400
κεφαλὴν καὶ δρομαίως τῷ βασιλεῖ ἀπήνεγκε Κωνσταντίνῳ. τὸ δὲ τοιαύτην αὐτὸν καταλήψεσθαι τύχην προε γνωσμένον ἦν τοῖς ἐπιτρόποις καὶ ἐξ ἑτέρας αἰτίας. Νικόλαός τις δημοσιώνης τῶν ἐν Χαλδίᾳ εἰσπράξεων, τὰς συντελείας κατασπα θήσας καὶ μὴ ἔχων ὅθεν ἀποδῷ τὸ δημόσιον ὄφλημα, φυγὰς εἰς Συρίαν ᾤχετο, ἐξομοσάμενος τὴν καθ' ἡμᾶς εὐσεβῆ θρησκείαν, καὶ ἀστρολογίας ἀντεποιεῖτο. οὗτος ἐν ὀθόνῃ μελαίνῃ γράμματα γράψας ἀπεστάλκει τῷ λογοθέτῃ Θωμᾷ, καὶ τῆς ὀθόνης ῥυφθεί σης δι' ὕδατος φανερὰ τὰ γράμματα γέγονεν. ἦν δὲ ὁ νοῦς τῶν 2.281 γεγραμμένων τοιοῦτος "μὴ φοβηθῆτε ἀπὸ τοῦ πυρροῦ πετεινοῦ τοῦ ∆ουκός· νεωτερισθήσεται γὰρ ἀφρόνως, καὶ εὐθέως ὀλο θρευθήσεται." Τοιοῦτον δὲ τέλος λαβούσης τῆς ἀποστάσεως, παραυτίκα μὲν ὁ μάγιστρος Γρηγορᾶς καὶ πενθερὸς τοῦ ∆ουκὸς μετὰ Λέον τος πατρικίου τοῦ Χοιροσφάκτου τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ σοφίας προσέδραμον· οὓς ἐκεῖθεν ἀποσπάσαντες οἱ ἐπίτροποι ἀπέ κειραν μοναχοὺς ἐν τῇ τοῦ Στουδίου μονῇ. Κωνσταντῖνον δὲ τὸν πατρίκιον τὸν Ἐλαδικὸν βουνεύροις τύψαντες ἀφειδῶς διὰ μέσης τῆς πόλεως ἐθριάμβευσαν καὶ ἐν τῇ μονῇ τῶν ∆αλμάτου ἀπέκλει σαν. Λέοντα δὲ πατρίκιον τὸν Κατακαλίτζην καὶ Ἀβεσσαλὼμ πατρίκιον τὸν τοῦ Ἀροτρᾶ ἐκτυφλώσαντες ἐν ἐξορίᾳ παρέπεμψαν. Κωνσταντῖνον δὲ τὸν τοῦ Εὐλαμπίου καὶ ἑτέρους σὺν αὐτῷ Φιλό θεος ὁ ἔπαρχος ἐν τῇ ἱππικῇ σφενδόνῃ ἀπέτεμε. Νικήτας δὲ ὁ ἀσηκρῆτις καὶ Κωνσταντῖνος ὁ Λίψ, καίπερ ἀναζητηθέντες πολλά, οὐχ εὑρέθησαν. τὸν δὲ πατρίκιον Αἰγίδην τὸν ἐπ' ἀνδρίᾳ περι βόητον, καὶ τινὰς σὺν αὐτῷ στρατηγοὺς οὐκ ἀσήμους, ἀπὸ τῆς ἐν Χρυσοπόλει δαμάλεως καὶ μέχρι τοῦ τόπου τοῦ λεγομένου Λευ κακτίου ἀνεσκολόπισαν. πολλοὶ δὲ καὶ ἄλλοι ἀπωλώλεισαν τῶν συγκλητικῶν παρὰ τῶν λεγομένων ἐπιτρόπων ἀνηλεῶς τε καὶ ἀναι τίως, εἰ μή τινες παρρησιασάμενοι τῶν δικαστῶν τῆς ἀδίκου ὁρ μῆς ἀνεχαίτισαν, φάμενοι ὡς παιδὸς ὄντος τοῦ βασιλέως καὶ μὴ 2.282 