409
παραδυναστεύων· ἤδη γὰρ Ἰωάννης ὁ ῥαίκτωρ διαβληθεὶς πρὸς τὸν βασιλέα, κατελθὼν τοῦ παλατίου, ἐν τῇ αὐτοῦ μονῇ τὴν κοσμικὴν ἀπεκείρατο τρίχα. ἀφικομένους οὖν αὐτοὺς πρὸς τὸν Συμεὼν καὶ μέλλοντας κινεῖν λόγους περὶ εἰρήνης, τούτους μὲν ἀπεπέμψατο, αὐτὸν δὲ τὸν βασιλέα Ῥωμανὸν ἐπεζήτει θεάσασθαι· πεπληροφόρητο γὰρ ἄν δρα συνετὸν αὐτὸν εἶναι καὶ ἀληθῆ. ἀσπασίως δὲ ὁ Ῥωμανὸς ἐδέξατο τοῦτο. ἀποστείλας οὖν ἐν τῷ τοῦ Κοσμιδίου αἰγιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ὀχυρωτάτην ἀπόβασιν, ὥστε τὴν βασιλικὴν τριήρη διεκπλέουσαν ἐν αὐτῇ προσορμίζεσθαι, περι φράξας αὐτὴν πάντοθεν διατειχίσμασι. μέσον δὲ θριγκίον γενέσθαι προσέταξεν, ἔνθα ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ὁ δὲ Συμεὼν ἀπο στείλας ἐνέπρησε τὸν τῆς ὑπεραγίας θεοτόκου ναὸν τὸν ἐν τῇ πηγῇ, ὃν ὁ βασιλεὺς Ἰουστινιανὸς ἐδομήσατο, ἐπυρπόλησε δὲ καὶ τὰ κύκλῳ σύμπαντα, καὶ δῆλος ἦν ἐκ τούτου μὴ εἰρήνην ζητῶν. ὁ δὲ βασιλεὺς ἐν τῷ ναῷ γενόμενος τῶν Βλαχερνῶν ἅμα τῷ πα τριάρχῃ, καὶ ἐν τῇ ἁγίᾳ σορῷ εἰσελθὼν καὶ ἱκετηρίας ᾠδὰς ἀπο 2.305 δοὺς τῷ θεῷ, τὸ ὠμοφόριον τῆς θεοτόκου λαβὼν ἐξῄει τοῦ ναοῦ, ὅπλοις ἀσφαλέσι φραξάμενος. τὸν σὺν αὐτῷ οὖν στόλον κοσμή σας ἀριπρεπῶς τὸν ὡρισμένον κατείληφε τόπον. ἐννάτη τοῦ Νοεμ βρίου μηνὸς ἦν ὅτε ταῦτα ἐγίνετο. παρεγένετο δὲ καὶ ὁ Συμεών, πλῆθος ἐπαγόμενος εἰς πολλὰς διῃρημένον τὰς παρατάξεις καὶ τὰς ἰδέας· οἱ μὲν γὰρ ἦσαν χρυσάσπιδες καὶ χρυσᾶ δόρατα ἔχοντες, οἱ δὲ ἀργυράσπιδες, οἱ δὲ χαλκάσπιδες, οἱ δὲ ἄλλῃ χροίᾳ, ὥς πῃ ἑκάστῳ ἐδόκει, ἐκεκόσμηντο. οἵτινες μέσον αὐτὸν εἰληφότες τὸν Συμεὼν ὡς βασιλέα εὐφήμουν Ῥωμαϊκῇ τῇ φωνῇ. πάντες δὲ οἱ ἐν τέλει καὶ ὁ ἀστικὸς δῆμος ἐκ τῶν τειχῶν ἐθεῶντο τὰ δρώμενα. πρῶτος οὖν ὁ βασιλεὺς Ῥωμανὸς τὴν εἰρημένην ἀποβάθραν κατα λαβὼν τὸν Συμεὼν ἐξεδέχετο. ὅμηρα δὲ δόντες ἀλλήλοις, καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διερευνήσαντες ἀκριβῶς, μή πού τις δόλος ἢ ἐνέδρα κρύπτηται, τότε κατελθεῖν τὸν Συμεὼν τοῦ ἵππου προετρέψαντο καὶ εἰσελθεῖν πρὸς τὸν βασιλέα. ἠσπάσαντο γοῦν ἀλλήλους, καὶ περὶ εἰρήνης ἤρξαντο διαλέγεσθαι. φασὶ δ' οὖν εἰπεῖν τὸν Ῥωμανὸν πρὸς τὸν Συμεὼν "ἀκήκοά σε Χριστιανὸν ἄν θρωπον καὶ θεοσεβῆ, βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοῖς λόγοις συμβαίνοντα. εἰ μὲν γὰρ ἀληθῶς Χριστιανὸς ὑπάρχεις, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς χύσεις τῶν ἀνοσίων αἱμάτων, καὶ σπεῖσαι μεθ' ἡμῶν τῶν Χριστιανῶν Χριστιανὸς καὶ αὐτὸς ὢν καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αἵμασιν ὁμοπίστων Χριστιανῶν. ἄνθρωπος εἶ καὶ αὐτός, θάνα τον προσδοκῶν καὶ ἀνάστασιν καὶ κρίσιν καὶ ἀνταπόδοσιν τῶν βε 2.306 βιωμένων. σήμερον ὑπάρχεις, καὶ αὔριον εἰς κόνιν διαλυθήσῃ. εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, ἐγώ σε τούτου ἐμπλήσω εἰς κόρον. μόνον ἄσπασαι τὴν εἰρήνην καὶ ἀγάπησον τὴν ὁμόνοιαν, ἵνα καὶ αὐτὸς βίον ζήσεις εἰρηνικὸν καὶ ἀναίμακτον, καὶ οἱ Χριστιανοὶ παύσωνταί ποτε κατ' ἀλλήλων ὅπλα κινοῦντες."
Καὶ ταῦτα μὲν εἶπεν ὁ βασιλεύς, αἰδεσθεὶς δὲ ὁ Συμεὼν τὴν τούτου ταπείνωσιν ὑπέσχετο τὴν εἰρήνην ποιήσασθαι. καὶ ἀσπασάμενοι ἀλλήλους διεχωρίσθησαν, τοῦ βασιλέως δώροις μεγαλοπρεπέσι δεξιωσαμένου τὸν Συμεών. συμβέβηκε δέ τι τεράστιον τότε, ὡς ἄξιον εἶναι καὶ διηγήσασθαι. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνω θεν αὐτῶν ὑπερπτῆναι, κλάγξαι τε καὶ ἀλλήλοις συμμῖξαι καὶ παραυτίκα διαζευχθῆναι, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην ἀποπτῆναι. τοῦτο δὲ οἱ περὶ τὰς ὀρνιθοσκο πίας ἐπτοημένοι οὐκ αἴσιον ἔκριναν οἰωνόν· ἀσυμβάτους γὰρ δια λυθήσεσθαι ἐπὶ τῇ εἰρήνῃ ἀμφοτέρους ἔφησαν. ὁ δὲ Συμεὼν ὑποστρέψας τοῖς οἰκείοις ἄρχουσι τὴν τοῦ βασιλέως ἐξηγεῖτο με τριότητα καὶ τὸ πρὸς τὰ χρήματα προετικόν τε καὶ ἐλευθέριον. Κατὰ δὲ τὴν ἑορτὴν τῶν Χριστουγέννων, ἰνδικτιῶνος βʹ, Ῥωμανὸς ὁ βασιλεὺς στέφει τοὺς δύο υἱοὺς