425
ὑπὸ τοῦ Νικη φόρου, καὶ τοῦτον ἐάσας οἴκαδε ἀπελθεῖν, μετεμέλετο, καὶ ἐν δεινῷ ἐποιεῖτο ὅτιπερ ἐντὸς ἀρκύων ἔχων τὸ θήραμα ἔλαθε τοῦτο φρενοβλαβῶς προηκάμενος. ἐμερίμνα γοῦν πῶς καὶ ποίᾳ μηχανῇ τῆς ἀπὸ τούτων ἀπολυθείη φροντίδος. καὶ ἔδοξεν αὐτῷ λυσιτε λέστατον εἶναι πρὸς Ἰωάννην μάγιστρον γράψαι τὸν Τζιμισκῆν, ἄνδρα θυμοειδῆ καὶ δραστήριον ὄντα καὶ μετὰ τὸν Φωκᾶν ἐν τοῖς Ῥωμαίων ἐπισημότατον στρατηγοῖς, στρατηγὸν τηνικαῦτα τῶν ἀνατολικῶν ὑπάρχοντα, ἔτι δὲ πρὸς τὸν μάγιστρον Ῥωμανὸν τὸν Κουρκούαν, φανερώτατον καὶ ἐπίσημον καὶ αὐτὸν στρατηλάτην ὄντα τῆς ἀνατολῆς, γράμματα πέμψαι, καὶ φιλοτιμιῶν ὑποσχέ σεσι καὶ δωρεῶν καὶ τιμῶν διεγεῖραι τούτους πρὸς καθαίρεσιν τοῦ Φωκᾶ. ἐγένοντο τὰ γράμματα, καὶ ὁ νοῦς τῶν γεγραμμένων ὑπῆρχεν οὗτος. εἰ διαναστάντες καθαιρήσουσι τὸν Φωκᾶν καὶ μοναχὸν ἀποκείρουσιν ἢ τρόπον ἄλλον ἐκ μέσου ποιήσουσι, τὴν μὲν τοῦ δομεστίκου τῶν σχολῶν τῆς ἀνατολῆς μεγίστην ἀρχὴν 2.348 λήψεται ὁ Ἰωάννης, τὴν δὲ τοῦ δομεστίκου τῆς δύσεως ὁ Ῥωμανός. κομισθέντων οὖν τῶν γραμμάτων τοῖς δηλωθεῖσιν ἀν δράσιν, ἐπείπερ σχετικῶς ἐκεῖνοι εἶχον πρὸς τὸν Φωκᾶν, ὑπανα γινώσκουσί τε αὐτῷ εὐθέως τὰ γράμματα, καὶ διαναστῆναι πρὸς ἀλκὴν τὸν Φωκᾶν καὶ γενναῖόν τι καὶ νεανικὸν ἐννοήσασθαι παρε κάλουν. ὀκνοῦντα δὲ καὶ ἀναδυόμενον καὶ αὐτοχείρως ἠπείλουν διαχειρίσασθαι. διὸ καὶ πρὸς τὸν τοῦ θανάτου ἀποδειλιάσας κίνδυνον τὴν πρόκλησιν ὑπεδέξατο. καὶ δευτέρᾳ τοῦ Ἰουλίου μηνός, τῆς αὐτῆς ʹ ἰνδικτιῶνος, ὑπὸ τῶν ἐν τῇ ἑῴᾳ στρατευμάτων ἁπάντων παρακεκινημένων ὑπὸ τοῦ Τζιμισκῆ Ῥωμαίων ἀναγο ρεύεται βασιλεύς. Καὶ εἷς μὲν λόγος φέρεται οὕτως, ἕτερος δέ, ὁ καὶ δοκῶν ἀληθέστερος, ὡς πολὺν ὤδινε χρόνον τὴν τῆς βασιλείας ἐπιθυμίαν, καὶ οὐ τοσοῦτον αὐτὸν ὁ ταύτης ἔρως ἐξέφλεγεν ὅσον ὁ τῆς βασι λίδος Θεοφανοῦς, ἐντυχόντα τε αὐτῇ ὅτε τῇ βασιλευούσῃ διῆγε, καὶ πολλάκις πρὸς αὐτὴν ἐκπέμψαντα τὸν οἰκειότατον ὑπηρέτην αὐτοῦ Μιχαήλ. τοῦτο γὰρ καταφωράσας ὁ Βρίγγας ὑπόπτως διέκειτο πρὸς αὐτόν. Τῆς τοίνυν ἀναρρήσεως αὐτοῦ φημισθείσης ἐν Κωνσταν τινουπόλει, καὶ τῶν πραγμάτων ἐν ταραχῇ καθεστώτων, ὁ τὴν φροντίδα τῶν ὅλων ἀνεζωσμένος Ἰωσὴφ ἠγωνία καὶ διηπορεῖτο σφοδρῶς ὅ τι καὶ δράσειεν, ὅτι μηδὲ τοῖς πολίταις εὔνους ἦν διὰ τὸ δυσέντευκτον.
