403
τρέπονται εὐπετῶς. ἀκραιφνοῦς δὲ πάλιν ἑτέρας ἐπεισπεσούσης, ὑφίστανται καὶ ταύτην ῥᾳδίως τε καὶ ἀν δρικώτερον, καὶ γίνεται μάχη καρτερὰ καὶ ἐπὶ πολὺν διαρκέσασα χρόνον, καὶ τρέπονται μὲν οἱ Βούλγαροι, ἐσφάγη δὲ Νικόλαος ὁ τοῦ ∆οῦκα υἱός, ἡρωϊκῶς ἀγωνισάμενος καὶ αἴτιος τῆς νίκης Ῥω μαίοις γενόμενος. καὶ τὰ μὲν κατὰ τὸν πόλεμον συνηνέχθη γενέ σθαι οὕτως. Τὰ δὲ κατὰ πόλιν ἐνόσει δεινῶς, πολλῶν καὶ μεγίστων ἐπι μαινομένων τῇ βασιλείᾳ καὶ τῷ ταύτης ἔρωτι φλεγομένων, ὧν κο ρυφαῖος ἦν ὁ Φωκᾶς. ὑπάρχων γὰρ οὗτος ἐπ' ἀδελφῇ γαμβρὸς τοῦ παρακοιμωμένου Κωνσταντίνου, μεγάλα τότε τῶν ἐν τοῖς βα σιλείοις δυναμένου εὐνούχων, καὶ ἐπ' αὐτῷ πλεῖστα θαρρῶν ῥᾳ δίως ᾤετο τὸ τῆς βασιλείας καθέξειν κράτος. διὸ καὶ πολὺς ἐφέ 2.289 ρετο, καὶ οὐ κρύβδην ἀλλὰ φανερῶς ταύτης ἀντεποιεῖτο ὡσπερεὶ πατρῴου πράγματος καὶ προγονόθεν αὐτῷ ἀνήκοντος, καὶ ὅσον οὔπω ἥξειν εἰς αὐτὸν ὡς εἰς νόμιμον διαδοχὴν ἐφαντάζετο. οὗ τὴν ὁρμὴν ἀκατάσχετον οὖσαν φοβηθεὶς ὁ τοῦ βασιλέως Κωνσταν τίνου παιδαγωγὸς Θεόδωρος, καὶ μή τι πάθῃ δείσας ὁ βασιλεύς, ὑπέθετο τῷ βασιλεῖ Κωνσταντίνῳ λαθραίως προσλαβέσθαι τὸν πατρίκιον Ῥωμανὸν καὶ δρουγγάριον τῶν πλωΐμων, πατρικὸν ὄντα δοῦλον καὶ τὰ αὐτοῦ φρονοῦντα διὰ παντός, ὥστε συνεῖναι καὶ διαφυλάττειν αὐτόν, καὶ εἰ δεήσει, σύμμαχον ἔχειν καὶ βοηθόν. ἐντυχίας οὖν πρῶτον περὶ τούτου γενομένης ὁ Ῥωμανὸς ἀπείπατο, καὶ πάλιν καὶ πολλάκις πειρασθέντων τῶν ἀμφὶ τὸν Θεόδωρον ἀπείπατο. ἐπεὶ δὲ γραμμάτιον αὐτόχειρον χαράξας ὁ βασιλεὺς καὶ φοινικοῖς ὑποσημάνας γράμμασιν ἀπέστειλεν αὐτό, εἶξέ τε ἐπὶ χεῖρας τοῦτο λαβών, καὶ καθυπέσχετο τὴν τοῦ παρακοιμωμένου Κωνσταντίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν κωλῦσαι κατὰ τὸ ἐγχωροῦν. τὰ μὲν οὖν λαληθέντα καὶ στοιχηθέντα οὕτω προέβη, καὶ διὰ τῆς ἀγορᾶς καὶ τῶν λεωφόρων καὶ τῶν στενωπῶν ὑπεψι θυρίζετο· ὁ δὲ παρακοιμώμενος, καίπερ οὐκ ἀνήκοος ὢν