399
ξάνδρου εἰς Κωνσταντῖνον τὸν υἱὸν Λέοντος, ἕβδομον τῆς ἡλι κίας ἄγοντα ἔτος, τὸ βασίλειον περιελήλυθε κράτος, ὑπὸ ἐπιτρόπους τελοῦντα τοὺς ἄνωθεν ἠριθμημένους. λαβόμενος οὖν τῆς ἐξουσίας Νικόλαος ὁ πατριάρχης ὡς καὶ αὐτὸς ἐπίτροπος ὤν, συνάμα τοῖς ἄλλοις, ἐπηδαλιούχει τὰ τοῦ κοινοῦ. τῶν δὲ πραγμά των οὕτως ἐχόντων, καὶ τῆς βασιλείας, ὡς εἴπομεν, παρὰ τῶν ἐπιτρόπων ἰθυνομένης, Κωνσταντῖνος ὁ τοῦ ∆ουκὸς Ἀνδρονίκου υἱός, δομέστικος τῶν σχολῶν τυγχάνων καὶ δυναστείαν περιβε βλημένος μεγίστην, γράμμασι τῶν ἐν τῇ βασιλίδι φίλων καὶ συγ γενῶν αὐτοῦ παρακινηθείς, γεγραφότων ἀκέφαλον εἶναι τὴν βασι λείαν καὶ κακῶς διεξάγεσθαι καὶ μικρὸν ὅσον κινδυνεύειν ὀλεθρίῳ κινδύνῳ ὑποπεσεῖν, αὐτόν τε ἀνακαλουμένων ὡς ἐχέφρονα καὶ ἀνδρεῖον καὶ μόνον δυνάμενον ἐπαξίως κυβερνῆσαι τὴν περιβόητον τῶν Ῥωμαίων ἀρχήν, προσθεμένων δ' ὅτι καὶ ἡ σύγκλητος αὐτὸν ἀσπάζεται καὶ ὁ πολιτικὸς ὄχλος, καὶ ἐπισπευδόντων ὡς τάχος καταλαβεῖν, συνειδότος, ὥς φασι, καὶ τοῦ πατριάρχου Νικολάου καὶ τοῖς γραφεῖσι συνευδοκοῦντος διὰ τὸ μήπω τὰς διαθήκας Ἀλεξάνδρου ἀναγνωσθῆναι μηδὲ γνωσθῆναι αὐτῷ ὡς ἐπίτροπος γέγραπται καὶ αὐτὸς τοῦ παιδός, Ἀρταβάσδου πρὸς τοῦτο διακο νήσαντος καὶ παρὰ τοῦτο πρώτου τῶν ἱερέων τῆς μεγάλης ἐκκλη σίας μετέπειτα γενομένου. πατὴρ δ' ὁ Ἀρτάβασδος ἦν Ἀνδρέου 2.279 τοῦ ἐπὶ ζωγραφικῇ τέχνῃ λάμψαντος. ὁ Κωνσταντῖνος δὲ καὶ πρότερον ὀνειροπολῶν τὴν βασιλείαν καὶ διὰ παντὸς αὐτῆς ἐφιέ μενος, καὶ μηδέποτε ἄλλοσέ πη ἀλλ' ἢ πρὸς τὴν τοιαύτην ὄρεξιν τετραμμένον ἔχων τὸν νοῦν, δεξάμενος τὰ γράμματα ταχύ τε ἐπείσθη καὶ ταχὺ τὴν βασιλίδα κατέλαβεν, ἑπομένους ἔχων τοὺς τῶν στρατευμάτων ἐκκρίτους. καὶ τῶν νυκτῶν ἀωρὶ διὰ πυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, πλησίον οὔσης τῆς ἀκρο πόλεως, ἐν τῷ οἴκῳ τοῦ μαγίστρου Γρηγορᾶ τοῦ Ἰβηρίτζη (πεν θερὸς δὲ ὁ Γρηγορᾶς τοῦ Κωνσταντίνου) παρεγένετο, ἐν ᾗ δια νυκτερεύων μετὰ τῶν σὺν αὐτῷ διετέλει. Νικήτας δὲ ἀσηκρῆτις τὴν ἔλευσιν αἰσθόμενος τοῦ Κωνσταντίνου τῷ πατρικίῳ Κωνσταν τίνῳ τῷ Ἐλαδικῷ τυγχάνοντι μοναχῷ θᾶττον ἐμήνυσε, καὶ παρει ληφὼς αὐτὸν κατὰ τὴν αὐτὴν νύκτα πεφοιτήκασι πρὸς τὸν ∆οῦκα.
