401
καταβιβάζουσι τοὺς οἰκείους Ἀλεξάνδρου, Ἰωάννην τὸν ῥαίκτωρα, τὸν Γαβριηλόπουλον, τὸν Βασιλίτζην καὶ τοὺς λοιπούς. προβάλλεται δὲ καὶ Ζωὴ Αὐγοῦστα ∆ομίνικον ἑταιρειάρχην δραστήριον δοκοῦντα καὶ τοῖς αὐτῆς προσκείμενον προστάγμασιν, οὗ τῇ συμβουλῇ καταβιβάζε ται ὁ πατριάρχης τοῦ παλατίου. καὶ ὁ μάγιστρος δὲ Ἰωάννης ὁ Ἐλαδᾶς κατῆλθεν ἑκουσίως, νόσῳ ληφθείς, δι' ἧς καὶ ἀπεβίω. Κωνσταντῖνος δὲ ὁ παρακοιμώμενος ὑφ' ἑαυτὸν ἀγαγεῖν τὴν ἅπα σαν τῆς βασιλείας ἡνίαν βουλόμενος καὶ μηδένα ἔχειν τὸν ἐμποδί ζοντα, διαβάλλει τὸν ἑταιρειάρχην εἰς τὴν Αὐγοῦσταν ὡς σφετερι ζόμενον τὴν βασιλείαν εἰς τὸν ἑαυτοῦ ἀδελφόν· οὗ τοῖς λόγοις πεισθεῖσα πατρίκιον αὐτὸν τιμᾷ, καὶ κατελθόντα ὡς ἔθος λαβεῖν εὐχὴν οἴκοι μένειν προσέταξε. προχειρίζεται δὲ ἀντ' αὐτοῦ Ἰωάν νην τὸν Γαριδᾶν ἑταιρειάρχην, καὶ ∆αμιανὸν εὐνοῦχον ἀρτιφανῆ τῆς βίγλας δρουγγάριον. Ἄγοντος δὲ καὶ φέροντος τοῦ Συμεὼν τὰ Θρᾳκῷα μέρη, καὶ τῆς Αὐγούστης φροντιζούσης μετὰ τῶν ἐν τέλει ὅπως αὐτοῦ παύ σωσι τὰς ἐπιδρομάς, Ἰωάννης ὁ Βογᾶς ὑπέσχετο πατρίκιος τιμη 2.284 θεὶς ἀγαγεῖν κατ' αὐτοῦ Πατζινάκους, καὶ τυχὼν τῆς αἰτήσεως, δῶρα λαβὼν ἄπεισιν εἰς Πατζινακίαν. καὶ σπεισάμενος καὶ ὁμή ρους εἰληφὼς ἐπάνεισιν ἐν τῇ πόλει, συνθεμένων τῶν Πατζινάκων τὸν Ἴστρον περαιώσασθαι καὶ Βουλγάροις πολεμεῖν. ηὐτομόλησε δὲ τότε καὶ Ἀσώτης ἀνὴρ ὀνομαστός, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόν των. ἐλέγετο δὲ οὗτος ῥάβδον σιδηρᾶν ἀμφοτέραις χερσὶ τῶν ἄκρων λαμβάνων περικλᾶν τῇ τῶν χειρῶν βίᾳ καὶ κάμπτειν, τῆς ἀντιτύ που τοῦ σιδήρου βίας ὑπεικούσης τῇ τῶν χειρῶν ἰσχύϊ· ὃν φιλο φρόνως ἡ δέσποινα δεξαμένη οἴκαδε πάλιν ὑπονοστῆσαι πεποίηκε. πολιορκοῦντος δὲ τοῦ Συμεὼν τὴν Ἀδριανούπολιν ἐφ' ἡμέρας ἱκα νὰς καὶ μηδὲν ἀνύοντος, Παγκρατούκας τις γένος ὢν Ἀρμένιος καὶ εἷς τῶν φυλάττειν τεταγμένων τὴν πόλιν, χρυσίῳ δελεασθεὶς προύδωκεν αὐτὴν τῷ Συμεών. μετ' ὀλίγον δὲ ἀπεστάλη παρὰ τῆς Αὐγούστης ὁ πατρίκιος Βασίλειος ὁ ἐπὶ τοῦ κανικλείου καὶ Νικήτας Ἐλαδικός, καὶ χρυσίῳ καὶ χρήμασι πλείστοις πάλιν αὐτὴν ἀνεκτήσαντο. Τούτῳ τῷ ἔτει καὶ ∆αμιανὸς ὁ τῆς Τύρου ἀμηρᾶς μετὰ πολεμικῶν πλοίων καὶ δυνάμεως πολλῆς εἰσβολὴν ἐποιήσατο κατὰ Ῥωμαίων, καὶ τὴν Στρόβηλον καταλαβὼν ἐνεργῶς αὐτὴν ἐπολιόρ κει. καὶ ἐξεπόρθησεν ἄν, εἰ μὴ νοσήσας ἀπεβίω, διὰ κενῆς τῶν Σαρακηνῶν ὑποστρεψάντων. μὴ φέρουσα δὲ Ζωὴ ἡ βασιλὶς τὰς τοῦ Συμεὼν συνεχεῖς ἐπιδρομάς, καὶ βουλομένη ταύτας ἀνακόψαι, δέον ἐγνώκει μετὰ τῆς συγκλήτου εἶναι σπείσασθαι τοῖς Σαρακη 2.285 νοῖς, καὶ πάντα τὸν ἐν τῇ ἑῴᾳ στρατὸν διαπερᾶσαι πρὸς τὴν ἑσπέραν, καὶ ἑνωθέντων τῶν τε ἑῴων καὶ τῶν δυτικῶν στρατευ μάτων πόλεμον συστήσασθαι κατὰ τῶν Βουλγάρων, καὶ τελέως ἀφανίσαι αὐτούς. ἔδοξε τοῦτο, καὶ πεμφθεὶς εἰς Συρίαν Ἰωάν νης πατρίκιος ὁ Ῥαδηκνὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς ἐσπείσαντο τοῖς Σαρακηνοῖς. καὶ δὴ τῆς ἀπ' αὐτῶν ἀπαλλαγεῖσα φροντίδος ἡ βασιλίς, τὴν συνήθη διανομὴν τῆς ῥόγας κελεύσασα γενέσθαι τῶν στρατευμάτων, Λέοντί τε μαγίστρῳ τῷ Φωκᾷ ταῦτα παραδοῦσα, δομεστίκῳ τῶν σχολῶν τυγχάνοντι, ἀπᾶραι κατὰ Βουλγάρων ἐπέ τρεψεν. ἀθροισθέντων δὲ πάντων τῶν θεμάτων καὶ τῶν ταγμά των κατὰ τὴν ∆ιάβασιν (πεδίον δὲ ἡ ∆ιάβασις μέγα καὶ πρὸς ὑπο δοχὴν στρατοῦ ἐπιτήδειον) ἀποσταλεὶς ὁ πρωτοπαπᾶς τοῦ παλα τίου μετὰ τῶν τιμίων ξύλων παρεσκεύασε προσκυνήσαντας πάν τας ἐπομόσασθαι συναποθνήσκειν ἀλλήλοις. καὶ τοῦ ὅρκου τελεσθέντος πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. ἦρχον δὲ τοῦ μὲν τάγματος ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, ἀνὴρ πολεμικὸς καὶ πολλάκις ἐν μάχαις ἀνδραγαθήσας, τοῦ δὲ ἱκανάτου Ὀλβια νὸς ὁ Μαρούλης, ἀνὴρ δεδοκιμασμένος. καὶ Ῥωμανὸς καὶ Λέων οἱ τοῦ Ἀργυροῦ παῖδες καὶ Βάρδας ὁ Φωκᾶς ἑτέρων ταγμάτων ἐξῆρχον. συνῆν δὲ τούτοις καὶ Μελίας ὁ μάγιστρος μετὰ τῶν Ἀρμενίων καὶ ἄλλοι πλεῖστοι στρατηγοὶ