405
ἀποστείλας προσελάβετο μετ' αὐτοῦ τὸν παρακοιμώμενον, Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλίους καὶ αὐταδέλφους, καὶ Κωνσταντῖνον τὸν τῆς Μαλε λίας, πληροφορῶν ἅπαντας ὑπὲρ τοῦ βασιλέως τὰ ὅπλα Κων σταντίνου αἴρειν. Ῥωμανὸς δὲ χρυσόβουλλον ἐκθέμενος ἀνατρο πὴν ἔχοντα τῆς τοῦ Φωκᾶ προφάσεως, καὶ τῇ χειρὶ τοῦ βασιλέως 2.294 καὶ τῇ σφραγῖδι ταῦτ' ἐμπεδώσας μετά τινος γυναικὸς ἑταιρίδος, ἣν διὰ τὴν τοιαύτην ὑπηρεσίαν καὶ Βασιλικὴν ὕστερον προσηγό ρευσαν, ἐν τῷ τοῦ Λέοντος στρατοπέδῳ ἐξέπεμψε, καὶ ἕτερα δὲ μετά τινος κληρικοῦ Μιχαὴλ ὑποσχέσεσι τιμῶν καὶ δωρεῶν δια φθείροντα τοὺς τῶν ταγμάτων ἐξάρχους καὶ τὸν λαόν. ἀλλ' οὗ τος μὲν ὁ Μιχαὴλ φωραθεὶς ὑπὸ τοῦ Φωκᾶ καὶ τυφθεὶς ἀνηλεῶς ἀπετμήθη τὰ ὦτα· ἔλαθε δ' ἡ γυνὴ ἐν τῷ στρατῷ διασπείρασα ἃ ἐπήγετο. πρῶτον οὖν ὁ τοῦ Βαρέος Μιχαὴλ υἱὸς Κωνσταντῖ νος, τοῦ τάγματος ἄρχων τῶν ἱκανάτων, καταλιπὼν τὸν Λέοντα τῷ Ῥωμανῷ προσεχώρησεν· ᾧ τινὶ καὶ ὁ Βαλάντιος καὶ ὁ λεγό μενος Ἄτζμωρος, τουρμάρχαι καὶ ἄμφω ὄντες, ἐπηκολούθησαν. Λέων δὲ ὅμως ὁ Φωκᾶς τὴν Χρυσόπολιν καταλαβών, καὶ τὸν λαὸν παρατάξας κατὰ τὴν ἀντιπέραν ἐν τῷ κίονι ἱσταμένην λιθί νην δάμαλιν, ἐξεφόβει τοὺς ἐν τῇ πόλει. Ῥωμανὸς δὲ μετὰ δρό μωνος τὸν ἐπὶ τοῦ κανικλείου Συμεὼν ἐκπέμψας πρὸς τὸν τοῦ ἀπο στάτου λαὸν καὶ χρυσόβουλλον ἐνσεσημασμένον παρὰ τοῦ βασι λέως ἐνεχείρισεν αὐτῷ, καὶ παρηγγύησε πάντα τρόπον σπουδάσαι τῷ λαῷ τοῦτο ὑπαναγνῶναι. ὁ δὲ τοῦ χρυσοβούλλου νοῦς εἶχεν οὕτως. "ἡ βασιλεία μου φύλακα αὐτῆς ἐγρηγορώτατον καὶ πιστό τατον οὐδένα τῶν ὑπὸ χεῖρα ἢ Ῥωμανὸν εὑροῦσα, τούτῳ μετὰ θεὸν τὴν ἑαυτῆς φυλακὴν κατεπίστευσε, καὶ ἀντὶ πατρὸς αὐτὸν κρίνει, σπλάγχνα πατρικὰ πρὸς αὐτὴν ἐνδεικνύμενον. Λέοντα δὲ τὸν Φωκᾶν ἀεὶ ταύτῃ προσπολεμοῦντα καὶ ἐπιβουλεύοντα, καὶ νῦν τὴν κρυπτομένην αὐτοῦ πονηρίαν φανερώσαντα, οὔτε δομέ 2.295 στικον εἶναι βούλεται οὔθ' ἕνα κρίνει τῶν ὑπηκόων, ἀλλ' ἀπο