414
ἀπόπλουν φυλάττοντα. καιρὸν δ' ὅμως τηρήσαντες καὶ σύνθημα δόντες καὶ τὰ πρυμνήσια λύσαντες ἀπέπλεον. οὐκ ἔλαθον δὲ τὸν πατρίκιον καὶ πρωτοβεστιάριον Θεο φάνην, ἀλλὰ γνοὺς οὗτος τὴν αὐτῶν ἀναχώρησιν ὑπαντιάζει τούτοις εὐθύς, καὶ γίνεται ναυμαχία δευτέρα, καὶ τρέπονται πάλιν οἱ Ῥώς. καὶ τὰ μὲν τῶν σκαφῶν βυθῷ παρεδόθη, τὰ δὲ σίδηρος καὶ πῦρ ἐμερίσαντο, τὰ δὲ αὔτανδρα ὑπὸ ταῖς τῶν Ῥωμαίων χερσὶν ἐγένοντο· ὀλίγα δὲ τὴν τοῦ πολέμου διαφυγόντα ἀνάγκην πρὸς τὰ οἰκεῖα ἐχώρησαν. ἀνθ' ὧν ὁ βασιλεὺς τὸν πρωτοβεστιάριον ἀποδεξά μενος καὶ παρακοιμώμενον αὐτὸν προεβάλετο. Φθόνου δὲ κινηθέντος κατὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ Κουρκούα παρὰ τῶν ἄλλων βασιλέων (ἐβούλετο γὰρ Ῥωμανὸς ὁ βασιλεὺς Εὐφροσύνην τὴν τοῦ δομεστίκου θυγατέρα νύμφην ἀγαγέσθαι τῷ οἰκείῳ ἐκγόνῳ Ῥωμανῷ τῷ υἱῷ τοῦ ἐσχά 2.318 του παιδὸς αὐτοῦ Κωνσταντίνου) ἠναγκάσθη τῆς ἀρχῆς αὐτὸν παραλῦσαι, ἐπὶ δυσὶ καὶ εἴκοσι χρόνοις καὶ μησὶν ἑπτὰ ἀδιαδόχως τὴν τοῦ δομεστίκου ἀρχὴν ἰθύνοντα, καὶ πᾶσαν ὡς εἰπεῖν τὴν Συρίαν καταδραμόντα καὶ ταπεινώσαντα. ὅτῳ δὲ βουλητὸν τὰς ἐκείνου μαθεῖν ἀριστείας, ζητησάτω τὴν πονηθεῖσαν βίβλον παρά τινος Μανουὴλ πρωτοσπαθαρίου καὶ κριτοῦ (ἐν ὀκτὼ γὰρ βίβλοις ἐκεῖνος τὰ τούτου ἀνδραγαθήματα συνεγράψατο), καὶ ἐξ αὐτῆς εἴσεται οἷος ἦν ὁ ἀνὴρ τὰ πολεμικά. Παραπλησίως τούτῳ καὶ Θεόφιλος ὁ τούτου ὁμαίμων, ὁ πάππος Ἰωάννου τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὰς ἐν Μεσο ποταμίᾳ τῶν Σαρακηνῶν πόλεις διέθετο, στρατηγὸς ἐν αὐτῇ γεγο νὼς καὶ ταπεινώσας καὶ τελέως ἀφανίσας τοὺς ἐκ τῆς Ἄγαρ. καὶ Ῥωμανὸς δὲ ὁ πατρίκιος, ὁ τοῦ δομεστίκου Ἰωάννου υἱός, στρατηγὸς καταστὰς πολλά τε φρούρια παρεστήσατο καὶ πλείστων λα φύρων αἴτιος ὑπῆρξε τοῖς Ῥωμαίοις. τοῦ Ἰωάννου δὲ παραλυθέντος τῆς ἀρχῆς, προβάλλεται δομέστικος τῶν σχολῶν ὁ Παν θήριος, ὁ τοῦ βασιλέως Ῥωμανοῦ συγγενής. Ἱλασκόμενος δὲ τὸν θεὸν ὁ βασιλεὺς Ῥωμανὸς