421
παράλια τῆς Ῥωμαϊκῆς γῆς δῃοῦντας καὶ κατατρέχοντας ἐκφοβῆσαι καὶ τῆς ἀσχέτου ἀνακόψαι ὁρμῆς, στρατὸν ὅτι πλεῖστον συλλέξας καὶ στόλον εὐτρεπίσας οὐκ ἀγεννῆ ἐκπέμπει κατὰ τῆς νήσου, στρατηγὸν ἐπιστήσας τοῖς πᾶσι Κων σταντῖνον πατρίκιον τὸν Γογγύλην, θηλυδρίαν ἄνθρωπον καὶ σκια τραφῆ καὶ ἀπειροπόλεμον καὶ ἕνα τῶν ἐν τῷ παλατίῳ θαλαμηπό λων· ὃς εἰς τὴν νῆσον περαιωθεὶς καὶ μηδὲν ἄξιον διαπραξάμενος στρατηγοῦ, μήτε στρατοπεδείαν πηξάμενος ἀσφαλῆ, μήτε σκο ποὺς ἐπιστήσας καὶ κατοπτῆρας καὶ δι' αὐτῶν τὰς βαρβαρικὰς φυλαξάμενος ἐφόδους, κινδύνῳ μεγίστῳ περιπίπτει. οἱ γὰρ νη σιῶται τὴν ἀπειρίαν καὶ τὴν ἀμέλειαν κατανενοηκότες τοῦ στρατη γοῦ, καιρὸν ἐπιζητήσαντες ἐπιτήδειον ἐξαίφνης ἐπιτίθενται τῷ στρατεύματι, καὶ τρέπονται μὲν τοῦτο ῥᾳδίως, ὡς πολλοὺς τῶν Ῥωμαίων αἰχμαλωσίᾳ καὶ σιδήρῳ διαμερισθῆναι, κατέσχον δὲ καὶ τὸ στρατόπεδον αὐτό, τῶν Ῥωμαίων αἰσχίστως ἀποφυγόντων. μικροῦ δ' ἂν ἑάλω καὶ ὁ Γογγύλιος, εἰ μὴ συνασπίσαντες οἱ θε ράποντες ἐξερρύσαντο αὐτὸν τῆς αἰχμαλωσίας καὶ εἰς τὴν ναυαρ χίδα ἐμβιβάσαντες διεσώσαντο. Ῥωμανὸς δὲ ὁ τοῦ βασιλέως Κωνσταντίνου υἱὸς τελεωτέρας 2.337 ἤδη ἁψάμενος ἡλικίας, καὶ μὴ φέρων ὁρᾶν τὰ πράγματα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διοικούμενα, φαρμάκῳ τοῦτον ἐκποδὼν ποιήσασθαι ἐβουλεύσατο, εἰδήσει καὶ τῆς αὐτοῦ γαμετῆς τῆς καπηλίδος. μέλλοντος γὰρ τοῦ Κωνσταντίνου καθαρτήριον πόμα λαβεῖν, λα θόντες οὗτοι δηλητήριον τούτῳ ἐκέρασαν, καὶ Νικήταν τὸν ἐπὶ τῆς τραπέζης παρέπεισαν ἐγχέαι τοῦτο τῷ βασιλεῖ. μέλλων δὲ ἐκεῖνος αὐτὸ λαβεῖν κείμενον ἔμπροσθεν τῶν σεπτῶν εἰκόνων, εἴτε τύχῃ τινὶ εἴτε καὶ ἑκουσίως ὀλισθήσας τὸ πλέον ἐξέχεε. τὸ δὲ λοιπὸν ποθὲν ὑπὸ τοῦ Κωνσταντίνου ἀργὸν ἐφάνη καὶ ἄπρακτον, διὰ τὴν ὀλιγότητα τὴν οἰκείαν ἀποβαλὸν ἐνέργειαν. πλὴν καὶ οὕτως ὁ Κων σταντῖνος μόλις περιγενέσθαι ἴσχυσεν, ἐπισκήψαντος δὴ τοῦ δη λητηρίου ἐν τῇ πλευρᾷ αὐτοῦ καὶ κακῶς διαθεμένου αὐτόν. ιεʹ δὲ χρόνῳ τῆς αὐτοῦ βασιλείας, κατὰ τὸν Σεπτέμβριον μῆνα τῆς γʹ ἰνδικτιῶνος, ἐν ἔτει κοσμικῷ #22υξηʹ, ἔξεισι Κωνσταν τῖνος ὁ βασιλεὺς ἐν τῷ τοῦ Ὀλύμπου ὄρει, τῷ μὲν δοκεῖν ταῖς τῶν ἐκεῖσε πατέρων εὐχαῖς θωρακισθῆναι καὶ μετ' αὐτῶν κατὰ Σαρακηνῶν ἐν Συρίᾳ ἐκστρατεῦσαι, ἀληθεῖ δὲ λόγῳ ἑνωθῆναι Θεοδώρῳ τῷ τῆς Κυζίκου προεδρεύοντι, ἐκεῖσε τότε τὰς διατρι βὰς ποιουμένῳ, καὶ μετ' αὐτοῦ περὶ τῆς καθαιρέσεως τοῦ Πολυ εύκτου βουλεύσασθαι. ἐκεῖσε γοῦν γενόμενος, εἴτε σωματικῇ πλημμελείᾳ εἴτε πάλιν ὑπὸ τοῦ παιδὸς φαρμαχθείς, ὀδυνώμενος ἀνεχώρησε, κλινοπετής τε κατὰ τὸ τέλος τοῦ Ὀκτωβρίου τὴν βα σιλίδα κατέλαβε, καὶ τῇ θʹ τοῦ Νοεμβρίου μηνὸς τελευτᾷ, ἄπρα κτα τὰ βεβουλευμένα λιπών, ζήσας ἅπαντα τὸν τῆς ζωῆς αὐτοῦ 2.338 χρόνον ἔτη νδʹ καὶ μῆνας βʹ, συμβασιλεύσας μὲν τῷ πατρὶ καὶ Ἀλεξάνδρῳ τῷ θείῳ καὶ τῇ αὐτοῦ μητρὶ ἔτη ιγʹ, αὖθις δὲ τῷ Ῥωμανῷ τυραννήσαντι ἔτη κʹ, καὶ μετὰ τὴν ἐκείνου τῆς βασιλείας ἔκπτωσιν μονοκρατήσας ἔτη ιεʹ. θάπτεται δὲ θανὼν σὺν τῷ οἰκείῳ πατρί, μέχρι τελευταίας ἀναπνοῆς ἐγκοτῶν τῷ Πολυεύκτῳ καὶ τὴν αὐτοῦ καθαίρεσιν φανταζόμενος. πρὸ δέ τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς, ἐπί τινα χρόνον συχνόν, ἑσπέρας καταλαμβανούσης λίθοι ἄνωθεν ἐκπεμπόμενδι καὶ ἐντὸς τῶν αὐτοῦ διαιτημάτων σὺν πολλῷ ῥοίζῳ πίπτοντες ἐξαισίους ἀπετέλουν κτύπους. δόξας δ' ἀπὸ τῶν τῆς Μαγναύρας ὑπερῴων τούτους φέρεσθαι φύλακας ἐπὶ πολλαῖς νυξὶν ἀφώρισεν, εἴ πού τινα λάβῃ τῶν τοῦτο τολμών των. ἀλλ' ἔλαθε μάτην πονῶν· ἦν γὰρ τὸ γινόμενον οὐκ ἐξ ἀν θρώπων ἀλλ' ἐξ ὑπερτέρας τελούμενον δυνάμεως. Μεταστάντος δὲ τοῦ Κωνσταντίνου καὶ πρὸς τὴν ἐκεῖθεν διαβάντος κατάστασιν, Ῥωμανὸς ὁ τούτου υἱὸς ἐγκρατὴς γίνεται τῆς ἀρχῆς. καὶ ἄρχοντας προβαλλόμενος εὐνοϊκοὺς αὐτῷ καὶ θυμήρεις, καὶ τὴν βασιλείαν ὡς ἐνῆν κρατυνόμενος, κατὰ τὴν ἑορτὴν τοῦ πάσχα τῆς αὐτῆς γʹ ἰνδικτιῶνος στέφει καὶ τὸν υἱὸν αὐτοῦ βασιλέα, διὰ τῶν χειρῶν Πολυεύκτου τοῦ πατριάρχου, ἐν τῇ μεγάλῃ