424
σιλεύουσαν, ἀλλ' ἐν τῇ ἀνατολῇ ἐκελεύσθη παραγενέσθαι μετὰ παντὸς τοῦ στρατοῦ. ἀναλαμβάνων γὰρ ἑαυτὸν ἐκ τῆς προτέρας ἥττης ὁ Χαβδᾶν ἀναφέρειν ἤρξατο πάλιν, καὶ στρατὸν ἀξιόμαχον ἠθροικὼς προσδόκιμος ἦν ἐπιθήσεσθαι τοῖς Ῥωμαίων ἄρχουσί τε καὶ πράγμασιν. ἀλλ' ἐν Συρίᾳ γενόμενος ὁ Φωκᾶς, καὶ σταδαίᾳ μάχῃ τοῦτον τρεψάμενος καὶ κατὰ κράτος ἡττήσας καὶ εἰς τὰ ἐνδότερα τῆς Συρίας ἀπελάσας, τὴν πόλιν Βέρροιαν ἐξεπόρθησε δίχα τῆς ἀκροπόλεως, καὶ πολὺν πλοῦτον λείαν καὶ αἰχμαλώτους ἔλαβεν, ἐλευθερώσας καὶ τοὺς ἐκεῖσε δεσμίους κατεχομένους Χρι στιανοὺς καὶ ἐπ' οἴκου ἐκπέμψας. ιεʹ δὲ Μαρτίου μηνός, τῆς ʹ ἰνδικτιῶνος, ἐν ἔτει #22υοαʹ, 2.345 ἐτελεύτησε Ῥωμανὸς ὁ βασιλεύς, ἐτῶν ὑπάρχων κδʹ, βασιλεύσας ἔτη ιγʹ μῆνας δʹ καὶ ἡμέρας εʹ, ὡς μέν τινες, τὸ ἑαυτοῦ σαρκίον προκαταναλώσας ταῖς αἰσχίσταις καὶ φιληδόνοις πράξεσιν, ὡς δ' ἕτερος ἔχει λόγος, φαρμάκοις ἀναιρεθείς. διαδέχονται δὲ τὴν αὐτοῦ βασιλείαν Βασίλειος καὶ Κωνσταντῖνος οἱ παῖδες αὐτοῦ σὺν Θεοφανοῖ τῇ μητρί, τεχθείσης αὐτῷ καὶ θυγατρὸς πρὸ δύο ἡμε ρῶν τῆς αὐτοῦ τελευτῆς, ἣν Ἄνναν ὠνόμασαν. ἦν δὲ ὁ Ῥωμανὸς μέγας τὴν ἡλικίαν, εἰ καὶ ἐλάττων ἦν τοῦ πατρός, τὸ ἦθος ἥμερον ἔχων καὶ πρᾶον καὶ τὸ φρόνημα μέτριον. καίπερ δὲ νέος ὤν, ἀγχίνους ἦν καὶ ὀξὺς καὶ τὰ πολιτικὰ κυβερνᾶν ἱκανώτατος, εἴπερ ἄρα συνεχωρεῖτο παρὰ τῶν θεραπόντων. ἀλλὰ τοῦτον οἱ οἰκειό τατοι ταῖς τῆς νεότητος ἐκδεδωκότες ὁρμαῖς, ἵν' ἐκεῖνοι τὰ κοινὰ μετιόντες πλοῦτον ἄφατον ἀποθησαυρίσωσιν, ἀνενέργητον καὶ ἀνεπιτήδειον ἀπεφήναντο. Ἀπριλλίῳ δὲ μηνί, τῆς αὐτῆς ʹ ἰνδικτιῶνος, εἴσεισιν ὁ Φωκᾶς Νικηφόρος τῇ τῆς δεσποίνης κελεύσει, τοῦ Ἰωσὴφ καθάπερ καὶ πάλαι κωλύοντος, ἐν Κωνσταντινουπόλει· καὶ ἀπὸ τῶν ἐκ τῆς Κρήτης λαφύρων καὶ τῆς Βερροίας ἐθριάμβευσεν ἐν τῷ ἱπποδρόμῳ, κομίσας καὶ μέρος τι τοῦ ἱματίου τοῦ βαπτιστοῦ Ἰωάννου, ὅπερ εὗρεν ἐν τῇ Βερροίᾳ ἐναποκείμενον. τοῦτον δὲ ἐδεδίει καὶ δι' ὑποψίας