426
ἐξηδάφισαν οἰκίας πλείστας τῶν πολιτῶν, ὧν ἐπισημοτέρα ἦν ἡ τοῦ Ἰωσήφ· οὐ γὰρ μόνον τῶν ἀντιβαίνειν δοκούντων ἐμφανῶν καὶ πολιτικῶν ἀνδρῶν, ἀλλὰ καὶ πολλῶν ἄλλων εὐτελεστέρων, ὧν οὐκ ἀριθμητὸν ἦν τὸ πλῆ θος, κατεστράφησαν οἰκίαι· ᾧ γάρ ποτε διαφορὰ μετά τινος ἦν, πλῆθος ἀτάκτων μεθ' ἑαυτοῦ ἐπαγόμενος μηδενὸς κωλύοντος τοῦ τον ἠφάνιζε. πολλοὶ δ' ἐν τῇ τοιαύτῃ ἀταξίᾳ καὶ ἄνθρωποι ἐφονεύθησαν. ταῦτα δὲ ποιοῦντες ἐν ταῖς πλατείαις τῆς πόλεως λεωφόροις ἔν τε ταῖς ἀγοραῖς ἔν τε τοῖς στενωποῖς Νικηφόρον ἀνευφήμουν Καλλίνικον. τοῦτο τὸ ἔργον ἐξάγει μὲν τῆς μεγάλης ἐκκλησίας Βάρδαν τὸν πατέρα τοῦ Φωκᾶ, φυγάδα οἰκτρὸν καὶ ὅσον οὐδέπω τὸν κίνδυνον ἐκδεχόμενον, τὸν δὲ Ἰωσὴφ τὸν παρα κοιμώμενον, τὸν πρὸ τούτου μεγάλα φυσῶντα καὶ ἐπαιρόμενον, εἰς αὐτὴν ἀντεισάγει ἱκέτην ἐλεεινὸν καὶ ἀμφίβολον ἔχοντα τὴν ἑαυτοῦ σωτηρίαν. οἱ δὲ περὶ τὸν παρακοιμώμενον Βασίλειον τριήρεις κατασκευάσαντες καὶ τὸν βασιλικὸν εἰληφότες δρόμωνα μετὰ παντὸς τοῦ στόλου περαιοῦνται ἐν Χρυσουπόλει, καὶ τὸν Νι κηφόρον ἐκεῖθεν ἀναλαβόμενοι ἄγουσιν εἰς τὸ Ἕβδομον, αὐτόθεν τε αὐτοί τε καὶ πᾶς ὁ δῆμος τῆς πόλεως μετ' εὐφημιῶν καὶ κρό των καὶ σαλπίγγων καὶ κυμβάλων δημοσίας γενομένης προόδου 2.351 διὰ τῆς χρυσῆς πόρτης εἰσάγουσιν εἰς τὴν βασιλίδα. γενόμενοι δὲ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ Πολύευκτον παρεσκεύασαν τὸν πατριάρχην καὶ τῷ βασιλικῷ αὐτὸν ταινιῶσαι διαδήματι. στέφει οὖν τοῦτον ὁ Πολύευκτος ἐν τῷ ἄμβωνι τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας, ἡμέρα δὲ ἦν κυριακὴ ιʹ τοῦ Αὐγούστου μηνὸς ἄγοντος, τῆς ʹ ἰνδικτιῶνος. Ἀποστείλας δὲ τὸν μοναχὸν καὶ σύγκελλον Ἀντώνιον τὸν Στουδίτην τὴν Θεοφανὼ τῶν βασιλείων καταβιβάζει καὶ εἰς τὸ παλάτιον τοῦ Πετρίου ἐκπέμπει. μετ' ὀλίγον δὲ ἐξόριστον τίθησιν καὶ τὸν παρακοιμώμενον Ἰωσὴφ ἐν Παφλαγονίᾳ, καὶ αὖθις μετ' οὐ πολὺν χρόνον μεταβιβάζει ἔν τινι μοναστηρίῳ λεγομένῳ τοῦ Ἀσηκρῆτις, ἐν τοῖς Πυθίοις· ὃς ἐπὶ δύο ὅλους ἐκεῖσε ἐνδιατρίψας ἐνιαυτοὺς ἀπεβίω. χειροτονεῖ δὲ καὶ Βάρδαν τὸν ἑαυτοῦ πατέρα Καίσαρα. τῇ δὲ κʹ τοῦ Σεπτεμβρίου μηνός, τὸ προσωπεῖον καὶ τὴν σκηνὴν ἀποθέμενος, ἄγεται νόμιμον γαμετὴν τὴν Θεοφανώ. τότε δὲ καὶ κρεῶν ἀπεγεύσατο, πρότερον ἀπεχόμενος κρεωδαισίας ἐξ ὅτου Βάρδας ὁ ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς ἀποτεχθεὶς αὐτῷ υἱός, ἱππαζόμενος ἐν τῷ πεδίῳ καὶ τῷ οἰκείῳ προσπαίζων ἀνεψιῷ τῷ Πλεύσῃ, μετὰ δόρατος βληθεὶς ἀκουσίως τέθνηκε. τοῦτο δὲ εἴτε ἐγκρατευόμενος ἐποίει εἴτε καὶ λαθεῖν τοὺς κρατοῦν τας ὑποκρινόμενος, μόνος ἂν εἰδείη μετὰ θεὸν ἐκεῖνος. τοῦ γά 2.352 μου δὲ τελεσθέντος ἐν τῇ κατὰ τὸ παλάτιον νέᾳ ἐκκλησίᾳ, ἐπείπερ ἤμελλεν εἴσοδος ἐν τῷ θυσιαστηρίῳ γενέσθαι, τῆς χειρὸς κατέχων αὐτὸν ὁ Πολύευκτος καὶ ταῖς ἱεραῖς ἐγγίσας κιγκλίσιν, εἴσεισι μὲν αὐτὸς εἰς τὰ ἄδυτα, ἐκεῖνον δ' ἐξώθησεν ὄπισθεν, ἐπειπὼν μὴ πρότερον συγχωρηθήσεσθαι αὐτὸν εἰς τὸ θυσιαστήριον εἰσελθεῖν, πρὶν ἂν δέξηται ἐπιτίμια δευτερογαμούντων. ἐλύπησε δὲ ἐν τούτῳ τὸν Νικηφόρον, καὶ οὐ διέλιπεν ἐγκοτῶν αὐτῷ μέχρι τῆς τελευ τῆς. διεδέδοτο δὲ καὶ λόγος ἁπανταχοῦ, ὃς οὐ μικρῶς διετάραξε τὴν ἐκκλησίαν, ὅτιπερ ὁ Νικηφόρος ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀνάδοχος ἐγένετο τῶν τῆς Θεοφανοῦς ἑνὸς παίδων. ταύτης δὲ τῆς φήμης ὡς εὐλόγου ἀφορμῆς δραξάμενος ὁ Πολύευκτος ἢ χω ρισθῆναι αὐτὸν ἀπεμάχετο τῆς γυναικὸς κατὰ τὸν κανόνα ἢ τῆς ἐκκλησίας ἀναχωρεῖν. ὃ δὴ καὶ πεποίηκε, τῆς Θεοφανοῦς ἐξεχό μενος. συγκαλεσάμενος δὲ τοὺς ἐνδημοῦντας ἐπισκόπους ἐν τῇ πόλει καὶ τοὺς τῆς συγκλήτου λογάδας, σκέψιν περὶ τούτου προέ θετο. πάντες δὲ οὗτοι τοῦ Κοπρωνύμου εἶναι τὸν νόμον ἔλεγον, καὶ δέον αὐτὸν μὴ φυλάττεσθαι ἔκριναν. τοῦτ' ἄρα καὶ λίβελλον ἀφέσεως ὑπογράψαντες τούτῳ ἐπιδεδώκασιν. ἔτι δ' ἀναβαλλό μενον τὸν Πολύευκτον κοινωνῆσαι τῷ βασιλεῖ ὁ Καῖσαρ ἐπληροφόρησεν ὡς οὐκ ἀνάδοχος γέγονεν. ἀλλὰ καὶ Στυλιανὸς ὁ πρω τοπαπᾶς τοῦ μεγάλου παλατίου, ἐξ οὗ