418
ὑπό τινων συνωμοτῶν μηνυ θέντων τῶν βουλευμάτων ὁ μὲν Θεοφάνης ἐξωρίσθη σὺν τοῖς αὐ 2.328 τοῦ συνεργοῖς, οἱ δὲ τοῦ Στεφάνου ἀντιποιούμενοι τυφθέντες καὶ δημευθέντες καὶ τὰς ῥῖνας τμηθέντες ἐξωρίσθησαν. Οὐ διέλιπον δὲ καὶ οἱ Τοῦρκοι εἰσβολὰς εἰς τὴν Ῥωμαίων ποιούμενοι καὶ ταύτην δῃοῦντες, μέχρις οὗ Βουλοσουδὴς ὁ τού των ἀρχηγὸς τὴν τῶν Χριστιανῶν πίστιν ἀσπάζεσθαι ὑποκριθεὶς κατειλήφει τὴν Κωνσταντίνου· καὶ βαπτισθεὶς ὑπὸ τοῦ βασιλέως ἀναδέχεται Κωνσταντίνου, τῇ τῶν πατρικίων ἀξίᾳ τιμηθεὶς καὶ πλείστων χρημάτων ὑπάρξας κύριος, εἶτ' αὖθις οἴκαδε ὑποστρέ ψας. μετ' οὐ πολὺ δὲ καὶ Γυλᾶς, ἄρχων ὢν καὶ αὐτὸς τῶν Τούρκων, εἴσεισιν εἰς τὴν βασιλίδα καὶ βαπτίζεται, τῶν ἴσων ἀξιωθεὶς καὶ αὐτὸς εὐεργεσιῶν καὶ τιμῶν. ἀνελάβετο δὲ μεθ' ἑαυτοῦ καί τινα μοναχὸν Ἱερόθεον τοὔνομα, δόξαν εὐλαβείας ἔχοντα, ἐπίσκοπον Τουρκίας παρὰ τοῦ Θεοφυλάκτου χειροτονη θέντα, ὃς ἐκεῖσε γενόμενος πολλοὺς ἀπὸ τῆς βαρβαρικῆς πλάνης εἰς τὸν χριστιανισμὸν ἐπανήγαγεν. ἀλλ' ὁ μὲν Γυλᾶς ἐνέμεινε τῇ πίστει, μήτ' αὐτὸς ἔφοδόν ποτε κατὰ Ῥωμαίων πεποιηκώς, μήτε τοὺς ἁλισκομένους Χριστιανοὺς ἀτημελήτους ἐῶν, ἀλλ' ἐξωνού μενος καὶ ἐπιμελείας ἀξιῶν καὶ ἐλευθερῶν. Βουλοσουδὴς δὲ τὰς πρὸς θεὸν συνθήκας ἠθετηκὼς πολλάκις σὺν παντὶ τῷ ἔθνει κατὰ Ῥωμαίων ἐξήλασε. τὸ δ' αὐτὸ τοῦτο καὶ κατὰ Φράγγων ποιῆσαι διανοηθεὶς καὶ ἁλοὺς ἀνεσκολοπίσθη ὑπὸ Ἰωάννου τοῦ βασιλέως αὐτῶν.
