411
βασιλέως Μαρίαν καὶ ἐπ' αὐτῇ μεγάλως ἀρεσθέντες (ἦν γὰρ ὑπερφέρουσα τῷ κάλλει), ἔγραψαν τῷ Πέτρῳ διὰ τάχους παραγενέσθαι, σύμφωνα ποιησάμενοι πρότερον περὶ τῆς εἰρήνης. ἀπεστάλη δὲ καὶ Νικήτας μάγιστρος, ὁ τοῦ βασι λέως συμπένθερος Ῥωμανοῦ, ὑπαντῆσαι καὶ ἀγαγεῖν τὸν Πέτρον μέχρι τῆς βασιλίδος. οὗ καταλαβόντος ἐν Βλαχέρναις, ὁ βασι λεὺς μετὰ τριήρους ἐλθὼν τοῦτον ἐδέξατο καὶ ἠσπάσατο καὶ φιλο τίμως ἐδεξιώσατο. ἀλλήλοις οὖν τὰ εἰκότα προσομιλήσαντες τά τε τῆς εἰρήνης σύμβολα καὶ τὰ τοῦ γάμου ἐπεραιώσαντο, τοῦ πρωτοβεστιαρίου Θεοφάνους ἐν πᾶσι μεσολαβοῦντος. καὶ τῇ ηʹ τοῦ Ὀκτωβρίου μηνὸς ἐξελθὼν ὁ πατριάρχης Στέφανος, ἅμα τῷ 2.310 πρωτοβεστιαρίῳ Θεοφάνει καὶ πάσῃ τῇ συγκλήτῳ, εὐλόγησε Πέ τρον τε καὶ Μαρίαν ἐν τῷ ναῷ τῆς ὑπεραγίας θεοτόκου τῆς Πηγῆς, παρανυμφευόντων τοῦ πρωτοβεστιαρίου καὶ τοῦ Σουρσουβούλου. φαιδρῶν δὲ καὶ πολυτελῶν γενομένων τῶν γάμων, εἰσῆλθεν ὁ πρωτοβεστιάριος ἅμα τῇ θυγατρὶ τοῦ βασιλέως ἐν τῇ πόλει. τρίτην δὲ μετὰ τὸν γάμον ἑστίασιν ἐν τῇ τῶν Πηγῶν ἀποβάθρᾳ ποιήσας ὁ βασιλεύς, παρ' αὐτῇ τῇ ἀποβάθρᾳ τοῦ βασιλικοῦ δρό μωνος ἱσταμένου, συνειστιάθη τῷ Πέτρῳ. παρῆσαν δὲ τῇ εὐωχίᾳ καὶ Κωνσταντῖνος ὁ βασιλεὺς καὶ Χριστοφόρος. ἐγένετο δὲ στά σις οὐ μικρὰ παρὰ τῶν Βουλγάρων, ἐνισταμένων πρότερον εὐφη μηθῆναι τὸν Χριστοφόρον, εἶτα τὸν Κωνσταντῖνον· ὧν τῇ ἐν στάσει παραχωρῶν ὁ βασιλεὺς Ῥωμανὸς ἐκέλευσεν οὕτω γενέσθαι. πάντων δὲ τῶν ἐν τοῖς τοιούτοις εἰωθότων γίνεσθαι συντελεσθέν των, ἀπῆρεν ἡ Μαρία σὺν τῷ οἰκείῳ συζύγῳ καὶ τῆς πρὸς Βουλ γαρίαν ἥψατο, προπεμφθεῖσα παρὰ τῶν γονέων αὐτῆς καὶ τοῦ πρωτοβεστιαρίου μέχρι τοῦ Ἑβδόμου. καὶ τὰ μὲν ἐν τῇ πόλει τοῦτον ἐτελεῖτο τὸν τρόπον. Ὁ δὲ δομέστικος τῶν σχολῶν Ἰωάννης μάγιστρος ὁ Κουρ κούας, ἄγων καὶ φέρων τὰ τῆς Συρίας καὶ ἅπαν ἀντίξουν κατα στρεφόμενος, καὶ πλεῖστα φρούρια καὶ ὀχυρώματα καὶ πόλεις βαρβαρικὰς καθελών, ἔφθασε καὶ μέχρι