415
ἐμπειρότεροι τῶν ἰατρῶν ἀποτεμεῖν τὸ νε κρωθὲν μέρος· οὗ τμηθέντος τὸ ζῶν ἐπιβεβιωκὸς μικρὸν ἐτελεύ τησεν. Ὁ δὲ βασιλεὺς Ῥωμανὸς καὶ πάντας μὲν ἐτίμα τοὺς μονα χούς, διαφερόντως δὲ τὸν μοναχὸν Σέργιον τὸν ἀνεψιὸν Φωτίου τοῦ πατριάρχου, ἀρεταῖς ὄντα κατάκοσμον καὶ πᾶσι κοσμούμενον τοῖς καλοῖς, ὃς διὰ παντὸς παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπι μελεῖσθαι καὶ μὴ ἀπαιδεύτους τούτους ἐᾶν, μή πως καὶ αὐτὸς πάθῃ τὸ τοῦ Ἠλεί. τῇ δὲ αὐτῇ ἰνδικτιῶνι κατήγαγον τὸν βασι λέα Ῥωμανὸν τοῦ παλατίου καὶ εἰς τὴν Πρώτην ἀγαγόντες νῆσον ἀπέκειραν μοναχόν. τίνες δὲ οἱ τοῦτον κατασπάσαντες τῆς ἀρχῆς, καὶ τίνα τρόπον, ἐν τοῖς ἐπαγομένοις λελέξεται. Κωνσταντίνου τοῦ βασιλέως ἐν κομιδῇ νέᾳ τῇ ἡλικίᾳ ἀπορ φανισθέντος, καὶ τῶν πραγμάτων ὑπό τε τῆς μητρὸς αὐτοῦ Ζωῆς καὶ τῶν ἐπιτρόπων οὓς ἔμπροσθεν ἠριθμησάμεθα διοικουμένων, ὁ παρακοιμώμενος Κωνσταντῖνος μεγάλα παρὰ τῇ βασιλίδι δυνά μενος, ἐπ' ἀδελφῇ τε γαμβρὸν ἔχων τὸν μάγιστρον Λέοντα τὸν Φωκᾶν δομέστικον ὄντα τῶν σχολῶν τῆς ἀνατολῆς, καὶ παρὰ τοῦτο τὰς ἡνίας ἁπάσας τῆς βασιλείας ὅπῃ καὶ βούλοιτο περιφέ ρων, νύκτωρ καὶ μεθ' ἡμέραν ἐμελέτα εἰς τὸν ἑαυτοῦ γαμβρὸν 2.321 τὴν βασιλείαν μετενεγκεῖν, τὸν Κωνσταντῖνον ἐκποδὼν ποιησάμε νος. ὅπερ συννενοηκὼς ὁ τοῦ πορφυρογεννήτου παιδαγωγὸς Θεό δωρος, ὡς ἄνωθεν εἴρηται, σπουδὴν ἔθετο τὸν πρεσβύτερον Ῥω μανὸν δρουγγάριον τηνικαῦτα τῶν πλωΐμων ὑπάρχοντα οἰκειώσα σθαι καὶ τοῖς ἀνακτόροις εἰσαγαγεῖν ὡς τάχα φύλακα καὶ πρόμα χον τοῦ βασιλέως ἐσόμενον. οὑτοσὶ δ' ἀναχθεὶς καὶ ταῖς κατὰ μικρὸν ἀνόδοις τῆς πάσης δυναστείας γενόμενος ἐγκρατὴς οὐκ ἐνέ μεινε τοῖς δοθεῖσιν, ἀλλὰ τοὺς δεδομένους ἀθετήσας ὅρκους (ἦν γὰρ φρικωδεστάταις ὁρκωμοσίαις ἑαυτὸν καταδεσμήσας μὴ ἄν ποτε βασιλείας ἔφεσιν ἐσχηκέναι) ἑαυτόν τε ἀνηγόρευσε βασιλέα, ἑκουσίως τοῦ πορφυρογεννήτου ἀέκοντί γε θυμῷ (τοῦτο δὴ τὸ Ὁμηρικὸν) περιθέντος αὐτῷ τὸ διάδημα, καὶ οὐ μόνον