402
τῶν θεμάτων. παρείπετο δὲ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Λὶψ ὡς τάχα σύμβουλος Λέον τος τοῦ δομεστίκου τῶν σχολῶν. κατὰ δὲ τὴν ʹ τοῦ Αὐγούστου 2.286 μηνὸς τῆς πέμπτης ἰνδικτιῶνος πολέμου συρραγέντος Ῥωμαίοις τε καὶ Βουλγάροις πρὸς τῷ Ἀχελώῳ φρουρίῳ τρέπονται κατὰ κράτος οἱ Βούλγαροι, καὶ φόνος αὐτῶν ἐγένετο πολύς. ἱδρῶτι δὲ τοῦ δομεστίκου περιρρανθέντος πολλῷ καὶ λειποθυμήσαντος καὶ τοῦ ἵππου ἀποβάντος ἐπί τινι πηγῇ καὶ τὸν ἱδρῶτα ἀποπλύνοντος καὶ ἑαυτὸν ἀποψύχοντος, τὸν δεσμὸν ἀπορρήξας ὁ ἵππος τυχαίως ἔθει διὰ τοῦ στρατοπέδου κενὸς ἐπιβάτου· ὃν οἱ στρατιῶται θεώ μενοι γνώριμον ὄντα, καὶ τὸν δομέστικον πεσεῖν ὑποτοπάσαντες, εἰς φόβον ἐνέπεσον καὶ κατεβλήθησαν τὰς ψυχὰς καὶ τῆς διώξεως ἔστησαν, ἔνιοι δὲ καὶ παλίντροποι γεγόνασιν. ἐξ ὑπερδεξιῶν δὲ ταῦτα θεώμενος ὁ Συμεὼν (οὐ γὰρ ἔτυχεν ἀσύντακτον τὴν φυγὴν ποιησάμενος) ἐπαφῆκε τοὺς Βουλγάρους κατὰ Ῥωμαίων. οἱ δὲ καὶ πρότερον, ὡς εἴπομεν, τὰς γνώμας θλασθέντες καὶ τεθηπότες, ὡς καὶ αἰφνίδιον ἐπιόντας ἐθεάσαντο τοὺς Βουλγάρους, τρέπον ται πανστρατί, καὶ γέγονε φυγὴ φρικωδεστάτη, τῶν μὲν ὑπ' ἀλ λήλων συμπατουμένων τῶν δὲ ὑπὸ τῶν ἐναντίων ἀναιρουμένων.
Λέων δὲ ὁ δομέστικος ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἔπεσε δὲ λαὸς οὐ τῶν κοινῶν στρατιωτῶν, ἀλλὰ καὶ στρατηγοὶ καὶ ταγματάρχαι ἀριθμοῦ κρείττους. ἐσφάγη δὲ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ ὁ τῶν ἐξκουβίτων ἔξαρχος Ἰωάννης μάγιστρος ὁ Γράψων. ἦν δὲ ἀποσταλεὶς ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνός, δρουγγάριος τηνικαῦτα τῶν πλωΐμων ὤν, μετὰ παντὸς τοῦ στόλου παραπλεῖν τοῖς αἰγιαλοῖς προσταχθεὶς καὶ εἰς βοήθειαν τυγχάνειν τῷ Λέοντι, διαπερᾶσαι δὲ καὶ τοὺς παρὰ τοῦ Βογᾶ ἀχθέντας Πατζινάκους εἰς 2.287 συμμαχίαν Ῥωμαίων. διενέξεως δὲ γενομένης μέσον τοῦ Ῥωμανοῦ καὶ τοῦ Βογᾶ, ἰδόντες αὐτοὺς οἱ Πατζινάκαι στασιάζοντας πρὸς ἀλλήλους ὑπέστρεψαν εἰς τὰ ἴδια, καὶ γέγονεν ἡ ἐξ αὐτῶν βοήθεια ἄπρακτος καὶ ἀνόνητος. Ἄλλοι δὲ οὐχ οὕτω φασὶ γενέσθαι τὴν τροπὴν Ῥωμαίων, τρόπον δὲ ἕτερον. τρεψαμένου γὰρ τοῦ Φωκᾶ τὸν Συμεὼν καὶ διώκοντος, φήμη τις ἐξαίφνης ἔφθασε πρὸς αὐτὸν ἀπαγγέλλουσα ὡς ὁ δρουγγάριος τῶν πλωΐμων ἄπεισι μετὰ τοῦ στόλου παντός, παραληψόμενος τὴν βασιλείαν. ὁ δὲ τῇ ἀκοῇ καταβροντηθεὶς (ἐσφετερίζετο γὰρ εἰς ἑαυτὸν τὸ τῆς βασιλείας κράτος) καταλιπὼν τὸ διώκειν ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν ὡς τάχα τὸ ὂν μαθη σόμενος. διαδοθέντος δὲ λόγου πρὸς τὸν στρατὸν ὡς ὁ δομέστι κος πέφευγεν, ἀλκῆς ἐπιλησθέντες οἱ λοιποὶ ἐποίουν ὁμοίως. οὓς ἰδὼν ὁ Συμεὼν φεύγοντας (ἵστατο γάρ, ὡς εἴρηται, ἐν εὐκαίρῳ τόπῳ τὸ τέλος ἀφορῶν τοῦ ἀγῶνος) ἐξεχύθη πανστρατὶ καὶ παλίν τροπον τὴν φυγὴν ἐποιήσατο. οὗτος μὲν δὴ καὶ ὁ δεύτερος λόγος· εἴτε δὲ οὕτως εἴτε ἐκείνως ἡ ἀλήθεια ἔχει, ὅμως ἐτράπησαν οἱ Ῥωμαῖοι καὶ τὰ λεχθέντα ἄνωθεν διεπράχθη. Μετὰ τὴν τροπὴν δὲ τῶν σωθέντων ἐκ τοῦ πολέμου πα ραγενομένων, τὰ κατὰ τὸν Ῥωμανὸν καὶ τὸν Βογᾶν ἐκινήθη. καὶ εἰς τοσοῦτον κινδύνου περιέστη τῷ δρουγγαρίῳ τὰ πρά γματα ὡς ψῆφον κατ' αὐτοῦ ἐξενεχθῆναι παρὰ τῶν δικαστῶν καταδικάζουσαν αὐτὸν ἐκκοπῆναι τὰς ὄψεις, ὡς ἀμελείᾳ ἢ μᾶλ λον κακουργίᾳ μὴ διαπεράσαντα τοὺς Πατζινάκας, πάλιν δὲ μηδὲ 2.288 τοὺς ἀπὸ τῆς τροπῆς δεχόμενον ὑποστρέψαντας. τοῦτο δ' ἂν ἐπεπόνθει, εἰ μὴ Στέφανος μάγιστρος ὁ τῶν ἐπιτρόπων εἷς καὶ Κωνσταντῖνος πατρίκιος ὁ Γογγύλης, πολλὰ δυνάμενοι παρὰ τῇ δεσποίνῃ, αὐτὸν ἐξερρύσαντο. Συμεὼν δὲ ἐπαρθεὶς τῇ νίκῃ καὶ γαυριῶν, ἄρας ἅπαν αὐτοῦ τὸ στράτευμα, κατὰ τῆς βασιλίδος ἠπείγετο. ἐξῆλθεν οὖν πάλιν ὁ δομέστικος Λέων ὁ Φωκᾶς καὶ ὁ ἑταιρειάρχης Ἰωάννης καὶ Νικόλαος ὁ Κωνσταντίνου τοῦ ∆οῦκα υἱός, μετά τινων στρατιωτῶν τῶν παρευρεθέντων, εἰς συνάντη σιν αὐτοῦ. καὶ κατὰ τόπον τὸν λεγόμενον Κατασύρτας ἀπομοίρᾳ τινὶ Βουλγάρων εἰς προνομὴν πεμφθείσῃ συνηντηκότες προσρή γνυνται τούτοις καὶ