εἶχεν ὁ Βρίγγας· ἀλλ' ὑπούλως οὗτος ὑποκρινάμενος ἐξαπατῆσαι τοῦτον ἴσχυσε τρόπῳ τοιῷδε. ἕνα 2.346 τινὰ τῶν ὑπασπιστῶν εἰληφὼς ὁ Φωκᾶς περὶ ὥραν ἀρίστου εἰς τὸν οἶκον ἄπεισι τοῦ Ἰωσήφ, καὶ κόψας τὴν θύραν ὅστις εἴη μηνύειν ἐκέλευσε τῷ θυρωρῷ. μηνύσαντος δὲ κελευσθεὶς ἐπείσ εισι, καὶ κατ' ἰδίαν παραλαβὼν τὸν Ἰωσὴφ δείκνυσιν αὐτῷ τρί χινον ἔνδυμα, ὅπερ ἔνδοθεν τῶν ἱματίων ἠμφίεστο, καὶ μεθ' ὅρκων ἐπληροφόρησεν ὡς τὴν τῶν μοναχῶν ἀσπαζόμενος πολιτείαν πάλαι ἂν περιεβάλετο τὸ σχῆμα καὶ τῶν βιωτικῶν ὑπεξήγαγεν ἑαυτὸν φροντίδων, εἰ μὴ ἐπέσχεν αὐτὸν ἡ τῶν βασιλέων προσπά θεια Κωνσταντίνου καὶ Ῥωμανοῦ, καὶ μέλλειν ὅσον οὔπω τὸν οἰκεῖον ἐκπληρῶσαι σκοπόν· καὶ μὴ μάτην ὑποπτεύεσθαι καθικέ τευσε. τοῦτο θεασάμενος ὁ Ἰωσὴφ πίπτει εὐθέως πρὸς τοὺς πό δας αὐτοῦ, μετάνοιαν ἐκζητῶν, καὶ ὡς οὐ πιστεύσει τινὶ πληρο φορῶν λέγοντί ποτε κατ' αὐτοῦ. ὑφεωρᾶτο δὲ ὁ Βρίγγας καὶ Στέφανον τὸν βασιλέα, τοῖς ζῶσι μέχρι τότε συναριθμούμενον καὶ ἐξόριστον ἐν Μηθύμνῃ τυγχάνοντα, καὶ διὰ παντὸς ἐφρόντιζεν ὑπὸ ἀκριβεστέραν αὐτὸν εἶναι φυλακήν. ἀλλ' ἐκεῖνος κατὰ τὴν ἑορτὴν τοῦ μεγάλου σαββάτου τῶν θείων μετεσχηκὼς μυστηρίων αἰφνιδίως εὐθὺς τέθνηκε, μηδεμιᾶς προηγησαμένης αἰτίας, ἀλλὰ τῆς Θεοφανοῦς, εἰ καὶ πόρρωθεν κατῴκιστο, κατεργασαμένης αὐτόν. Πέτρος δὲ ὁ τῶν Βουλγάρων βασιλεὺς τὴν εἰρήνην τάχα ἀνανεούμενος ἀποθανούσης τῆς αὐτοῦ γυναικός, σπονδὰς πρὸς τοὺς βασιλεῖς ἔθετο, ὁμήρους δοὺς καὶ τοὺς οἰκείους δύο υἱοὺς 2.347 Βορίσην καὶ Ῥωμανόν· καὶ μετὰ μικρὸν ἀπεβίω. οἱ δὲ υἱοὶ αὐ τοῦ ἐν Βουλγαρίᾳ ἐπέμφθησαν μετὰ ταῦτα ἐφ' ᾧ τῆς πατρῴας ἀντισχέσθαι βασιλείας, καὶ τοὺς κομητοπούλους ἀπείρξουσι τῆς πρόσω φορᾶς. ∆αβὶδ γὰρ καὶ Μωϋσῆς καὶ Ἀαρὼν καὶ Σαμουήλ, ἑνὸς ὄντες παῖδες τῶν μέγα δυνηθέντων ἐν Βουλγαρίᾳ κομήτων, πρὸς ἀποστασίαν ἀπεῖδον καὶ τὰ Βουλγάρων ἀνέσειον. καὶ ταῦτα μὲν συνηνέχθη ὧδε. Ὁ δὲ Βρίγγας ὃν εἴπομεν τρόπον ἀπατηθεὶς