νοοῦντος τὰ πεπραγμένα πῶς ἄνευ τῆς αὐτοῦ κελεύσεως τολμᾶτε τὰ τοιαῦτα διαπράττεσθαι; οἱ δὲ ἐπίτροποι καὶ τὴν τοῦ ∆οῦκα ἀποκείραντες γυναῖκα εἰς τὸν ἐν τῇ Παφλαγονίᾳ οἶκον αὐτῆς ἐξ απέστειλαν. ἐξέτεμον δὲ καὶ Στέφανον τὸν ταύτης υἱόν. Ἀλλὰ τούτων κατὰ τὴν πόλιν πραττομένων, Συμεὼν ὁ Βουλγαρίας ἄρχων μετὰ βαρείας δυνάμεως εἰσβολὴν κατὰ Ῥωμαίων ἐποιήσατο, καὶ τὴν βασιλίδα φθάσας χάρακα περιέβαλεν ἀπό τε Βλαχερνῶν καὶ μέχρι τῆς λεγομένης χρυσῆς πόρτης, καὶ μετέω ρος ἦν ταῖς ἐλπίσι ῥᾳδίως ταύτην ἑλεῖν. καταμαθὼν δὲ τὴν ὀχυρό τητα τῶν τειχῶν καὶ τὸ πλῆθος τῶν τειχοφυλακούντων καὶ τὴν τῶν πετροβόλων καὶ τοξοβόλων ὀργάνων δαψίλειαν, ἀφέμενος τῶν ἐλπί δων ἐν τῷ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς ἐξαιτούμενος. τῶν δ' ἐπιτρόπων ἀσμενέστατα δεξαμένων τὸν λόγον, ἀποστέλλει ὁ Συμεὼν τὸν ἑαυτοῦ μάγιστρον Θεόδωρον ὁμιλῆσαι περὶ εἰρήνης· οὗ παραγενομένου καὶ λόγων κινηθέντων πολλῶν, ὁ πατριάρχης ἅμα τοῖς λοιποῖς ἐπιτρόποις ἀναλαβόντες τὸν βασιλέα ἐν τῷ παλα τίῳ ἦλθον τῶν Βλαχερνῶν, καὶ ὁμήρους δόντες ἀξιολόγους εἰσή γαγον τὸν Συμεὼν ἐν τῷ παλατίῳ, καὶ συνειστιάθη τῷ βασιλεῖ, τοῦ Συμεὼν ὑποκλίναντος τῷ πατριάρχῃ τὴν κεφαλὴν καὶ εὐχὴν δεξαμένου παρ' αὐτοῦ, ἐπιθέντος, ὥς φασι, τῇ τοῦ βαρβάρου κεφαλῇ ἀντὶ στεφάνου τὸ ἴδιον ἐπιρριπτάριον. μετὰ δὲ τὴν ἑστία σιν, ἀσυμβάτων γενομένων περὶ τῆς εἰρήνης, δώροις ὅ τε Συμεὼν καὶ οἱ τούτου παῖδες φιλοφρονηθέντες εἰς τὴν ἰδίαν ἀπηλλάγησαν χώραν. καὶ ταῦτα μὲν ἐπράττετο τῇδε. 2.283 Τοῦ δὲ βασιλέως Κωνσταντίνου διὰ παντὸς ὀδυρομένου καὶ τὴν ἑαυτοῦ ἀνακαλουμένου μητέρα (ἤδη γὰρ αὐτὴν κατήγαγε τοῦ παλατίου Ἀλέξανδρος) ἀναβιβάζουσι καὶ ἄκοντες πάλιν αὐτήν. ἀνελθοῦσα οὖν καὶ ἐγκρατὴς γενομένη τῆς βασιλείας προσλαμβά νεται τὸν παρακοιμώμενον Κωνσταντῖνον καὶ Ἀναστάσιον καὶ Κωνσταντῖνον τοὺς ἀδελφοὺς τοὺς τὴν ἐπωνυμίαν Γογγυλίους. συμβουλεύσαντος δὲ καὶ Ἰωάννου τοῦ Ἐλαδᾶ