404
Βου κολέοντα, καὶ τὸν υἱὸν μεταστειλαμένη καὶ τοὺς περὶ αὐτόν, ἐπη ρώτα πῶς γέγονεν ἡ ἀνταρσία αὕτη. μηδενὸς δὲ ἀποκριναμένου, ὁ παιδαγωγὸς τοῦ βασιλέως Θεόδωρος ἔφη "διὰ τὸ ἀπολέσαι, ὦ δέσποινα, Λέοντα μὲν τὸν Φωκᾶν τὰ στρατόπεδα, Κωνσταντῖνον δὲ τὸν παρακοιμώμενον τὸ παλάτιον, ἡ τοιαύτη γέγονε κίνησις." ὁ βασιλεὺς δὲ εἰς ἑαυτὸν τὴν ἐξουσίαν ἀπὸ τῆς μητρὸς ἐφελκόμενος τὸν πατριάρχην Νικόλαον σὺν τῷ μαγίστρῳ Στεφάνῳ ἀνήγαγεν ἐν τῷ παλατίῳ, καὶ τῇ ἐπαύριον στέλλουσιν Ἰωάννην τὸν Τουβάκην τὴν Αὐγοῦσταν τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ' ὀλολυγῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπάθειαν αὐ τὸν μητρικὴν καὶ οἶκτον ἐκίνησε. διὸ καί φησι πρὸς τοὺς ἄγον τας "ἐάσατε εἶναι μετ' ἐμοῦ τὴν μητέρα μου." οἱ δὲ ἅμα τῷ λόγῳ ταύτην κατέλιπον. προεβάλετο δ' ὁ βασιλεὺς δομέστικον τῶν σχολῶν, διαδεξάμενος τὸν Φωκᾶν, τὸν μάγιστρον Ἰωάννην τὸν Γαριδᾶν, τὴν ἐκ τοῦ Λέοντος δεδοικὼς ἐπανάστασιν. τῇ αἰτήσει τε τούτου προεβλήθησαν Συμεὼν ὁ υἱὸς αὐτοῦ καὶ Θεό δωρος ὁ γυναικάδελφος αὐτοῦ, ὁ Ζουφινέζερ, ἑταιρειάρχαι. ὅρκοις τε οὖν καταληφθεὶς ὑπὸ τοῦ βασιλέως κατῆλθεν εἰς τὸν οἶκον αὐ τοῦ, καὶ παραχρῆμα οἱ συγγενεῖς αὐτοῦ ἀπελύθησαν τῶν βασι λείων· ὅπερ μαθὼν ἐκεῖνος ἀγωνίᾳ καὶ φόβῳ ἐλήφθη. εὐθὺς 2.292 οὖν ἐξιππασάμενος ἀπῆλθε πρὸς τὸν Ῥωμανὸν τὸν δρουγγάριον, τὴν ὕβριν ἣν ὑπέστη καὶ τὸν προπηλακισμὸν διηγούμενος. κοινο πραγήσαντες οὖν καὶ ὅρκοις ἀλλήλους κατασφαλισάμενοι, καὶ κῆδος εἰς τοὺς ἑαυτῶν ποιησάμενοι παῖδας, ἐν τῷ κρυπτῷ κατεῖχον τὸ σπουδαζόμενον. ὁ δὲ Ῥωμανὸς πέμψας εἰς τὸ παλάτιον περὶ τοῦ γεγονότος ἀπελογεῖτο, μὴ ἀνταρσίαν εἶναι μηδὲ ἀπόστασιν ὀμνύ μενος τὰ πραχθέντα· τὴν τοῦ Φωκᾶ δὲ ἐπίθεσιν ὑφορώμενος, φησί, καὶ δεδιὼς περὶ τοῦ βασιλέως μή τι καὶ πάθῃ φλαῦρον, ἐν τῷ παλατίῳ ἠβουλήθη ἀνελθεῖν καὶ φυλακὴν τούτου ποιήσασθαι καὶ τοῦ βασιλέως. μὴ πιστεύοντος