Βουλὴν δὲ ποιησάμενοι, μήπω τῆς ἡμέρας καταλαμπούσης, μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὄχλου τὴν τοῦ ἱπποδρόμου πύλην καταλαμβάνοντες Κωνσταντῖνον ἀνευφήμουν αὐτοκράτορα. τῶν δὲ ἔνδον εὐσθενῶς ἀντεχομένων καὶ μὴ ἀνοιγνύντων τὰς πύλας, ὁ τοῦ Κωνσταντίνου πρωτοστράτωρ, ἐπ' ἀνδρίᾳ μέγα φρονῶν καὶ βιαιότερον ἢ μᾶλλον εἰπεῖν ἀτακτότερον τῇ ἀνοίξει ἐπιχειρῶν τῶν πυλῶν, λογχεύεται παρά τινος τῶν εἴσω διὰ τῆς ἁρμογῆς τῶν θυρῶν. καὶ θνήσκει μὲν οὗτος εὐθύς, ὁ Κωνσταντῖνος δὲ ἀποκρουσθεὶς ἐκεῖθεν καὶ τῷ τῆς βασιλείας ἔρωτι οἷά τινι μέθῃ κάτοχος ὢν καὶ μὴ καθεστῶτας ἔχων τοὺς λογισμούς, ἄρας ἐκεῖ θεν εἰς τὸ ἱπποδρόμιον παραγίνεται, κακὸν οἰωνὸν τὴν τοῦ πρω τοστράτορος ἔχων σφαγήν, ὅμως δὲ τῶν δεδογμένων οὐκ ἀφιστά 2.280 μενος. ἐκεῖθεν οὖν εὐφημούμενος κατέλαβε τὴν λεγομένην Χαλ κῆν, καὶ δι' αὐτῆς εἰσελθὼν ἔφθασεν ἄχρι τῶν ἐξκουβίτων. ὁ δὲ μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς, εἷς ὑπάρχων τῶν ἐπιτρόπων, ἐκλογὴν ὡς ὁ καιρὸς ἐδίδου τῶν ἐλατῶν καὶ τῶν ἑταιρειῶν ποιη σάμενος, καὶ καθοπλίσας ὅπως ποτὲ ἕκαστος ἅρματος ηὐπόρει, ἀπέστειλε κατὰ τοῦ ∆ούκα· οἵτινες φθάσαντες τοὺς περὶ αὐτὸν συμπλέκονται, καὶ γίνεται φόνος πολὺς ἑκατέρωθεν. ἔπεσε δὲ καὶ Γρηγορᾶς ὁ τοῦ ∆ουκὸς υἱὸς καὶ Μιχαὴλ ὁ ἀνεψιὸς αὐτοῦ καὶ Κουρτίκιος ὁ Ἀρμένιος. ταῦτα ταραχῆς οὐ μικρᾶς τὸν Κων σταντῖνον ἐμπίμπλησι. σπεύδων οὖν ἐπιρρῶσαι τὸ ἑαυτοῦ μέρος, τὸν ἵππον ἐλάσας ἠπείγετο συμμῖξαι τοῖς ἔμπροσθεν. ὁ δ' ἵππος ταῖς ἐκεῖσε ὑπεστρωμέναις κατολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπι βάτην κατέβαλε, καί τις αὐτὸν κατὰ γῆς ἐρριμμένον καὶ μεμονω μένον καταλαβὼν (οἱ γὰρ ἄλλοι διεσκεδάσθησαν ἅπαντες) ξίφει τὴν τούτου ἀπέτεμε