398
ἐκλελυμένην, ἥτις καὶ διήρκεσεν ἐπὶ χρόνους ἱκανοὺς μεταιτοῦσα καὶ τὰς πρὸς τὸ ζῆν ἀφορμὰς συλλέγουσα. Ὁ δὲ βασιλεὺς Ἀλέξανδρος καὶ πάλαι βίον ἁβροδίαιτον ἔχων καὶ διακεχυμένον καὶ πρὸς μόνα ἐπτοημένον τὰ κυνηγέσια καὶ τὰς ἄλλας ἀκολάστους καὶ ἐκδεδιῃτημένας τῶν πράξεων, καὶ μηδὲν ἔργον βασιλέως εἰδὼς διαπράττεσθαι, ἀλλὰ τρυφαῖς καὶ ἀσελ γείαις σχολάζειν ἠγαπηκώς, ἐπεὶ τῆς βασιλείας καὶ τῶν ὅλων ἐγέ νετο ἐγκρατής, οὐδὲν ἄξιον λόγου ἢ διενοήσατο ἢ κατεπράξατο· μοναρχήσας γὰρ Ἰωάννην τινὰ ἀγύρτην καὶ μηδενὸς ἄξιον λόγου (Λαζάρης τούτῳ ἐπώνυμον) ῥαίκτωρα πεποίηκεν, ὃς καὶ μετὰ μικρὸν κακῶς ἀπέρρηξε τὴν ζωήν, ἐν τῷ Ἑβδόμῳ σφαιρίζων ὁ κληρικός. ὡσαύτως καὶ Γαβριηλόπουλον καὶ Βασιλίτζην, συμ 2.276 παίστορας αὐτῷ ὄντας πρὸ τῆς βασιλείας καὶ τῶν ἀκολάστων πρά ξεων κοινωνοὺς καὶ θεράποντας, πλείστοις τε χρήμασι περιήντλησε καὶ εἰς πατρικιότητος τιμὴν ἀνεβίβασεν. ἐβούλετο δ', ὥς φασιν, εἰ μὴ θεὸς ἐπέσχε, τὸν Βασιλίτζην εἰς τὸν βασίλειον θρόνον ἀνα γαγεῖν καὶ Κωνσταντῖνον εὐνουχίσαι τὸν οἰκεῖον ἀνεψιόν. ὃ καὶ ἐγένετο ἄν, εἰ μὴ θεὸς μὲν πρότερον, ὡς εἴρηται, διεκώλυσεν, ἔπειθ' οἱ πρὸς Λέοντα τὸν τοῦ παιδὸς πατέρα διαφυλάττοντες εὔνοιαν, ποτὲ μὲν λέγοντες ὡς νήπιός ἐστι ποτὲ δὲ ὡς ἀσθενής, καὶ οὕτω κατὰ μικρὸν ἀποβουκολήσαντες τὸν Ἀλέξανδρον τὸν παῖδα ἐσώσαντο, τοῦ θανάτου καταλαβόντος ἐκεῖνον. ἐπὶ τού του βασιλεύσαντος ἐφάνη κομήτης ἐκ δύσεως, ὃν ξιφίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί. τοῦτον δὲ ἔλεγον αἱμάτων χύσιν προσημαί νειν ἐν τῇ βασιλίδι. Ὁ δὲ βασιλεὺς πλάνοις καὶ γόησιν ἐκδεδωκὼς ἑαυτόν, καὶ πυνθανόμενος περὶ τῆς ἑαυτοῦ βασιλείας εἰ μακροχρόνιος ἔσεται, ὑπέσχοντο μακρόβιον αὐτὸν ἔσεσθαι, εἰ ὁ ἐν τῷ ἱππικῷ ἑστηκὰς σύαγρος ὁ χαλκοῦς, αἰδοῖα καὶ ὀδόντας μὴ ἔχων, προσλάβοι παρ' αὐτοῦ. στοιχεῖον γὰρ αὐτοῦ τοῦτον εἶναι προφανῶς· Λέοντι γὰρ ἀντιμάχεται τῷ αὐτοῦ, φασίν, ἀδελφῷ. οἷς πει σθεὶς