Κατελθόντος δὲ ἐν Χρυσουπόλει μετὰ παντὸς 2.349 τοῦ στρατοῦ Νικηφόρου τοῦ Φωκᾶ μετ' εὐφημιῶν, ἐβουλεύσατο ὁ Βρίγγας βασιλέα τινὰ προβαλέσθαι, διὰ τούτου οἰόμενος τὸν τόνον ἐκλῦσαι τῆς ὁρμῆς τοῦ στρατοῦ. τέως δὲ τῆς ἀναρρήσεως, ὡς εἴπομεν, τοῦ Φωκᾶ γενομένης Βάρδας μὲν ὁ τούτου πατὴρ (ἔτυχε γὰρ ἐνδημῶν τῇ βασιλίδι) ἱκέτης εἰσέρχεται πρὸς τὴν με γάλην ἐκκλησίαν, Λέων δὲ ὁ ἐκείνου ἀδελφός, καίπερ φυλαττό μενος ἀκριβῶς, λαθὼν ἀπέδρα καὶ τῷ οἰκείῳ ἡνώθη ὁμαίμονι. οὗ γενομένου παρείθη τὴν ψυχὴν καὶ ἐν πάσῃ ἀμηχανίᾳ καὶ φόβῳ κατέστη ὁ Βρίγγας. ἦν γὰρ καὶ ἀνεπιτήδειος ἐν καιροῖς δυσκό λοις ὄχλον κολακεῦσαι καὶ καταδημαγωγῆσαι πλῆθος· δέον γὰρ προσηνέσι λόγοις καὶ θωπευτικοῖς τὴν τοῦ πλήθους καταμαλάξαι ὁρμήν, ὁ δὲ μᾶλλον ἐξετράχυνε καὶ ἠγρίωσε. πάντων γὰρ ἐν τῇ μεγάλῃ συντρεχόντων ἐκκλησίᾳ, αὐτὸς τὸ πλῆθος ἐκδειματῶν λόγους ἐπαφῆκεν ὑπερηφάνους τε καὶ τραχεῖς, "ἐγὼ" φήσας "καταπαύσω ὑμῶν τὴν ἰταμότητα καὶ ἀναισχυντίαν· ποιήσω γὰρ τὸν τοῦ νομίσματος ὠνουμένους σῖτον ἀποφέρεσθαι ἐν τῷ κόλπῳ." Οὔπω παρῆλθεν ὁλόκληρος ἡμέρᾳ ἀφ' οὗ τοῦτο εἴρηκε (κυριακὴ γὰρ ἦν, ἐννάτην ἄγοντος τοῦ Αὐγούστου μηνός), καὶ τῇ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας Βασίλειος ὁ Κωνσταντίνου τοῦ βα σιλέως παρακοιμώμενος, δυσμενὴς καὶ ἔχθιστος ὢν τῷ Ἰωσήφ, τοῖς ἑαυτοῦ φίλοις καὶ συγγενέσι τοὺς οἰκείους συμμίξας θεράπον 2.350 τας κατὰ πολλὰ μέρη τῆς πόλεως πέπομφεν εἰς τοὺς οἴκους τῶν ἀντιπραττόντων αὐτῷ. καὶ ἀπὸ πρώτης ὥρας τῆς δευτέρας ἡμέ ρας μέχρις ἕκτης κατέστρεψαν καὶ