417
ὀλιγώρως διατεθεὶς καὶ θερμότερον τοῦ δέοντος κατεξανιστάμενος καὶ πολλάκις ἐπι χειρήσας φυγεῖν, μετὰ δεύτερον χρόνον τοῦ τῆς βασιλείας ἐκπε σεῖν τὸν φυλάττοντα τοῦτον δολοφονήσας ὑπὸ τῶν περιλοίπων καὶ αὐτὸς ἀποσφάττεται. Μηνὶ δὲ Ἰουλίῳ τῆς ʹ ἰνδικτιῶνος καὶ Ῥωμανὸς ὁ τούτων πατὴρ ἀπέτισε τὸ χρεών, καὶ ἐν τῷ Μυρελαίῳ θάπτεται. ὁ δὲ πορφυρογέννητος τὰ ὕποπτα περιελὼν ἐκ μέσου, καὶ μόνος τὴν αὐτοκράτορα περιζωσάμενος ἀρχήν, κατὰ τὸ θεῖον πάσχα τῆς αὐτῆς ἰνδικτιῶνος καὶ τῷ υἱῷ Ῥωμανῷ περιτίθησι τὸ διάδημα, τελέσαντος δὴ τὰς εὐχὰς Θεοφυλάκτου τοῦ πατριάρχου. δοκῶν δέ τις γενναῖος ἀναφανῆναι καὶ τῶν τῇ βασιλείᾳ διαφερόντων ἐπι μελέστερον ἀντιλήψεσθαι, εἰ μόνος κατάρξοι, μαλακώτερος ὤφθη τῆς ὑπολήψεως, μηδὲν ἄξιον τῆς εἰς αὐτὸν προσδοκίας ἐπιδειξά μενος. οἴνου τε γὰρ ἥττητο, καὶ τῶν ἐπιπόνων τὰ ῥᾷστα προέ κρινε, δυσπαραίτητός τε ἦν ἐν τοῖς πταίσμασι καὶ ἀσυμπαθὴς κολαστής, ἀδιάφορός τε πρὸς τὰς προβολὰς τῶν ἀρχηγῶν, οὐκ 2.326 ἀριστίνδην ταύτας ἰθύνεσθαι καὶ κατ' ἐπιλογὴν ἐθέλων, ὅπερ ἔργον ἐστὶ μεγαλοπρεποῦς ἐξουσίας, ἀλλὰ τῷ παρατυχόντι ἀρχὴν ἐμπιστεύων, στρατηγίαν τυχὸν ἢ πολιταρχίαν, ἀδοκιμάστως, ὡς ἐκ τούτου συμβῆναι πάντα τινὰ χυδαῖον καὶ διαβεβλημένον εἰς τὰς μεγίστας τῶν πολιτικῶν ἀρχῶν προχειρίζεσθαι, πολλὰ πρὸς τοῦτο συνεργούσης καὶ Ἑλένης τῆς αὐτοῦ γαμετῆς καὶ Βασιλείου τοῦ πα ρακοιμωμένου, ὠνίους τὰς ἀρχὰς ποιεῖν παρασκευαζόντων.