ὁ ταῖς ἀληθείαις χοιρόβιος τὰ λείποντα μέρη τῷ χοίρῳ προσανενέωσε. τῇ τοιαύτῃ οὖν ἐχόμενος ἀπονοίᾳ, ἱππικὸν πε ποιηκώς, τοὺς ἱεροὺς τῶν ἐκκλησιῶν πέπλους καὶ τοὺς θείους λύ χνους καὶ τοὺς λαμπτῆρας ἀναλαβὼν τὸ ἱππικὸν κατεκόσμησε, 2.277 τὰ θεῷ ἀνατεθειμένα κοινῶν ἢ μᾶλλον εἰπεῖν τοῖς εἰδώλοις ἀνα τιθεὶς ὁ δείλαιος. Ἱμέριον δὲ τὸν λογοθέτην ἐκ τῆς τῶν Ἀγαρηνῶν ἥττης ὑποστρέψαντα καὶ τὴν βασιλίδα κατειληφότα ἀποστεί λας περιώρισεν ἐν τῇ μονῇ τῶν Καλυπῶν, ἐπαπειλούμενος ὡς ἐχθρῷ τούτῳ χρήσασθαι διὰ τὸ καὶ αὐτὸν πολλὰ κατ' αὐτοῦ συν θέσθαι ἐν ταῖς ἡμέραις τοῦ ἀδελφοῦ. οὗτος δὲ μικρὸν ἐν τῇ ἐξορίᾳ βιοὺς ἀπέθανεν ὑπὸ τῆς θλίψεως κατεργασθείς. τοῦ Βουλγάρων δὲ ἄρχοντος Συμεὼν πρέσβεις πεπομφότος τοὺς πευ σομένους εἰ τὴν εἰρήνην ἀσπάζοιτο καὶ τιμὴν φυλάττοι πρὸς αὐτὸν ὁποίαν ὁ προβεβασιλευκὼς ἀδελφὸς αὐτοῦ, τοὺς μὲν πρέσβεις ἀτίμως ἐξέπεμψεν, ὑπερόγκους καὶ ἀλαζόνας λόγους καὶ φρυαγμα τώδεις ἐκπέμψας καὶ ἀπειλαῖς χρησάμενος κατὰ Συμεών, ἐν τούτοις καταπλήττειν τοῦτον οἰόμενος. ὑποστρεψάντων δὲ τῶν πρέσβεων πρὸς τὸν Συμεών, μὴ ἐνεγκὼν οὗτος μετρίως τὰς ἐκ τοῦ Ἀλεξάνδρου ὕβρεις καὶ τὰ φρυάγματα καὶ τὰς ἀπειλάς, ἔλυσε τὴν εἰρήνην καὶ κατὰ Ῥωμαίων ἔκρινεν ὅπλα κινεῖν. Ἀλέξανδρος δὲ τῇ ʹ τοῦ Ἰουνίου μηνὸς λουσάμενος καὶ ἀριστήσας καὶ οἰνωθεὶς μετὰ τοὺς ὕπνους κατῆλθε σφαιρίσων. πόνου δὲ γεννηθέντος ἐν τοῖς ἐγκάτοις αὐτοῦ ἀπὸ τῆς τῶν βρωμάτων ἀπληστίας καὶ τῆς μέθης ἀνελθὼν ἐν τῷ παλατίῳ, αἵματος αὐτῷ πολλοῦ ἐκ τῶν ῥινῶν καὶ τῶν αἰδοίων ῥυέντος, μετὰ μίαν ἡμέραν ἐτελεύτησεν, ἐπιτρόπους καταλιπὼν τὸν πατριάρχην Νικόλαον, τὸν μάγιστρον Στέφανον, τὸν μάγιστρον Ἰωάννην τὸν Ἐλαδᾶν, Ἰωάννην τὸῥαίκτωρα, τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπουλον, τὴν βασι 2.278 λείαν παραδοὺς Κωνσταντίνῳ τῷ οἰκείῳ ἀνεψιῷ. ἀποθανὼν δὲ ἐτέθη μετὰ τοῦ πατρὸς αὐτοῦ Βασιλείου. Τοῦτον μὲν τὸν τρόπον, ὃν εἴπομεν, ἀποθανόντος Ἀλε