422
ἐκκλησίᾳ. τῷ δ' ἐπιόντι ἔτει τίκτεται πάλιν αὐτῷ 2.339 ἕτερος υἱὸς ἐν τοῖς τῶν Πηγῶν παλατίοις, ὃν ἐπὶ τῷ πατρὶ Κωνσταντῖνον ὠνόμασε. νέος δ' ὢν καὶ εὐπαθείαις ἑαυτὸν ἐπιδεδω κὼς τὰς τῶν ὅλων φροντίδας Ἰωσὴφ ἐνεχείρισε τῷ πραιποσίτῳ καὶ παρακοιμωμένῳ, ᾧ Βρίγγας ἡ ἐπωνυμία. αὐτὸς δὲ οὐδὲν ἄλλο διὰ φροντίδος εἶχεν ἢ τὸ μεθ' ἡταιρηκότων καὶ βεβήλων ἀνδραρίων καὶ μαχλάδων καὶ μίμων καὶ γελοτοποιῶν τὰς ἐκδεδιῃ τημένας μεταδιώκειν τῶν πράξεων. τοίνυν καὶ κληρικόν τινα Ἰωάννην ἐκτομίαν ὄντα, διά τινας ἀσέμνους πράξεις ὑπὸ Κων σταντίνου τοῦ βασιλέως ἀπειληθέντα καὶ μοναχικὸν ἀμφιασάμενον σχῆμα καὶ μέχρι τῆς ἐκείνου κρυπτόμενον τελευτῆς, ὡς ἤδη ἐπε λάβετο τῆς ἀρχῆς, τοῦ τῶν μοναχῶν ἀποδύσας σχήματος καὶ τὰ τῶν κληρικῶν μεταμφιάσας τοῖς ἑαυτοῦ θαλαμηπόλοις κατέταξε. ζήλου δὲ πλησθεὶς ὁ Πολύευκτος πολὺς ἦν ἐγκείμενος καὶ τῷ βα σιλεῖ παρενοχλῶν τῆς ἑαυτοῦ θεραπείας τοῦτον ἀπώσασθαι ὡς ἐξομοσάμενον τὸ τῶν μοναζόντων ἐπάγγελμα. ἐκείνου δὲ παραι τουμένου, καὶ μὴ ταῖς ἀληθείαις φάσκοντος ἐνδεδύσθαι τοῦτον τὸ σχῆμα ἢ εὐχὴν παρά τινος τῶν ἱερέων λαβεῖν, ἀλλὰ μόνον ὑποκρίνασθαι τὸν μονάδα βίον διὰ τὸν τοῦ βασιλέως φόβον, ἐξα πατηθεὶς ὁ Πολύευκτος ἀφῆκε τοῦτον, πολλὰ καὶ τοὺ Ἰωσὴφ σπουδάσαντος. καὶ διῆγε μέχρι τῆς τελευτῆς Ῥωμανοῦ κοσμικῶς ζῶν καὶ νεωτερικῶς· ἐκείνου δὲ τελευτήσαντος τὸ μὲν σχῆμα τῶν μοναστῶν ἀμφιέννυται αὖθις, τὴν δέ γε γνώμην αὐτοῦ οὐκ ἠλ λοίωσε. 2.340 Τούτῳ τῷ ἔτει Νικηφόρον μάγιστρον τὸν Φωκᾶν, δομέ στικον ἤδη προβεβλημένον τῶν σχολῶν τῆς ἀνατολῆς παρὰ Κωνσταντίνου τοῦ βασιλέως, καὶ πολλὰ τρόπαια στήσαντα κατὰ τῶν ἑῴων Σαρακηνῶν, καὶ τόν τε τῆς Ταρσοῦ ἀμηρᾶν Καραμόνην καὶ Χαβδᾶν τὸν τοῦ Χάλεπ καὶ τὸν Τριπόλεως Ἰζὴθ ὁλοσχερῶς ταπεινώσαντα, πέμπει κατὰ τῶν ἐν τῇ Κρήτῃ Σαρακηνῶν, πλῆ θος ἐπιλέκτων στρατιωτῶν ἐπιδοὺς αὐτῷ καὶ στόλον κατηρτισμένον καλῶς. ἐν τῇ νήσῳ δ' οὗτος περαιωθείς, καὶ κατὰ τὴν πρώτην ἀπόβασιν παροῦσι καὶ κωλύουσι συμπλακεὶς τοῖς Ἀγαρηνοῖς καὶ τούτους τρεψάμενος, αὐτός τε ἀσφαλῶς ἀπέβη καὶ τὸν στρατὸν ἀπεβίβασεν ἀκινδύνως. χάρακά τε οὖν ἐπήξατο καρτερόν, τάφρῳ βαθείᾳ καὶ σταυρώμασι καὶ πασσάλοις τοῦτον κατοχυρώσας, καὶ τὸν στόλον ἐν ὅρμοις γαληνοτάτοις ὁρμίσας καὶ πάντα καταστη σάμενος κατὰ τὸ ἀσφαλὲς ἐνεργῶς ἥπτετο τῆς πολιορκίας τῶν ἐν τῇ νήσῳ πόλεων, καὶ δι' ὅλων ζʹ μηνῶν πάσαις μηχαναῖς πολιορ κητικῶν ὀργάνων χρησάμενος καὶ τὰ τείχη καταστρέφων τάς τε πόλεις καὶ τὰ φρούρια ἐχειρώσατο. τῇ ζʹ δὲ τοῦ Μαρτίου μηνός, τῆς ιδʹ ἰνδικτιῶνος, καὶ τὴν πασῶν ὀχυρωτέραν πόλιν, ἣν ἐγχω ρίως Χάνδακα ἐκάλουν, πεπορθηκώς, καὶ τὸν ἀμηρεύοντα τῆς νήσου Κουρούπην ὄνομα λαβὼν αἰχμάλωτον καὶ Ἀνεμᾶν τὸν μετ' αὐτὸν ἐν τῇ νήσῳ πρωτεύοντα, καὶ τὴν νῆσον ὅλην δουλωσάμενος, ἔμελλε μὲν ἐπὶ πλείονα ἐμμεῖναι χρόνον καὶ τὰ κατ' αὐτὴν κατα 2.341 στήσεσθαι, φήμης δὲ κρατούσης ὡς ὁ μέλλων κατασχεῖν αὐτὴν Ῥωμαῖος ἀνὴρ ἐξ ἀνάγκης βασιλεύσει Ῥωμαίων, ἅμα τῷ γνωσθῆναι τὴν τῆς νήσου κατάσχεσιν ταῖς τοῦ Ἰωσὴφ ὑποθήκαις πεισθεὶς ὁ Ῥωμανὸς προσεκαλέσατο τὸν Νικηφόρον ἐκεῖθεν. ἔτι δὲ τοῦ Νικηφόρου τῇ Κρήτῃ ἐνδιατρίβοντος, ἵνα μὴ τὴν ἑῴαν κατατρέχοιεν οἱ τῆς ἀνατολῆς Ἄραβες καὶ μᾶλλον ὁ Χαβδᾶν ὁ τοῦ Χάλεπ ἀμηρᾶς, πολεμικὸς ὢν καὶ τῶν ἄλλων δραστηριώτερος, Λέοντα τὸν Φωκᾶν τὸν τοῦ Νικηφόρου ἀδελφὸν μάγιστρον τιμή σας ὁ Ῥωμανὸς τὴν τοῦ δομεστίκου διακονίαν διέπειν ἀπέστειλεν. οὗτος δὲ διαπεράσας καὶ τῷ Χαβδᾶν συναντήσας ἔν τινι χωρίῳ Ἀνδρασσῷ λεγομένῳ τρέπεται τοῦτον κατὰ κράτος καὶ ἀφανισμῷ παραδίδωσι, τῶν μὲν ἐν τῇ προσβολῇ πεσόντων οὐδ' ἀριθμῷ καθυποβληθῆναι δυναμένων, τῶν δὲ ἁλόντων καὶ ἐν τῇ πόλει πεμφθέντων τοσοῦτον ἦν τὸ πλῆθος ὡς πληρῶσαι δούλων καὶ τὰς ἀστικὰς οἰκίας καὶ τοὺς ἀγρούς. μόνος δὲ ὁ τούτων ἀρχηγὸς Χαβδᾶν σὺν ὀλίγοις λίαν τὸν κίνδυνον