410
αὐτοῦ, Στέφανον καὶ Κωνσταντῖνον, ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ· τὸν δὲ λοιπὸν υἱὸν αὐτοῦ Θεοφύλακτον ὁ πατριάρχης ἀπέκειρε κληρικόν, χειροτονήσας αὐ τὸν ὑποδιάκονον, προχειρισάμενος καὶ σύγκελλον, πρότερον διελ θόντα εἰς τὰ ἅγια μετὰ τοῦ τάγματος τῶν ὑποδιακόνων. ἐτίμησε δὲ καὶ τὸν μυστικὸν Ἰωάννην καὶ παραδυναστεύοντα πατρίκιον 2.307 καὶ ἀνθύπατον. ιεʹ δὲ Μαΐου μηνός, ἰνδικτιῶνος γʹ, τελευτᾷ ὁ πατριάρχης Νικόλαος, κρατήσας ἐν τῇ δευτέρᾳ ἀναρρήσει ἔτη ιγʹ· καὶ καθίσταται Αὐγούστῳ μηνὶ πατριάρχης ὁ τῆς Ἀμασείας μη τροπολίτης Στέφανος. κατηγορήθη δὲ καὶ ὁ μυστικὸς ὡς τὴν βασιλείαν σφετεριζόμενος, καὶ ὑποθήκῃ τοῦ πατρικίου Κοσμᾶ καὶ λογοθέτου τοῦ δρόμου, μνηστευομένου τοῦτον εἰς τὴν ἑαυτοῦ θυγατέρα, καταβιβάζεται τοῦ παλατίου. συγχωρεῖται δ' ὅμως εἰσέρχεσθαι καὶ προσκυνεῖν τὸν βασιλέα· στέργων γὰρ αὐτὸν ὁ βασιλεὺς τελέως ἀπώσασθαι οὐκ ἐβούλετο. ἐγκειμένων δὲ τῶν κατηγόρων καὶ σαφῆ δεικνύντων τὴν κατηγορίαν, ἐρευνήσας ὁ βα σιλεὺς καὶ ἀληθῆ τὰ κατ' αὐτοῦ εὑρῶν λαληθέντα ἔμελλε κατα σχεῖν καὶ ἐξετάσαι· ὁ δὲ τοῦτο προγνοὺς φυγῇ τὴν Μονοκάστανον μονὴν καταλαμβάνει καὶ ἀποκείρεται μοναχός. τὸν δὲ πατρίκιον Κοσμᾶν καὶ λογοθέτην αἰκισάμενος ὁ βασιλεὺς ἐν τῷ ὡρολογείῳ παρέλυσε τῆς ἀρχῆς. προβάλλεται δὲ ἀντὶ τοῦ μυστικοῦ Ἰωάννου τὸν πρωτοβεστιάριον Θεοφάνην παραδυναστεύοντα. ἐγένετο τηνι καῦτα καὶ σεισμὸς ἐν τῷ θέματι τῶν Θρᾳκησίων καὶ χάσματα γῆς καταπληκτικά, ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας αὐτάνδρους κα ταποθῆναι. Μαΐῳ δὲ μηνί, ἰνδικτιῶνος ιεʹ, εἰσβολὴν Συμεὼν ὁ τῆς Βουλγαρίας ἄρχων ἐποιήσατο κατὰ Χρωβάτων, καὶ συμβαλὼν μετ' αὐτῶν καὶ ἡττηθεὶς ἐν ταῖς τῶν ὀρῶν δυσχωρίαις ἅπαν τὸ 2.308 ἑαυτοῦ ἀπώλεσε στράτευμα. Ἰωάννης δέ τις ἀστρονόμος προσ ελθὼν τῷ βασιλεῖ ἔφησεν ὡς εἰ πέμψας ἀποκόψει τὴν κεφαλὴν τῆς ἱσταμένης ἄνωθεν τῆς ἐν τῷ Ξηρολόφῳ ἁψῖδος καὶ πρὸς δύσιν βλεπούσης στήλης, ἀποθανεῖται