413
παραίτησιν ἔγραψεν, ὡς ἀνάξιος ὢν ἐξίσταται τῷ βουλομένῳ τοῦ θρόνου. τῆς δὲ τοιαύτης παραιτήσεως προ κομισθείσης ἐπὶ συνόδου κατάγεται τῆς ἐκκλησίας ὁ Τρύφων, 2.315 πολλὰ τὴν ἀπάτην ὀλοφυρόμενος καὶ τῷ πρωτοθρόνῳ ἐπιμεμφό μενος. καὶ μετὰ χρόνον ἕνα καὶ μῆνας πέντε (τοσοῦτον γὰρ ὁ τῆς ἡλικίας τοῦ Θεοφυλάκτου ἐνέδει χρόνος πρὸς τελειότητα καὶ χειρο θεσίαν ἀρχιερωσύνης) Φεβρουαρίῳ, ἰνδικτιῶνος βʹ, χειροτονεῖται πατριάρχης Θεοφύλακτος ὁ τοῦ βασιλέως υἱός. Βασίλειος δέ τις Μακεδών, Κωνσταντῖνον τὸν τοῦ ∆ούκα ἑαυτὸν ἐπιφημίσας, πολλοὺς ἐξαπατήσας πρὸς ἑαυτὸν ἐπεσπά σατο, καὶ περιπατῶν ἐκύκα καὶ συνετάραττε τὰς πόλεις καὶ πρὸς ἀποστασίαν ἐκίνει· συσχεθεὶς δὲ παρά τινος τουρμάρχου Ἐλεφαν τίνου τὴν προσηγορίαν, καὶ ὡς βασιλέα ἀχθεὶς τῆς μιᾶς ἀλλο τριοῦται χειρός. εἶτα πάλιν, ὡς ἀφείθη, χεῖρα χαλκῆν ἑαυτῷ περιθεὶς καὶ σπάθην ὑπερμεγέθη κατασκευάσας περιενόστει τὸ Ὀψίκιον, τοὺς ἀφελεστέρους πλανῶν ὡς αὐτὸς εἴη Κωνσταντῖνος ὁ τοῦ ∆ούκα. μεγάλην οὖν χεῖρα συναθροίσας ἀποστασίαν κινεῖ. καὶ τὸ φρούριον κατασχὼν ὃ Πλατεῖα πέτρα κατονομάζεται, πᾶν εἶδος ἐν τούτῳ ἀπέθετο, ἀφ' οὗπερ ἐξορμώμενος ἐλεηλάτει τὰ παρατυχόντα καὶ ἐληΐζετο. πέμψας οὖν ὁ βασιλεὺς στρατὸν κατ' αὐτοῦ αὐτόν τε συλλαμβάνει καὶ τοὺς σὺν αὐτῷ. καὶ πολλὰ ἀνα κρίνας μαθεῖν μή τινες εἶεν τῶν ἐν τέλει συνίστορες, τελευταῖον μηδὲν καίριον καταλαβών, ἐν τῷ λεγομένῳ Ἀμαστριανῷ πυρὶ τὸν τοιοῦτον παραδίδωσιν. ἄγεται δὲ καὶ γυναῖκα Στεφάνῳ τῷ υἱῷ ὁ βασιλεὺς Ῥωμανὸς Ἄνναν τὴν θυγατέρα τοῦ Γαβαλᾶ· ἅμα δὲ τῷ νυμφικῷ στεφάνῳ καὶ τὸ τῆς βασιλείας διάδημα αὐτῇ ἐπε τίθετο. 2.316 Ἐγένετο δὲ καὶ εἰσβολὴ Τούρκων κατὰ Ῥωμαίων, Ἀπριλλίῳμηνί, ἰνδικτιῶνος ζʹ, καὶ κατέδραμον πᾶσαν τὴν δύσιν μέχρι τῆς πόλεως. ἀπεστάλη γοῦν ὁ πατρίκιος Θεοφάνης καὶ πρωτοβεστιά ριος, καὶ ἀλλάγιον μετ' αὐτῶν ἐποιήσατο, μηδενὸς χρήματος φεισαμένου τοῦ βασιλέως εἰς τὴν τῶν αἰχμαλώτων ἀνάρρυσιν. ἐνυμφεύθη δὲ καὶ Κωνσταντίνῳ τῷ λοιπῷ υἱῷ τοῦ βασιλέως κόρη τις Ἑλένη τοὔνομα, ἐκ γένους τῶν Ἀρμενιακῶν ἕλκουσα τὴν σειράν, θυγάτηρ Ἀδριανοῦ πατρικίου· ἧς μετὰ μικρὸν ἀποθανούσης προσήρμοσεν αὐτῷ ἑτέραν, Θεοφανὼ τοὔνομα, ἐκ γένους κατα ομένην τοῦ Μάμαντος.