Οὐ παντάπασι δὲ ἄμοιρος ἦν καὶ πράξεων ἀγαθῶν ὁ Κων σταντῖνος. ἡ γὰρ ῥηθῆναι μέλλουσα ἀξιάγαστος οὖσα καὶ θαυ μαστὴ ἐπισκιάσαι ἴσχυσε καὶ ἀμαυρῶσαι πολλὰ τῶν αὐτοῦ ἐλατ τωμάτων. τὰς γὰρ ἐπιστήμας, ἀριθμητικὴν μουσικὴν ἀστρονο μίαν γεωμετρίαν στερεομετρίαν καὶ τὴν ἐν πάσαις ἔποχον φιλοσο φίαν, ἐκ μακροῦ χρόνου ἀμελείᾳ καὶ ἀμαθίᾳ τῶν κρατούντων ἀπολωλυίας οἰκείᾳ σπουδῇ ἀνεκτήσατο, τοὺς ἐφ' ἑκάστῃ τούτων ἀρίστους τε καὶ δοκίμους ἀναζητήσας καὶ εὑρὼν καὶ διδασκάλους ἐπιστήσας, καὶ τοὺς σπουδαίους ἀποδεχόμενός τε καὶ συγκροτῶν. διὸ καὶ τὴν ἀλογίαν ἀπελάσας οὐκ ἐν μακρῷ τῷ χρόνῳ ἐπὶ τὸ λο γικώτερον μετερρύθμισε τὸ πολίτευμα. ἐπεμελήθη δὲ καὶ τῶν βαναύσων καὶ χειρωνάκτων τεχνῶν, καὶ εἰς ἐπίδοσιν μεγάλην καὶ ταύτας ἀνήνεγκεν. ἦν δὲ καὶ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ φιλότι μος, μηδέποτε ἐν ταῖς πρὸς θεὸν τυπικαῖς τῶν θείων ναῶν προσε λεύσεσι κενὸς καὶ ἄκαρπος ὀφθεὶς τῷ θεῷ, ἀλλ' ἀναθήμασι δω ρούμενος μεγαλοπρεπέσι καὶ φιλοχρίστῳ βασιλεῖ πρέπουσιν. ἠμεί 2.327 ψατο δὲ καὶ τοὺς συνεργήσαντας αὐτῷ πρὸς τὴν τῶν γυναικαδέλ φων καθαίρεσιν ταῖσδε ταῖς εὐεργεσίαις, Βάρδαν μὲν τὸν Φωκᾶν μάγιστρον τιμήσας καὶ δομέστικον τῶν σχολῶν τῆς ἀνατολῆς, Νικηφόρον δὲ καὶ Λέοντα τοὺς τούτου υἱούς, τὸν μὲν τῶν ἀνα τολικῶν στρατηγόν, τὸν Νικηφόρον, τὸν δὲ τῆς Καππαδοκίας, τὸν Λέοντα, προχειρισάμενος, καὶ Κωνσταντῖνον θάτερον τῶν υἱῶν τῆς Σελευκείας, Βασίλειον δὲ τὸν Πετεινὸν ἔξαρχον τῆς μεγάλης ἑταιρείας, Μαριανὸν δὲ τὸν Ἀργυρὸν κόμητα τοῦ στάβλου καὶ τὸν Κουρτίκην Μανουὴλ τῆς βίγλας δρουγγάριον. ἐξευνούχισε δὲ καὶ Ῥωμανὸν τὸν τοῦ Στεφάνου υἱόν, τὸν μετέπειτα σεβαστο φόρον γενόμενον, ἔτι δὲ καὶ Βασίλειον τὸν ἐκ δούλης ἀποτεχθέντα Ῥωμανῷ τῷ γέροντι· Μιχαὴλ δὲ τὸν υἱὸν Χριστοφόρου τοῦ βα σιλέως ἀπέκειρε κληρικόν. Ἀδαμαντίνοις δ', ὡς ᾤετο, δεσμοῖς τὴν βασιλείαν ἀσφαλι σάμενος καὶ πᾶσαν ὑποψίαν ἀποσεισάμενος, καὶ δόξας ἐν τῷ ἀσφαλεῖ καθεστάναι, μικροῦ δεῖν ἐκινδύνευσε δυσὶ μεγίσταις ἐπι βουλαῖς περιπεσών. Θεοφάνης τε γὰρ ὁ παρακοιμώμενος ἐβου λήθη τὸν πρεσβύτην Ῥωμανὸν ἐκ τῆς νήσου Πρώτης εἰς τὸ παλά τιον ἀγαγεῖν, καὶ ἄλλους οὐκ ὀλίγους ἔχων συνίστορας· καί τινες δὲ ἕτεροι, ἤτοι Λέων ὁ Κλάδων, Γρηγόριος ὁ Μακεδὼν καὶ Θεο δόσιος ὁ πρῶτος τῶν τοῦ Στεφάνου ἱπποκόμων καὶ Ἰωάννης ὁ ῥαίκτωρ, τὸν Στέφανον ἐβουλεύσαντο ἐκ Μιτυλήνης ἀγαγεῖν καὶ τῇ βασιλείᾳ ἐγκαθιδρῦσαι. ἀλλ'