406
βασιλὶς τῇ ζωῇ ἐπιβουλεύουσα τοῦ Ῥωμανοῦ, καὶ τοῦ παλατίου κατάγεται, κἀν τῇ τῆς ἁγίας Εὐφημίας μονῇ ἀποκείρεται. ἐξεβλήθη δὲ τῆς πόλεως καὶ Θεο φύλακτος πατρίκιος καὶ Θεόδωρος ὁ παιδαγωγὸς τοῦ βασιλέως καὶ ὁ τούτου ὁμαίμων Συμεών, καὶ ἐν τῷ ὀψικίῳ διάγειν ἐτάχθησαν, ὡς τάχα κατὰ Ῥωμανοῦ μελετῶντες. ὑπούργησε δὲ πρὸς τὸν ἐξοστρακισμὸν τῶν τοιούτων ὁ δρουγγάριος τῆς βίγλας Ἰωάννης ὁ Κουρκούας, αἰφνίδιον συναρπάσας αὐτοὺς καὶ πλοίοις εἰς τὴν περαίαν διαβιβάσας. Τῇ δὲ κδʹ τοῦ Σεπτεμβρίου μηνὸς ἀνάγεται Ῥωμανὸς εἰς τὴν τοῦ Καίσαρος ἀξίαν, καὶ ∆εκεμβρίῳ μηνὶ τῷ τῆς βασιλείας δια δήματι στέφεται, ἐπιτροπῇ τοῦ βασιλέως Κωνσταντίνου, τοῦ πατριάρχου Νικολάου αὐτὸν ἀναδήσαντος. Ῥωμανὸς δὲ ταινιω θεὶς τῷ βασιλικῷ διαδήματι στέφει κατ' αὐτὴν τὴν ἡμέραν τῶν ἁγίων φώτων καὶ τὴν ἑαυτοῦ σύζυγον Θεοδώραν. Μαΐῳ δὲ μηνὶ 2.297 κατὰ τὴν τῆς ἁγίας πεντηκοστῆς ἡμέραν στέφει καὶ τὸν ἑαυτοῦ υἱὸν Χριστοφόρον διὰ Κωνσταντίνου τάχα, κατὰ μὲν τὸ φαινό μενον ἐθέλοντος καὶ καταδεχομένου διὰ τὴν βίαν, ἐν δὲ τῷ ἀφανεῖ ἀλύοντος καὶ τὴν συμφορὰν ἀποκλαιομένου εἰς ἑαυτόν. καὶ μόνοι οἱ δύο κατὰ τὴν τοιαύτην προῆλθον προέλευσιν. Ἰουλίῳ δὲ μηνὶ ηʹ ἰνδικτιῶνος ἡ τῆς ἐκκλησίας γέγονεν ἕνωσις, ἑνωθέντων τῶν διαφερομένων μητροπολιτῶν τε καὶ κληρικῶν τῶν ἀπὸ Νικολάου πατριάρχου καὶ Εὐθυμίου διεσχισμένων. ὁ δὲ βασιλεὺς Ῥωμανὸς ἐξορίζει τὸν μάγιστρον Στέφανον εἰς τὴν Ἀντιγόνου νῆσον ὡς τῆς βασιλείας τάχα ὀριγνώμενον, καὶ μοναχὸν ἀποκείρει, σὺν αὐτῷ δὲ καὶ Θεοφάνην τὸν Τειχιώτην καὶ Παῦλον τὸν ὀρφανοτρόφον, τοὺς οἰκειοτάτους αὐτῷ. προκένσου δὲ γενομένου ἐν τῷ τριβουναλίῳ, αἰφνίδιον οἱ βασιλεῖς εἰς τὸ παλάτιον ὑποστρέφουσιν ἐπιβουλῆς μηνυθείσης αὐτοῖς· κατασχεθέντες δὲ οἱ ἔξαρχοι, ὅ τε πατρίκιος Ἀρσένιος καὶ ὁ μαγκλαβίτης Παῦλος, τυφλωθέντες καὶ δημευθέν τες ἐξωρίσθησαν. ἠγάγετο δὲ τούτῳ τῷ ἔτει καὶ γαμβρὸν ἐπὶ τῇ αὐτοῦ θυγατρὶ Ἀγάθῃ Ῥωμανὸς ὁ βασιλεὺς Λέοντα τὸν τοῦ Ἀργυροῦ, ἄνδρα γενναῖον καὶ κάλλει σώματος καὶ ἰδέᾳ ὑπερφέροντα, συνέσει τε καὶ φρονήσει κοσμούμενον. Ἐγένετο δὲ ἐν τῷ αὐτῷ χρόνῳ καὶ τὰ κατὰ τὸν Ῥεντάκιον. οὗτος ἐξ Ἑλλάδος ὡρμημένος τὸν ἑαυτοῦ γεννήτορα ἐπεχείρησεν ἀνελεῖν. δεδιὼς δ' ἐκεῖνος τὴν τοῦ υἱοῦ ἀταξίαν, πλοίου ἐπιβὰς ἔπλει πρὸς τὸ Βυζάντιον ὡς τάχα τοῦ βασιλέως δεησόμενος ἀνα κοπὴν γενέσθαι τῆς τοῦ υἱοῦ ἀπαιδευσίας. ἀνιὼν δὲ κατεσχέθη 2.298 παρὰ τῶν Σαρακηνῶν τῶν ἐν τῇ Κρήτῃ. ὁ δὲ τούτου υἱὸς ὑπο χείριον ἔχων τὸν πατρῷον πλοῦτον, ἀνελθὼν μετ' αὐτοῦ εἰς τὴν μεγαλόπολιν, τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ σοφίας προσέδραμε, κἀν τούτῳ προσκαθήμενος τὴν πατρικὴν κατεσπάθα οὐσίαν. οὐκ ἔλαθε τοῦτο τὸν Ῥωμανόν, ἀλλὰ γνοὺς ἐβουλεύσατο ἐξαγαγεῖν τοῦτον τῆς ἐκκλησίας καὶ παιδεῦσαι. ὁ δὲ πληροφορίαν σχών, βασιλικὰ πλασάμενος γράμματα ὡς δῆθεν ἐκπεμφθέντα πρὸς τὸν Συμεών, αὐτομολήσειν ἐβουλεύσατο πρὸς τοὺς Βουλγάρους. καὶ ἐλεγχθεὶς τῆς τε οὐσίας καὶ τῶν ὀφθαλμῶν στερεῖται. Ἀδραλέστου δὲ τοῦ δομεστίκου τῶν σχολῶν ἀποθανόντος προεβλήθη Πόθος ὁ Ἀργυρός. καὶ τῶν Βουλγάρων ἄχρι τῶν Κατασυρτῶν ἐξελασάντων ἔξεισι καὶ αὐτὸς μετὰ τῶν ταγμάτων, καὶ κατασκηνοῖ κατὰ τὴν λεγομένην Θερμόπολιν. ἐκεῖθεν δὲ Μι χαὴλ ταγματάρχην τὸν τοῦ πατρικίου Μωρολέοντος υἱὸν ἐπὶ κα τασκοπὴν τῶν Βουλγάρων ἐκπέμπει. ὁ δὲ ἀπροόπτως ταῖς βαρ βαρικαῖς ἐμπεσὼν ἐνέδραις, ἐπείπερ ἄφυκτα ἦν, τρέπεται πρὸς ἀλκήν, καὶ πολλοὺς τῶν Βουλγάρων ἀνελὼν καὶ τρεψάμενος, και ρίαν δὲ τυπεὶς καὶ αὐτός, ἐπανῆκεν εἰς τὴν βασιλίδα καὶ μετὰ μικρὸν ἐτελεύτησε. τότε δὲ καὶ τῷ βασιλεῖ Ῥωμανῷ ἐπιβουλὴ μηνύεται κατ' αὐτοῦ, προστάτην ἔχουσα τὸν σακελλάριον Ἀνα στάσιον, ὑπὲρ τοῦ βασιλέως δῆθεν ἀγωνιζόμενον· καὶ τῶν αἰτίων συσχεθέντων ἕκαστος κατὰ τὸ δόξαν ἐτιμωρήθη τῷ βασιλεῖ Ῥω μανῷ, τοῦ Ἀναστασίου ἀποκαρέντος μοναχοῦ. ἐξ ἧς αἰτίας καὶ ὁ