416
ῥωμαλέος, καὶ ψυχῆς γενναιότητι ὑπερφέρων καὶ φρονήσει πεπυκνωμένος, τὰ πράγματα παρορᾷς ἀπὸ λεπτοῦ καὶ παλαιοῦ καὶ διερρωγότος μίτου" τὸν αὐτοῦ πατέρα ὑπαινιττόμε νος "ἐξαρτώμενα, καὶ οὐ διανίστασαι, καὶ τοῦτον μὲν ὡς ἐμπό διον ταῖς σαῖς γενναιοτάταις ὁρμαῖς ἐκποδὼν ποιεῖς, αὐτὸς δὲ τῶν πραγμάτων ἀντιλαμβάνῃ, δυνάμενος οὐχ ὅπως τὴν Ῥωμαίων 2.323 βασιλείαν μόνην ἀλλὰ καὶ πολλὰς ὁμοῦ κυβερνᾶν; ἄγε δή, πεί σθητί μοι τὰ λυσιτελῆ συμβουλεύοντι, καὶ διαναστὰς ἀντισχέσθαι θέλησον τῶν πραγμάτων, καὶ τὰ μὲν Ῥωμαίων ἀναθηλῆσαι παρα σκεύασον, τὰ δὲ τῶν ἐχθρῶν ταπείνωσον, καὶ δεῖξον ἔργοις αὐτοῖς ὡς οὐ διὰ κενῆς οὐδὲ μάτην ἡ ἐπανθοῦσά σοι ὥρα καὶ τὰ λοιπὰ τῆς ψυχῆς ἐκ θεοῦ σοι δεδώρηνται προτερήματα. ἕξεις δὲ εἰς τοῦτο συναγωνιστὴν καὶ συλλήπτορα καὶ τὸν σὸν γαμβρὸν τὸν πορφυρο γέννητον, λίαν θεοκλυτοῦντα καὶ ἱμειρόμενον τῆς τοῦ σοῦ πατρὸς ἐλευθερωθῆναι βαρύτητος καὶ παρὰ σοῦ κατόψεσθαι τὴν βασι λείαν κυβερνωμένην." τούτοις ὑποσυρεὶς τοῖς λόγοις ὁ Στέφανος κατεσχέθη τε τῇ τῆς αὐτοκρατορίας ἐπιθυμίᾳ καὶ ἄσχετον ὄρεξιν ἀνεδέξατο τοῦ καταγαγεῖν τὸν ἑαυτοῦ πατέρα τῆς βασιλείας. μέλ λων δὲ ἐγχειρεῖν τοῖς δοχθεῖσι καὶ λόγους αἰνιττομένους τὸ σπου δαζόμενον ὑποσπείρει τῷ ἀδελφῷ. ἐπεὶ δ' οὗτος καὶ πρὸς τὴν πρώτην ἀκοὴν ἄτεγκτος ἦν, καὶ παρῄνει μᾶλλον μὴ θαρρεῖν τῷ γαμβρῷ, ἀλλὰ τῆς πατρῴας ἐνουθέτει ἐξέχεσθαι πίστεως καὶ φιλίας, τοῦτον μὲν παρῆκεν ὡς ἐμπόδιον μᾶλλον, ἀλλ' οὐ συνερ γὸν ἐσόμενον, αὐτὸς δ' ᾠήθη ὡς ἀνυστὸν ἐγχειρῆσαι τοῖς δεδο γμένοις. προσεταιρισάμενος οὖν σὺν τῷ ῥηθέντι Βασιλείῳ καὶ τὸν μοναχὸν Μαριανὸν τὸν υἱὸν Λέοντος τοῦ Ἀργυροῦ, ὑπὸ τοῦ βασιλέως Ῥωμανοῦ λίαν καὶ τιμώμενον καὶ πιστευόμενον, καί τινας ἄλλους σὺν αὐτοῖς, εὐκαιρήσας κατασπᾷ τὸν αὐτοῦ πατέρα τῆς ἀρχῆς, μηνὶ ∆εκεμβρίῳ ιʹ, ἰνδικτιῶνος γʹ, ἔτους #22υνγʹ, κʹ ἀνύοντα ἐν τῇ βασιλείᾳ ἐνιαυτόν, καὶ τῇ νήσῳ Πρώτῃ περιορίζει, 2.324 ἀποκείρας καὶ ἄκοντα τοῦτον μοναχόν. κατενεχθέντος οὖν τοῦ Ῥωμανοῦ εὐθέως ὁ Στέφανος γενναιοτέρως ἥπτετο τῶν πραγμά των, κοινοπραγμονοῦντα ἔχων τόν τε γαμβρὸν καὶ τὸν ἀδελφόν.