2.329 Καὶ ἡ τοῦ ποτὲ κατὰ Ῥωμαίων ἐκπλεύσαντος ἄρχοντος τῶν Ῥὼς γαμετή, Ἔλγα τοὔνομα, τοῦ ἀνδρὸς αὐτῆς ἀποθανόντος παρεγένετο ἐν Κωνσταντινουπόλει. καὶ βαπτισθεῖσα καὶ προαί ρεσιν εἰλικρινοῦς ἐνδειξαμένη πίστεως, ἀξίως τιμηθεῖσα τῆς προ αιρέσεως ἐπ' οἴκου ἀνέδραμε. Τῆς δὲ τῷ Ῥωμανῷ νυμφευθείσης κόρης τῆς Οὔγωνος παι δὸς ἀποθανούσης, ὡς εἴπομεν, παρθένου, νυμφεύεται αὐτῷ ὁ βασιλεὺς καὶ πατὴρ ἑτέραν γυναῖκα, οὔ τινα τῶν ἐπιφανῶν, ἀλλ' ἐκ χυδαίων φυεῖσαν καὶ τὴν τέχνην καπήλων, Ἀναστασίαν καλου μένην, Θεοφανὼ δ' ὑπ' ἐκείνου μετονομασθεῖσαν. Τοῦ ἀμηρᾶ δὲ τῆς Ταρσοῦ ἐκστρατείαν κατὰ Ῥωμαίων ποιη σαμένου, ἐν τῇ κώμῃ δὲ τῇ Ἡρακλέος λαὸν πεπομφότος εἰς προ νομήν, πρεσβύτερός τις Θέμελ ὀνομαζόμενος τὴν ἀναίμακτον ἐπι τελῶν λειτουργίαν, ὡς ἔγνω τὴν τῶν Σαρακηνῶν ἔφοδον, λιπὼν τὴν ἱερουργίαν καὶ ὡς εἶχε στολῆς ἐξελθών, λαβόμενός τε ταῖς χερσὶ τοῦ σημαντῆρος τῆς ἐκκλησίας, ἐν τούτῳ τοὺς ἐπιόντας ἠμύνετο, καὶ πολλοὺς μὲν ἐτραυμάτισεν, ἀπέκτεινε δὲ καὶ ἱκα νούς, τοὺς δὲ λοιποὺς ἐτρέψατο εἰς φυγήν. ἀποκλεισθεὶς δὲ παρὰ τοῦ ἐπισκόπου τῆς ἱερουργίας, ἐπεὶ μὴ ἔπειθε συγχωρηθῆναι, τοῖς Ἀγαρηνοῖς προσερρύη καὶ τὸν χριστιανισμὸν ἐξωμόσατο, καὶ σὺν αὐτοῖς ἐξιὼν οὐ μόνον Καππαδοκίαν καὶ τὰ ἐγγίζοντα ταύτῃ ἐδῄου θέματα, ἀλλὰ δὴ καὶ μέχρι τῆς μικρᾶς λεγομένης Ἀσίας 2.330 ἔφθασεν. ὅσα δὲ δεινὰ διεπράξατο, οὐδὲ γράφειν ἡμῖν θε μιτόν. Ἤδη δέ, ὡς εἴπομεν, προχειρισθεὶς δομέστικος τῶν σχο λῶν Βάρδας ὁ Φωκᾶς οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἀπειργάσατο· ὁπότε μὲν γὰρ ὑφ' ἑτέρους ἐτάττετο, στρατηγὸς θαυμαστὸς ἀνε φαίνετο, ὁπηνίκα δὲ ἡ ἐξουσία τῶν στρατευμάτων ἁπάντων τῆς ἑαυτοῦ γνώμης ἐξήρτητο, ὀλίγα ἢ οὐδὲν ὤνησε τὴν Ῥωμαίων ἀρχήν. νοσήσας γὰρ τὴν πλεονεξίαν ἐξέστη τῶν ἑαυτοῦ λογισμῶν. ὅθεν καί ποτε τοῖς τοῦ Χαβδᾶν ἀπροσδοκήτως περιπεσών, πάντων, ὥς φασι, καταλελοιπότων αὐτόν, μικροῦ δεῖν αἰχμάλωτος ἐγεγόνει, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες τῆς αἰχμαλωσίας αὐτὸν ἐλυ τρώσαντο. ἐτρώθη δὲ κατὰ τὸ μέτωπον γενναίῳ καὶ βαθεῖ τῷ τραύματι, ὡς καὶ μέχρι τελευτῆς ἁδρὰν τὴν οὐλὴν περιφέρειν. Νικηφόρος δὲ καὶ Λέων οἱ τούτου υἱεῖς, ἐφύπερθεν ὄντες παντὸς αἰσχροῦ λήμματος καὶ τοὺς ὑπηκόους ὡς γνησίους υἱοὺς περιέποντες, μεγάλα τὴν τῶν Ῥωμαίων ἀρχὴν ὠφέλησαν. καὶ τὰ μὲν τοῦ Νικηφόρου προτερήματα, ἵνα μὴ τὸ τῆς ἱστορίας συνεχὲς διακόπτηται, ἐν τοῖς περὶ ἐκείνου