∆εκάτῃ δὲ καὶ τετάρτῃ ἰνδικτιῶνι, Ἰου νίῳ μηνί, ἐπέλευσις κατὰ τῆς πόλεως ἐγένετο Ῥωσικοῦ στόλου πλοίων χιλιάδων δέκα. ἐξῆλθεν οὖν κατ' αὐτῶν ὁ πατρίκιος καὶ πρωτοβεστιάριος Θεοφάνης μετὰ τοῦ στόλου, κἀν τῷ Ἱερῷ προσ ωρμίσατο, ἐκείνων ἐν τῷ Φάρῳ καὶ ἐν τῷ ἐπέκεινα αἰγιαλῷ ναυ λοχούντων. καιροσκοπήσας οὖν ἀθρόον τούτοις ἐπέθετο, καὶ τήν τε σύνταξιν αὐτῶν διέλυσε καὶ πολλὰ τῶν πλοίων τῷ σκευαστῷ πυρὶ ἀπετέφρωσε, τὰ δὲ τελέως ἐτρέψατο. οἱ περιλειφθέντες δὲ τῶν Ῥὼς περαιοῦνται εἰς τὴν ἀνατολὴν καὶ κατὰ τὰ λεγόμενα Σγόρα προσίσχουσι. Βάρδας δὲ πατρίκιος, ὁ τοῦ Φωκᾶ υἱός, τοὺς αἰγιαλοὺς παρατρέχων μεθ' ἱππέων καὶ ἐκκρίτων ἀνδρῶν, συντάγματι τούτων ἱκανῷ πρὸς συλλογὴν ἐκπεμφθέντι τροφῆς συναντήσας ἐτρέψατο καὶ κατέσφαξεν. ἀλλὰ μὴν καὶ ὁ δομέστι κος τῶν σχολῶν ὁ Κουρκούας, ὀξὺς ἐπιφανεὶς μετὰ τῶν ταγμάτων, καὶ ἀποσπάδας τούτους εὑρίσκων τῇδε κἀκεῖσε πλανωμένους, κα 2.317 κῶς διετίθει. ἃ δὲ οὗτοι ἔδρασαν κακὰ πρὸ τοῦ καταπολεμηθῆ ναι, πᾶσαν ὑπερεκπίπτει τραγῳδίαν· τοὺς μὲν γὰρ τῶν ἁλισκο μένων ἀνεσταύρουν, τοὺς δὲ τῇ γῇ προσεπαττάλευον, τοὺς δὲ ὥσπερ σκοποὺς ἱστῶντες βέλεσι κατετόξευον. ὅσοι δὲ τῶν ἁλόν των ἱερωσύνης ἠξίωντο, τούτων ἥλοις ὀξέσι διεπερόνουν τὰς κε φαλάς. οὐκ ὀλίγους δὲ καὶ θείους ναοὺς ἐπυρπόλησαν. ἀλλὰ ταῦτα μὲν πρότερον· ἐπεὶ δέ, ὡς ἄνωθεν ἐρρέθη, καταναυμαχη θέντες καὶ διὰ γῆς οὐχ ἥκιστα κακωθέντες, συσταλέντες ἠρέμουν ἐν τοῖς σφετέροις πλοίοις, καὶ ἤδη αὐτοῖς ἐπιλελοίπει τὰ ἐπιτή δεια, ἐβουλεύοντο μὲν εἰς τὰ ἴδια ὑπονοστῆσαι, ἐδεδίεσαν δὲ τὸν στόλον παραγειτονοῦντα καὶ τὸν