τῶν κατ' αὐτοῦ μελετωμένων, κατεφρόνει, μὴ ἄν ποτε οἰηθεὶς τολμῆσαί τινα ἐπιχείρησιν κατ' αὐτοῦ ποιήσασθαι. ἐξελθὼν οὖν καὶ τὴν συνήθη διανομὴν τῆς ῥόγας ποιησάμενος τῶν πλωΐμων, καὶ τὸν Ῥωμανὸν ἐπισπεύδων τάχιον ἐκπλεῦσαι, περιπίπτει τῷ λόχῳ. 2.290 δουλικῷ γὰρ ἐν σχήματι προσυπαντήσας ὁ Ῥωμανὸς αὐτῷ, καὶ προθύμως ποιήσειν τὸ κελευσθὲν ἐπαγγελλόμενος, ἠρέμα καὶ κατὰ μικρὸν ἦγεν αὐτὸν εἰς τὴν ἐνέδραν. μηδὲν δὲ ἐπαισθέσθαι τῶν μελετωμένων τοῦ παρακοιμωμένου δυνηθέντος, ἀλλ' ἀκάκως καὶ χωρὶς ὑπονοίας διαλεγομένου, καὶ μᾶλλον ἔγγιστα προσιόντος αὐτοῦ, καὶ πυθομένου εἰ ἔχει ἄνδρας εὐειδεῖς καὶ γενναίους καὶ τὴν βασιλικὴν ἐρέττειν ἐπιτηδείους τριήρη, τοῦ δὲ καὶ ἔχειν καὶ ἐγγὺς παρεῖναι τούτους εἰρηκότος, καὶ τῇ κεφαλῇ νεύσαντος ἥκειν τινὰς πλησίον τῶν εὐειδεστέρων, ὁ Κωνσταντῖνος θεασάμενος τού τους καὶ τάχα ἀποδεξάμενος ἀπαίρειν ἠπείγετο. ὁ δὲ Ῥωμανὸς ἔγγιστα τούτου περιπατῶν, ὡς πλησίον ἐγένοντο τῇ στρατηγίδι τριήρει, κατασχὼν τὸν Κωνσταντῖνον, καὶ μηδὲν πλέον εἰπὼν ἀλλ' ἢ μόνον "ἄρατε τοῦτον," αὐτὸς μὲν ἔστη, οἱ δὲ πρὸς τὸ ἔργον ὄντες ηὐτρεπισμένοι εἰσήγαγον εἰς τὴν ναυαρχίδα καὶ ἐν ἀσφαλείᾳ κατεῖχον, μηδενὸς ἐπαμῦναι τοῦτον τολμήσαντος τῶν συνεπομένων αὐτῷ, ἀλλὰ πάντων παραυτίκα διασπαρέντων. τῆς φήμης οὖν ἐξαρθείσης ταραχὴ κατέσχε πᾶσαν τὴν πόλιν, τυραννί δος ὡς εἰκὸς ἐπίθεσιν λογισαμένην. φθάσαντος οὖν τοῦ λόγου καὶ μέχρι τῆς βασιλίδος Ζωῆς, εἰς ἀμηχανίαν καὶ οἱ ἐν τέλει ἐνέ πιπτον. προσκαλεῖται γοῦν ἡ βασιλὶς τὸν πατριάρχην Νικόλαον καὶ τοὺς τῆς συγκλήτου λογάδας· κοινολογισαμένη δὲ μετ' αὐτῶν ἐκπέμπει πρὸς Ῥωμανόν, τὴν αἰτίαν τοῦ γεγονότος μαθεῖν ἐθέ λουσα. τῶν δὲ πεμφθέντων γενομένων ἔνθα προσώρμουν αἱ τριή 2.291 ρεις, καὶ μελλόντων ζήτησιν ποιεῖσθαι τῆς τοῦ παρακοιμωμένου κατασχέσεως, ὁ τῶν πλωΐμων διαναστὰς ἀκόλαστος ὄχλος λίθοις αὐτοὺς ἐξήλασαν. ἕωθεν οὖν ἡ βασιλὶς ἐξελθοῦσα περὶ τὸν