διὰ τὴν τῶν ὅρκων παράβασιν, καὶ μετανοῶν ἐφ' οἷς κακῶς παρεσπόνδησεν, ἐποίει μὲν καὶ ἄλλας εὐποιίας, ἃς καταλέγειν ἔργον, ἀπέτισε δὲ καὶ τὰ χρέα τῆς πόλεως ἀπό τε πλουσίων καὶ πενήτων, δεδωκώς, ὥς φασι, κεντηνάρια δέκα ἐννέα, τὰ δὲ γραμματεῖα κατακαύσας ἐν τῷ κατὰ τὴν Χαλκῆν πορφυρῷ ὀμφαλίῳ. δέδωκε δὲ καὶ τὰ 2.319 ἐνοίκια τῆς πόλεως ἀπὸ τοῦ ὑψηλοτάτου καὶ μέχρι τοῦ ἐσχάτου. ἃ δὲ διετυπώσατο γίνεσθαι ψυχικὰ ἐπετείως ἐν τῇ νεονργηθείσῃ παρ' αὐτοῦ μονῇ τοῦ Μυρελαίου, ἴσασι πάντες μέχρι τοῦ νῦν τελούμενα. Κατὰ δὲ τὴν πρώτην ἰνδικτιῶνα τῶν Τούρκων πάλιν ἐπι δρομὴν ποιησαμένων κατὰ Ῥωμαίων, ὁ παρακοιμώμενος Θεοφά νης ἐξελθὼν ἐσπείσατο μετ' αὐτῶν καὶ λαβὼν ὁμήρους ὑπέστρεψε. δευτέρᾳ δὲ ἰνδικτιῶνι Πασχάλιον πρωτοσπαθάριον καὶ στρατηγὸν Λαγγοβαρδίας ἐξέπεμψεν ὁ βασιλεὺς πρὸς τὸν ῥῆγα Φραγγίας Οὔγωνα, τὴν αὐτοῦ θυγατέρα ἐπιζητῶν νυμφευθῆναι τῷ τοῦ πορφυρογεννήτου υἱῷ Ῥωμανῷ· ἥτις καὶ ἀχθεῖσα μετὰ πλούτου πολλοῦ συνήφθη Ῥωμανῷ. συνεβίωσε δὲ μετ' αὐτοῦ ἔτη εʹ καὶ ἀπέθανε. ἐγένετο δὲ καὶ βίαιος ἄνεμος μηνὶ ∆εκεμβρίῳ· καὶ καταπεσόντες οἱ λεγόμενοι ∆ῆμοι συνέτριψαν τὰ κάτωθεν αὐτῶν βάθρα καὶ τὰ λεγόμενα στήθεα. Τῆς πόλεως δὲ Ἐδέσσης πολιορκουμένης παρὰ τῶν Ῥωμαϊκῶν δυνάμεων, στενοχωρηθέντες οἱ Ἐδεσσηνοὶ τοῖς ἐκ τῆς πολιορ κίας δεινοῖς διεπρεσβεύσαντο πρὸς βασιλέα, αἰτούμενοι ἀπανα στῆναι τῆς προσεδρίας τὸν λαόν, καὶ ὑπισχνοῦντο ἀντίλυτρον δοῦναι τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον. λυθείσης οὖν τῆς πο λιορκίας ἐδόθη τὸ θεῖον ἐκτύπωμα καὶ εἰς τὴν βασιλίδα ἤχθη, ὑποδεξαμένου τοῦτο τοῦ βασιλέως μετὰ λαμπρᾶς καὶ πρεπούσης δορυφορίας, καθὼς ἔμπροσθεν εἴπομεν. 2.320 Κατὰ ταύτας τὰς ἡμέρας ἐξ Ἀρμενίας ἐφοίτησε τέρας ἐν τῇ βασιλευούσῃ, παῖδες ἄρρενες συμφυεῖς ἐκ μιᾶς προελθόντες γα στρός. ἐξηλάθησαν δὲ τῆς πόλεως ὡς πονηρὸς οἰωνός. ἐπὶ δὲ Κωνσταντίνου πάλιν εἰσῆλθον. ἐπεὶ δὲ συνέβη τὸν ἕνα τελευτῆ σαι, ἐπειράθησαν οἱ