Ἐπεὶ δὲ μὴ ἐν πᾶσιν ὁμοίως ἠρέσκοντο, ἀλλ' ἔσθ' ὅπῃ καὶ διεφώνουν, ἀρχὴ προσκρουμάτων ἐκ ταύτης τῆς αἰτίας ἐφύετο, καὶ ὑπώπτευον ἀλλήλους καὶ ὑφωρῶντο, τὸν μὲν πορφυρογέννη τον ὁ Στέφανος, ἐκεῖνον δὲ αὖθις ὁ πορφυρογέννητος, καὶ κατ' ἀλλήλων ἕκαστος ἐμελέτα. καὶ σπουδὴν μὲν ὁ Στέφανος καὶ ἀγῶνα οὐ τὸν τυχόντα κατεβάλλετο εἰς τὸ καταγαγεῖν τὸν ἀδελφὸν καὶ τὸν γαμβρὸν καὶ μόναρχος ὑπολειφθῆναι τοῖς πράγμασιν· ἀλλ' ἐπεὶ κατὰ τὸν ποιητὴν εἰσὶ καὶ ἄλλα πυρὸς θερμότερα, ἔλαθε παθὼν μᾶλλον ἢ δράσας, τοῦ Κωνσταντίνου, ἐπείπερ ᾔσθετο ἐπιβουλευόμενος, ἀναβολὴν μὴ δεδωκότος τῇ ἐγχειρήσει, πολλὰ καὶ τῆς γυναικὸς αὐτοῦ Ἑλένης ἐρεθισάσης αὐτὸν πρὸς τὸ κατα γαγεῖν τῆς βασιλείας τοὺς ἀδελφούς. ἐκφήνας οὖν τὸ μυστήριον τῷ εἰρημένῳ Βασιλείῳ τῷ Πετεινῷ, καὶ δι' αὐτοῦ προσκτησάμενος τὸν Μαριανόν, ἔτι δὲ Νικηφόρον καὶ Λέοντα τοὺς υἱοὺς Βάρδα τοῦ Φωκᾶ, Νικόλαόν τε καὶ Λέοντα τοὺς Τορνικίους καὶ ἄλλους οὐκ ὀλίγους, μηδὲν ὑφορωμένους τὸν Στέφανον καὶ τὸν Κωνσταν τῖνον, κατ' αὐτὸν τὸν καιρὸν τοῦ ἀρίστου συναριστῶντας αὐτῷ, ἀναρπάστους τίθησι καὶ καταβιβάζει τῶν βασιλείων, τῇ κζʹ τοῦ Ἰανουαρίου μηνὸς τῆς αὐτῆς γʹ ἰνδικτιῶνος, καὶ πλοιαρίοις ἐνθέ μενος ὑπερορίζει τὸν μὲν ἐν τῇ Πανόρμῳ νήσῳ, τὸν Κωνσταντῖ 2.325 νον δὲ ἐν τῇ Τερεβίνθῳ. καὶ διὰ Βασιλείου τοῦ Καισαρείας καὶ Ἀναστασίου τοῦ Ἡρακλείας καὶ ἄμφω κληρικοὺς ἀποκείρει, μεταστήσας οὐκ εἰς μακρὰν τὸν μὲν Στέφανον ἐν Προικοννήσῳ, εἶτα ἐν Ῥόδῳ καὶ τελευταῖον ἐν Μιτυλήνῃ, τὸν δὲ Κωνσταντῖνον ἐν Σαμοθρᾴκῃ. ἀλλ' ὁ μὲν Στέφανος μεγαλοφυῶς καὶ μεγαλοψύ χως τὰς ἐπενεχθείσας αὐτῷ φέρων τύχας διετέλεσεν ἐπὶ ἔτη ιθʹ βιοτεύων ἐν τῇ Λέσβῳ· ὁ Κωνσταντῖνος δὲ