420
ὑπέστρεψεν εἰς τὴν μεγάλην ἐκκλησίαν, τὴν τῶν ἁγίων παθῶν τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἐκτελέσων ὑμνῳδίαν. ἔργον ἐκείνου καὶ τὸ νῦν κρατοῦν ἔθος, ἐν ταῖς λαμπραῖς καὶ δημοτελέ σιν ἑορταῖς ὑβρίζεσθαι τὸν θεὸν καὶ τὰς τῶν ἁγίων μνήμας διὰ λυγισμάτων ἀπρεπῶν καὶ γελώτων καὶ παραφόρων κραυγῶν τε λουμένων τῶν θείων ὕμνων, οὓς ἔδει μετὰ κατανύξεως καὶ συν τριμμοῦ καρδίας ὑπὲρ τῆς ἑαυτῶν ἡμᾶς σωτηρίας προσφέρειν τῷ θεῷ. πλῆθος γὰρ συστησάμενος ἐπιρρήτων ἀνδρῶν καὶ ἔξαρχον αὐτοῖς ἐπιστήσας Εὐθύμιόν τινα Κασνῆν λεγόμενον, ὃν αὐτὸς δο μέστικον τῆς ἐκκλησίας προυβάλετο, καὶ τὰς Σατανικὰς ὀρχήσεις καὶ τὰς ἀσήμους κραυγὰς καὶ τὰ ἐκ τριόδων καὶ χαμαιτυπείων ἠρανισμένα ᾄσματα τελεῖσθαι ἐδίδαξεν. οὕτως δὲ βιοτεύων κατα στρέφει τὸν βίον ἐν τῷ ἀτάκτως ἱππάζεσθαι, ἔν τινι τείχει τῶν 2.334 παραθαλασσίων θραυσθεὶς καὶ αἷμα ἀναγαγὼν διὰ τοῦ στόματος. ἐπὶ δύο δ' ἔτη νοσηλευόμενος καὶ ὑδέρῳ περιπεσὼν ἐτελεύτησε. Καὶ χειροτονεῖται κατὰ τὴν τρίτην τοῦ Ἀπριλλίου μηνός, τῆς αὐτῆς ἰνδικτιῶνος, ἀντ' αὐτοῦ πατριάρχης Πολύευκτος μονα χός, τῆς Κωνσταντινουπόλεως καὶ θρέμμα τυγχάνων καὶ παί δευμα, ὑπὸ τῶν γονέων μὲν εὐνουχισθείς, ἐπὶ πολὺν δὲ χρόνον τῇ μοναδικῇ πολιτείᾳ ἐνδιαπρέψας· ὃν ὁ βασιλεὺς διὰ τὸ τοῦ ἤθους σεμνὸν καὶ τὸ τῆς σοφίας ὑπερβάλλον καὶ τὴν ἀκτημοσύνην χειροτονεῖ πατριάρχην, οὐ τοῦ Ἡρακλείας, ὡς ἔθος, ἀλλὰ τοῦ Καισαρείας Βασιλείου τὴν χειροθεσίαν πεπληρωκότος. Νικηφό ρος γὰρ ὁ τῆς Ἡρακλείας πρόεδρος τῷ βασιλεῖ κατά τι προσκε κρουκὼς οὐ συνεχωρήθη τὴν χειροθεσίαν ποιήσασθαι. ὅθεν καὶ ψόγος οὐχ ὁ τυχὼν προσετρίβη οὐ τῷ προτρέψαντι μόνον καὶ τῷ χειροθετήσαντι, ἀλλὰ καὶ αὐτῷ τῷ χειροτονηθέντι ὡς καταδεξα μένῳ τὴν ἀκανόνιστον ταύτην χειροθεσίαν. χειροτονηθεὶς δ' ὅμως καὶ παρρησιασάμενος τὴν ἀλήθειαν πολλὴν καταδρομὴν ἐποιεῖτο τῆς πλεονεξίας τῶν συγγενῶν τοῦ πρεσβύτου Ῥωμανοῦ, κἀν τῷ μεγάλῳ σαββάτῳ τὸν βασιλέα εἰς τὴν μεγάλην ἐκκλησίαν ἐλθόντα ἐνῆγε πρὸς τὴν τῶν πραχθέντων ἐκδίκησιν. ὅπερ οὐχ ἡδέως οὗτος ἐδέξατο. ἀλλὰ καὶ Βασίλειος ὁ μετὰ ταῦτα παρακοιμώμενος, ὁ ἀπὸ δούλης τεχθεὶς τῷ πρεσβύτῃ Ῥωμανῷ, Ἑλένην τὴν αὐτοῦ ἀδελφὴν καὶ δέσποιναν ὑποποιησάμενος, οὕτω παρεσκεύασε καὶ διέθηκε τὸν Κωνσταντῖνον, μὴ μεταγινώσκειν μόνον ἐπὶ τῇ τοῦ 2.335 πατριάρχου προβολῇ ἀλλὰ καὶ ζητεῖν ἀφορμὴν πῶς ἂν αὐτὸν καταγάγοι τοῦ θρόνου, πολλὰ καὶ Θεοδώρου τοῦ Κυζίκου κατ' αὐτοῦ διερεθίζοντος τοῦτον. Ὥσπερ δὲ τοῦ χρόνου φιλοτιμησαμένου κατὰ ταυτὸν ὁμο γνώμονας ἐπιδείξασθαι πατριάρχας, καὶ τὴν τῶν ἑσπερίων Ῥω μαίων ἐκκλησίαν ἰθύνειν ἔλαχεν Ἰωάννης ὁ τοῦ Ἀλβερίχου υἱός, πρὸς πᾶσαν ἀσέλγειαν καὶ κακίαν ὑπάρχων ἐπιρρεπής· ὃν Ὤτως ὁ τῶν Φράγγων βασιλεὺς ἀπελάσας ἕτερον ἀντεισήγαγε τῇ ἐκκλησίᾳ ποιμένα. Ὁ δὲ Πολύευκτος τῷ πρώτῳ τῆς ἱερατείας αὐτοῦ χρόνῳ τοῖς ἱεροῖς ἐνέταξε διπτύχοις Εὐθυμίου τοῦ πατριάρχου τὸ ὄνομα, τοῦ τὸν βασιλέα Λέοντα δεξαμένου εἰς κοινωνίαν, ὁπηνίκα τὴν τετάρτην ἠγάγετο γυναῖκα. πρὸς τοῦτό τινες τῶν ἀρχιερέων πρὸς ὀλίγον ἀντέστησαν τῷ Πολυεύκτῳ μὴ κοινωνεῖν. ἀλλὰ κατ' ὀλίγον τῷ τοῦ κρατοῦντος ἀκολουθήσαντες θελήματι γέλωτα παρέσχον τοῖς διακρινομένοις. Ἤχθη δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἡ τιμία χεὶρ τοῦ προ δρόμου εἰς τὴν βασιλίδα ἐξ Ἀντιοχείας, ἀποκλαπεῖσα παρά τινος διακόνου Ἰὼβ τοὔνομα· ἣν καταλαβοῦσαν τὴν Χαλκηδόνα ὁ βα σιλεὺς τὴν βασιλικὴν ἐκπέμψας τριήρη, καὶ τῆς συγκλήτου ὅσον ἐπίσημον ἐξελθόντος καὶ τοῦ πατριάρχου Πολυεύκτου σὺν παντὶ τῷ κλήρῳ μετὰ κηρῶν καὶ λαμπάδων καὶ θυμιαμάτων, εἰς τὰ βασίλεια ἤγαγεν. 2.336 Ὁ δὲ τῶν σχολῶν δομέστικος Βάρδας κατὰ τῶν ἑῴων Ἀγαρηνῶν ἐκστρατεύσας τὰ ἐν ποσὶν ἅπαντα κατεστρέψατο, ἑλὼν καὶ φρούρια ἱκανά, ἐκπολιορκήσας καὶ τὴν περιβόητον Ἄδαπαν. ὁ δὲ βασιλεὺς βουλόμενος καὶ τοὺς ἐν τῇ Κρήτῃ Σαρακηνοὺς συνε χῶς ἐκστρατεύοντας καὶ τὰ