τῆς περιβοήτου Μελιτη νῆς, πολιορκίᾳ δὲ τοὺς ἔνδον στενοχωρήσας ἠνάγκασε πρὸς συμ βάσεις ἰδεῖν. παρεγένετο οὖν πρὸς αὐτὸν Ἀπόχαψ ὁ τοῦ Ἄμερ 2.311 ἔκγονος, ἀμηρᾶς ὑπάρχων Μελιτηνῆς, καὶ Ἀποσαλὰθ ὁ τῶν ἐν αὐτῇ κατάρχων ταγμάτων· οὓς προσδεξάμενος ὁ δομέστικος ἱλαρῶς καὶ μετὰ προσηνείας πρὸς τὸν αὐτοκράτορα ἐξαπέστειλεν. ἐντυχόντες οὖν αὐτῷ καὶ εἰρηνικὰ ποιήσαντες σύμφωνα ὑπέστρε ψαν εἰς τὰ ἴδια, τοῖς φίλοις καὶ συμμάχοις Ῥωμαίων καταγρα φέντες καὶ μετ' αὐτῶν κατὰ τῶν ὁμοφύλων καθοπλιζόμενοι. τε λευτήσαντος δὲ τοῦ Ἀπόχαψ καὶ τοῦ Ἀποσαλὰθ διελύθη τὰ τῆς εἰρήνης. ἐκστρατεύει οὖν κατ' αὐτῶν ὁ εἰρημένος δομέστικος, ᾧ συνῆν μετὰ τῶν Ἀρμενίων καὶ ὁ μάγιστρος ὁ Μελίας. καὶ πρό τερον μὲν πολέμῳ τοὺς Μελιτηνοὺς συνήλασαν εἴσω τείχους κατα τολμήσαντας ἀντιποιήσασθαι τῶν ὑπαίθρων· ἔπειτα περικαθί σαντες τὴν πόλιν καὶ μετὰ συντονίας ταύτην πολιορκήσαντες πολέ μου νόμῳ κατέσχον.
Κατέδραμον δὲ καὶ πάντα τὰ πέριξ καὶ ἐχειρώσαντο καὶ δοῦλα Ῥωμαίοις εἰργάσαντο. τὴν μὲν οὖν Με λιτηνὴν εἰς κουρατωρείαν καταστήσας ὁ βασιλεύς, καὶ πᾶσαν τὴν περιοικίδα, πολλὴν συντέλειαν τῷ δημοσίῳ προσήγαγε· Νικήτας δὲ ὁ μάγιστρος καὶ πενθερὸς Χριστοφόρου τοῦ βασιλέως κατηγο ρηθεὶς ὡς ὑποτιθέμενος τῷ Χριστοφόρῳ κατὰ τοῦ ἰδίου γενέσθαι πατρὸς καὶ τοῦτον ἐξῶσαι τῆς βασιλείας, ἐξεβλήθη τῆς πόλεως καὶ ἀπεκάρη μοναχός. μηνὶ δὲ Ἰουλίῳ ιεʹ ἡμέρᾳ, ἰνδικτιῶνος ʹ, ἐτελεύτησεν ὁ Ἀμασείας Στέφανος, πατριαρχήσας ἔτη βʹ μῆνας ιαʹ· ∆εκεμβρίῳ δὲ μηνὶ ἄγουσι Τρύφωνα μοναχόν, καὶ χειροτο νοῦσι πατριάρχην ἐπὶ χρόνῳ ῥητῷ, μέχρις ἂν Θεοφύλακτος ὁ τοῦ βασιλέως υἱὸς εἰς μέτρον φθάσῃ τῆς νομίμου ἡλικίας. τῷ αὐτῷ 2.312 δὲ μηνὶ γέγονε χειμὼν ἀφόρητος, ὡς κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ἑκατὸν εἴκοσι. ἐπηκολούθησε δὲ τῷ χειμῶνι καὶ ὁ μέγας λιμός, τοὺς πώποτε γενομένους ὑπερβαλλόμενος, καὶ θά νατος ἀπὸ τούτου, ὡς μὴ δύνασθαι τοὺς ζῶντας