δὲ τοῦ πατριάρχου μηδὲ τὰ λεγόμενα δεχομένου, ἐπισπέρχει Θεόδωρος ὁ παιδαγωγὸς τὸν Ῥωμανόν, ἄραντα πάντα τὸν στόλον, ἀφικέσθαι πρὸς τὸ τοῦ παλα τίου νεώριον ἐν τῷ Βουκολέοντι. μέλλοντος δὲ τούτου καὶ ἀνα δυομένου, οἱ πρὸς τὴν λεληθυῖαν πρᾶξιν τοῦτον ἐνάγοντες ἀνέ πεισαν καὶ ἄκοντα ποιῆσαι τὸ κελευόμενον. ἀμέλει καὶ κατ' αὐ τὴν τὴν ἡμέραν τῆς ἑορτῆς τοῦ εὐαγγελισμοῦ ἐξαρτύσας τὸν στό λον πολεμικῶς ἀφικνεῖται πρὸς τὸν Βουκολέοντα. καὶ Στέφανος μὲν εὐθὺς ὁ μάγιστρος κάτεισι τῶν βασιλείων, ἄνεισι δὲ ὁ πατρίκιος Νικήτας, κηδεστὴς ὢν Ῥωμανοῦ, καὶ κατάγει τὸν πατριάρ χην. οἱ δὲ περὶ τὸν βασιλέα τὰ τίμια καὶ ζῳοποιὰ ξύλα πέμψαν τες πρὸς τὸν Ῥωμανόν, καὶ ὅρκοις αὐτὸν κατασφαλισάμενοι φοβε ρωτάτοις καὶ ἀραῖς παλαμναιοτάταις μηδέποτε δόλιον κατὰ τοῦ βασιλέως ἐννοήσασθαι, συγχωροῦσι μετ' ὀλίγων αὐτὸν ἀνελθεῖν 2.293 ἐν τῷ παλατίῳ. ὅνπερ δεξάμενος ὁ βασιλεὺς ἀνελθόντα καὶ προσκυνήσοντα εἰσάγει κατὰ τὸν ἐν τῷ Φάρῳ ναόν, καὶ πίστεις αὐτῷ δοὺς καὶ λαβὼν προχειρίζεται τοῦτον μέγαν ἑταιρειάρχην.
Γράμματα οὖν εὐθὺς ἐφοίτα πρὸς Λέοντα τὸν Φωκᾶν μὴ ὀλιγω ρῆσαι μηδ' ἀπογνῶναι μηδὲ σκαιόν τι βουλεύσασθαι, ἀλλὰ προσ μεῖναι μικρὸν ἡσύχως ἐν τῷ οἰκείῳ οἴκῳ διοριζόμενα ὡς μελλού σης γενέσθαι διὰ βραχέος τῆς αὐτοῦ προνοίας. τὰ παραπλήσια δὲ γράψαι πρὸς αὐτὸν καὶ τὸν παρακοιμώμενον κατηνάγκασαν Κωνσταντῖνον. ἅπερ δεξάμενος ὁ Φωκᾶς ἡσυχίαν ἦγεν ἐν τῷ κατὰ τὴν Καππαδοκίαν οἴκῳ αὐτοῦ. Τῇ δὲ εʹ ἑβδομάδι τῶν ἁγίων νηστειῶν δέδοται παρὰ Κων σταντίνου τοῦ βασιλέως ἀρραβῶν γαμικοῦ συναλλάγματος Ἑλένῃ τῇ θυγατρὶ Ῥωμανοῦ, καὶ τῇ τρίτῃ τῇ λεγομένῃ τῆς Γαλιλαίας στεφανοῦται μετ' αὐτῆς παρὰ Νικολάου τοῦ πατριάρχου ὁ βασι λεύς, τὸν Ῥωμανὸν βασιλεοπάτορα προβαλόμενος, καὶ ἀντ' αὐτοῦ ἑταιρειάρχην Χριστοφόρον τὸν τούτου υἱόν. καὶ μετὰ μικρὸν Λέων ὁ Φωκᾶς ἀναπεισθεὶς ὑπὸ τῶν ἑαυτοῦ συγγενῶν καὶ τα γμάτων πρὸς ἀποστασίαν ἀπεῖδε, καὶ