ἑαυτὸν ἀλλ' ἤδη μετὰ μικρὸν καὶ Χριστοφόρον τὸν υἱόν. διαλιπὼν δ' ὀλίγον καὶ Στέφανον καὶ Κωνσταντῖνον ἀνηγόρευσε τοὺς υἱεῖς. βασιλεὺς δὲ ἀναρρηθεὶς οὐκ ἠγάπησε τῇ ἀναρρήσει, οὐδὲ τὴν δευ τέραν χώραν ἔχειν ἠσμένισεν, ἀλλ' ἐκ μέσου τὸν παιδαγωγὸν θέ μενος καὶ τοὺς λοιποὺς τοὺς ὅσοι ἐδόκουν προσίστασθαι, πρῶτός τε αὐτοκράτωρ ἀνευφημεῖτο καὶ τὴν πᾶσαν τῶν πραγμάτων διε κόσμει διοίκησιν. μετ' αὐτὸν δὲ ἀνηγορεύοντο οἱ υἱεῖς, καὶ τε λευταῖος πάντων ὁ Κωνσταντῖνος. οὗτος τοίνυν ὁ Κωνσταντῖνος σχῆμα μόνον καὶ ὄνομα τῆς βασιλείας ἔχων, τῶν δὲ ἡδέων ταύτης ἐστερημένος, διὰ παντὸς ἐγλίχετο καὶ ἐπηύχετο τὴν πατρῴαν ἐπανασώσασθαι ἀρχήν, τοὺς ἐπεισάκτους ἐκποδὼν θέμενος. τοῦτο δὲ οὐκ ἄλλως ᾤετο ἀγαγεῖν εἰς ἔργον, εἰ μὴ τοὺς υἱοὺς ἐκπολεμώ 2.322 σει τῷ πατρί. ὁ μὲν οὖν Χριστοφόρος ἔφθασε τὸν βίον ἀπολιπεῖν, περιῆσαν δ' ἔτι Στέφανος καὶ Κωνσταντῖνος. τούτων ἐγνώκει ἀποπειραθῆναι, μή πως δυνηθῇ ἐκπληρῶσαι τὸ σπουδαζόμενον. καὶ τοῦ μὲν Κωνσταντίνου (ἦν γὰρ οὗτος στερεωτέρας φρενὸς) ἀποπειραθῆναι οὐκ ἐτόλμησε, τρέψαι δὲ τὴν πᾶσαν μηχανὴν καὶ ἀπόπειραν ἔκρινε πρὸς τὸν Στέφανον, κουφότερόν τε ὄντα τὸν λο γισμὸν καὶ ῥᾳδίως μεταφερόμενον πρὸς ὅ τις καὶ βούλοιτο. λαμ βάνει πρὸς τοῦτο συλλήπτορα καὶ συνεργὸν εὐφυῆ τινὰ ἄνδρα καὶ δόλους πλέξαι καὶ μηχανορραφῆσαι δεινόν· Βασίλειος οὗτος ἐτύ γχανεν, ὁ Πετεινὸς τὴν προσηγορίαν, ἐν τῷ τάγματι τῆς ἑται ρείας κατειλεγμένος, καὶ συνήθης καὶ φίλος ἐξέτι νέων ὑπάρχων τῷ Κωνσταντίνῳ. τοῦτον κοινωνὸν προσειλήφει τοῦ σκέμματος, καὶ δι' αὐτοῦ φίλον θέσθαι κατηπείχθη τὸν Στέφανον, λόγοις αἱ μυλίοις ὑποκλαπέντα καὶ ἀπάταις καὶ μηχαναῖς παρενηνεγμένον τοῦ λογισμοῦ. πάντα γὰρ τρόπον σπουδάσας ὁ Πετεινὸς τῷ Στεφάνῳ φιλιωθῆναι, ἐπειδὴ πεφιλίωτο, προσῄει τε συνεχῶς, καὶ λόγους ἐκίνει καὶ προσῆγε συμβουλὰς ὑποκνιζούσας αὐτὸν καὶ κατὰ μικρὸν ἀπαγούσας τοῦ λογισμοῦ, "ἵνα τί" λέγων, "ὦ βασιλεῦ, νέος ὢν ἰσχύϊ τε