στάτην καὶ τύραννον, καὶ χωρὶς ἐμῆς βουλῆς τὴν τοιαύτην ἀν ταρσίαν συστήσαντα, ἵν' εἰς ἑαυτὸν τὸ τῆς βασιλείας ἐπισπάσηται κράτος. τοῦτο οὖν εἰδὼς ὁ ἐμὸς λαὸς τὸ δέον συνιέναι θέλησον, καὶ τὸν προγονικὸν ἐπιγνοὺς δεσπότην τῆς πικρᾶς τυραννίδος ἀπό στηθι." τοῦ δὲ Συμεὼν γενομένου κατὰ τὴν παρεμβολὴν καὶ τὸ χρυσοβούλλιον φανερῶς ἐκπέμψαντος τῷ λαῷ, ὡς τοῦτο ἀνέγνω σαν καὶ τὸν αὐτοῦ νοῦν κατενόησαν, ἤρξαντο πάντες ἀναχωρεῖν καὶ τῷ βασιλεοπάτορι προσρύεσθαι Ῥωμανῷ. ὁ δὲ Φωκᾶς πρῶ τον μὲν πειραθεὶς τὴν ἀνάγνωσιν κωλῦσαι τοῦ χρυσοβουλλίου καὶ μὴ δυνηθείς, εἶτα καὶ ὑπορρέουσαν κατὰ μικρὸν τὴν αὐτοῦ βλέ πων δύναμιν, τοῖς ὅλοις ἀπειρηκὼς φυγῇ τὴν σωτηρίαν ἐπραγμα τεύετο, καὶ μετά τινων ὀλίγων τῶν πιστοτάτων τὸ φρούριον κατ έλαβεν Ἀτεούς. ἀποκρουσθεὶς δ' ἐκεῖθεν ἔν τινι χωρίῳ κατήντησεν ὃ κατωνομάζετο Γοηλήοντος, ὃ καὶ φανερῶς ἐδήλου ὠὴ Λέοντι· κἀκεῖσε παρὰ Μιχαὴλ τοῦ Βαρέος καί τινων ἄλλων πλείστων ἐπ' αὐτὸν συστάντων συλλαμβάνεται. στέλλεται τοίνυν Ἰωάννης ὁ Τουβάκις καὶ Λέων ὁ Παστηλᾶς εἰσαγαγεῖν αὐτὸν εἰς τὴν βασι λεύουσαν. οἱ δὲ τοῦτον κρατήσαντες ἀπετύφλωσαν, ὡς μὲν ἔνιοι λέγουσιν ἐντολὴν λαθραίαν λαβόντες ἐκ Ῥωμανοῦ, ὡς δ' οἱ περὶ τὸν Ῥωμανὸν διενίσταντο, αὐθαιρέτῳ γνώμῃ καὶ προαιρέσει· καὶ γὰρ δὴ καὶ ἐδόκει ἀγανακτεῖν ὁ Ῥωμανὸς ὡς παρὰ τὴν αὐτοῦ θέ λησιν γεγονότος τοῦ ἔργου. ἡ μὲν οὖν τοῦ Λέοντος ἀποστασία τοιοῦτον ἔσχε τὸ τέλος. 2.296 Συνέστη δὲ καὶ ἑτέρα ἐπιβουλὴ κατὰ Ῥωμανοῦ, παρά τινος Κωνσταντίνου Κτηματηνοῦ, ∆αβὶδ τοῦ Κουμουλιανοῦ καὶ Μιχαὴλ κουράτωρος τῶν μαγγάνων· οὗτοι γὰρ νεανίας τινὰς καθοπλίσαν τες κατὰ τὸ κυνήγιον ἐξελθόντα τὸν Ῥωμανὸν ἐπετρέψαντο διαχει ρίσασθαι. ὧν γνωσθέντων, καὶ συλληφθέντες οἱ τῆς ἐπιβουλῆς πρωτουργοὶ τοὺς ὀφθαλμοὺς ἐπηρώθησαν καὶ διὰ μέσης τῆς ἀγο ρᾶς περιήχθησαν. συνῆν δὲ ταύτῃ τῇ ἀτίμῳ περιαγωγῇ καὶ Λέων ὁ Φωκᾶς, ἡμιόνῳ ἐφεζόμενος. Κατηγορήθη δὲ καὶ Ζωὴ ἡ