὲ διατηρήσειν εἴς τε τὴν δέσποιναν καὶ τὸν ἡμέτερον δεσπότην καὶ βασιλέα καὶ σὸν υἱόν, ὥστε, εἰ 2.274 δεήσει, μυριάκις ἔμπροσθεν αὐτῶν ἀποθανεῖν. ταῦτα εἰποῦσα ἡ σύγκλητος καὶ τελευταῖον ἀσπασμὸν ἀποδοῦσα τῷ βασιλεῖ ἀπηλ λάγη. οὐ μήν γε καὶ εὐθὺς ὁ βασιλεὺς ἐτελεύτησεν, ἀλλὰ διετέ λεσε νοσηλευόμενος καὶ σφακελιζόμενος ἄχρι τῆς ιαʹ τοῦ Μαΐου μηνός, καθ' ἣν ἀπηλλάγη τοῦ βίου Ἀλεξάνδρῳ τῷ αὐτοῦ ἀδελφῷ τὰ τῆς βασιλείας παραδοὺς σκῆπτρα. ὃν ἰδών, ὥς φασι, κατὰ τὴν τελευταίαν ἐρχόμενον ἐντυχίαν εἰπεῖν λέγεται "ἴδε ὁ κακὸς και ρὸς μετὰ ιγʹ μῆνας." παραδοὺς τοίνυν, ὡς εἴρηται, τὸ τῆς βασιλείας κράτος, καὶ πολλὰ παρακαλέσας τὸν αὐτοῦ υἱὸν Κων σταντῖνον παιδοτροφῆσαι καὶ ἐπιμελείας ἀξιοῦν προσηκούσης, τε λευταῖον δὲ καὶ διάδοχον αὐτοῦ καταλιπεῖν, ἐτελεύτησεν. Ἀλέξανδρος δὲ ὁ τοῦ Λέοντος ἀδελφός, ἤδη νεανίας ὢν καὶ τὸ εἰκοστὸν τῆς ἡλικίας αὐτοῦ παραμείβων ἔτος, τοῦ Λέοντος ἀποθανόντος παρέλαβε τὰς τῆς βασιλείας ἡνίας, συμβασιλεύοντος αὐτῷ καὶ Κωνσταντίνου τοῦ παιδὸς Λέοντος. ὃς ἅμα τε ἐπέβη τῆς βασιλείας καὶ ἅμα ἐκπέμψας ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν τὸν πατριάρχην, καὶ τοῦ θρόνου καταγαγὼν Εὐθύμιον ἀνήγαγε τὸ δεύτερον τὸν Νικόλαον. καὶ ἅμα αὐτῷ καθεσθεὶς ἐν τῇ Μαγναύρᾳ, σιλεντίου γενομένου, τὴν τοῦ Εὐθυμίου καθαίρεσιν ἐποιήσατο· ὃν οἱ προσκείμενοι τῷ Νικολάῳ κληρικοὶ ἅμα τῇ 2.275 καθαιρέσει ὥσπερ ἄγριοι ἐμπηδῶντες θῆρες ἔπληττον, κονδύλους ἐνέτριβον, ἐκολάφιζον, τὴν ἱεροπρεπῆ ἀνέτιλλον γενειάδα, ἐπὶ τράχηλον ὤθουν καὶ ἄλλας ἀνυποίστους ποινὰς τούτῳ ἐπέφερον, ἐπιβάτην ἀποκαλοῦντες καὶ μοιχὸν καὶ ἀλλοτρίᾳ ἐπιπηδήσαντα γυναικί. ὁ δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ πράως ἅπαντα καὶ ἡσύχως ὑπέφερεν. ὑπερόριος οὖν ἐν τοῖς Ἀγαθοῦ σταλεὶς καὶ μετὰ μι κρὸν χρόνον ἀποβιούς, ἐν τῇ πόλει εἰσαχθεὶς θάπτεται εἰς τὴν αὐτοῦ μονήν. ὁ δὲ κληρικὸς ὁ τὰς πολιὰς αὐτοῦ τίλας, ὑπο στρέψας εἰς τὴν οἰκίαν αὐτοῦ, κατ' αὐτὴν τὴν ὥραν εὗρε ταύτην ἐμπεπρησμένην καὶ τὴν θυγατέρα αὐτοῦ