ὁ Συμεὼν παραυτίκα· αὐτῷ γὰρ ἐστοιχειῶσθαι τὴν τοιαύτην στήλην. ὁ δὲ τοῖς ἐκείνου πιθήσας λόγοις ἀπέτεμε τὴν κεφαλὴν τῆς στήλης· καὶ αὐτῇ τῇ ὥρᾳ, καθὼς ἀκριβωσάμενος ἔγνω ὁ βασιλεύς, ὁ Συμεὼν ἐν Βουλγαρίᾳ τέθνηκε νόσῳ κατακαρδίῳ ἁλούς. Οὗ τελευτήσαντος τὴν τῶν Βουλγάρων ἀρχὴν Πέτρος κατ έσχεν ὁ ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς τῆς ἀδελφῆς Γεωργίου τοῦ Σουσουρβούλου, ὃν καὶ ἐπίτροπον τοῖς ἑαυτοῦ παισὶν ὁ Συμεὼν κατέστησε· Μιχαὴλ γὰρ τὸν ἐκ τῆς προτέρας ἀποτεχθέντα παῖδα αὐτῷ ἔτι ζῶν ὁ Συμεὼν ἀπέκειρε μοναχόν. τὰ γοῦν πέριξ ἔθνη, Τοῦρκοι Σέρβοι Χρωβάτοι καὶ οἱ λοιποί, τὴν τοῦ Συμεὼν ἀνα μαθόντες τελευτὴν ἐκστρατεύειν κατὰ Βουλγάρων ἐβουλεύοντο. κατέσχε δὲ καὶ λιμὸς μέγας σὺν ἀκρίδι τὸ Βουλγάρων ἔθνος, ἰσχυ ρῶς ἐκπιέζων καὶ καταδαπανῶν τὰ πλήθη καὶ τοὺς καρπούς. ἐδε δοίκεσαν μὲν οὖν οἱ Βούλγαροι καὶ τὴν τῶν ἄλλων ἔφοδον ἐθνῶν, ἐδεδίεσαν δὲ πλέον τὴν τῶν Ῥωμαίων ἐπέλευσιν. βουλευσάμενος οὖν ὁ Πέτρος μετὰ τῶν περὶ αὐτὸν ἔγνω δεῖν ἐπιστρατεῦσαι Ῥω μαίοις ἐπὶ καταπλήξει. καταλαμβάνουσι τοίνυν τὴν Μακεδονίαν. εἶτα μαθόντες ὡς ἔξεισι κατ' αὐτῶν ὁ βασιλεύς, πέμπουσι λάθρᾳ τινὰ μοναχὸν Πέτρος τε ὁ ἄρχων Βουλγαρίας καὶ ὁ τῶν παίδων 2.309 τοῦ Συμεὼν ἐπιτροπεύων Γεώργιος, γράμματα ἐπαγόμενον. ὡς βούλονται δὲ Ῥωμαίοις σπείσασθαι, τὰ γράμματα ἔφραζεν, εἰ αἱροῦνται δέ, καὶ γαμικὸν συστήσασθαι συνάλλαγμα μετ' αὐτῶν. ὃν ἀφικόμενον ὁ βασιλεὺς ἀσμενέστατα προσδεξάμενος, εὐθέως ἀπέστειλε μετὰ δρόμωνος μοναχὸν τινὰ Θεοδόσιον καὶ Κωνσταντῖ νον βασιλικὸν κληρικὸν τὸν Ῥόδιον, συλλαλῆσαι τοῖς Βουλγάροις τὰ εἰς εἰρήνην ἐν Μεσημβρίᾳ. οἵτινες παραγενόμενοι καὶ τὰ εἰκότα διαλεχθέντες ὑπέστρεψαν διὰ ξηρᾶς ἅμα Στεφάνῳ τινὶ περιωνύμῳ ἐν Βουλγαρίᾳ· κατόπιν δὲ τούτων παρεγένετο καὶ ὁ ἐπίτροπος Γεώργιος ὁ τοῦ Σουρσουβούλου καὶ ἄλλοι τινὲς τῶν ἐπιφανῶν. καὶ εἰς ὄψιν ἐλθόντες τῷ βασιλεῖ, θεασάμενοι δὲ καὶ τὴν θυγα τέρα Χριστοφόρου τοῦ