427
πρώτου ἐλέγετο ἡ τοιαύτη φήμη διαδραμεῖν, ἐνώπιον ἐλθὼν τῆς συνόδου καὶ τῆς συγκλήτου 2.353 ἐξωμόσατο μήτ' ἰδεῖν μήτε πρός τινας ἀνειπεῖν ὡς ἄρα Βάρδας ἢ Νικηφόρος ἀνάδοχος γένοιτο. ὁ δὲ Πολύευκτος καίπερ φανερῶς ἐπιορκοῦντα εἰδὼς τὸν Στυλιανόν, τὸ τῆς συντεκνίας συγκεχώρηκεν ἔγκλημα, καὶ ὁ πάλαι ἐνιστάμενος δευτερογαμίας ἐπιτίμιον ἐπι θεῖναι καὶ τὸ μέγα τοῦτο παρῆκεν ἁμάρτημα. Νικηφόρος δὲ τῷ πρώτῳ τῆς αὐτοῦ βασιλείας ἔτει ἐκπέμπει κατὰ τῶν ἐν Σικελίᾳ Σαρακηνῶν τὸν πατρίκιον Μανουὴλ καὶ νό θον υἱὸν πατραδέλφου αὐτοῦ Λέοντος, τοῦ χρηματίσαντος δομε στίκου τῶν σχολῶν καὶ ἐπὶ Ῥωμανοῦ τοῦ γέροντος τυφλωθέντος, στρατὸν αὐτῷ δοὺς καὶ στόλον ἀξιόμαχον· ἀδοξίαν γὰρ ἐδόκει προστρίβεσθαι ἑαυτῷ, εἰ τούτου κρατοῦντος ἡ Ῥωμαίων βασιλεία δασμοφορεῖ τοῖς Σαρακηνοῖς. ἀλλ' ἀναγκαῖον εἰπεῖν ἐπιδραμόν τας τίς ἡ πρὸς τοὺς Σαρακηνοὺς δασμοφορία, καὶ ὅθεν εἴληφε τὴν ἀρχήν. τῆς πόλεως γὰρ τῶν Συρακουσῶν ὑπὸ τῶν ἐν Ἀφρικῇ Σαρακηνῶν ἁλούσης ἐπὶ τῶν χρόνων Βασιλείου τοῦ Μακεδόνος, καὶ τὴν ὅλην συνέβη νῆσον ὑπ' αὐτῶν κατασχεθῆναι καὶ τὰς αὐ τῆς πόλεις κατασκαφῆναι, τῆς Πανόρμου μόνης περιποιηθείσης, ἐξ ἧς ὡς ἔκ τινος ὁρμητηρίου ὁρμώμενοι οἱ Ἀγαρηνοὶ τὴν ἀντιπέ ραθεν γῆν ἐπεκτήσαντο. ἐκεῖθεν δὲ διαπορθμευόμενοι τὰς νήσους ἐδῄουν ἄχρι Πελοποννήσου, καὶ ὅσον οὔπω προσδόκιμοι παραστή σεσθαι ἦσαν. ἀμηχανῶν δὲ ὁ βασιλεὺς Βασίλειος, καὶ ἄξιον ὑπηρέτην ἀναζητῶν τῆς τοιαύτης ὑπηρεσίας, τὸν πατρίκιον ἔκρινε 2.354 Νικηφόρον καὶ δομέστικον τῶν σχολῶν, ἐπωνυμίαν φέροντα τοῦ Φωκᾶ, ἀπό τινος τῶν προγόνων αὐτοῦ ἀριστεύσαντος. πάππος ὁ Νικηφόρος ἦν τοῦ βασιλέως Νικηφόρου, ἀνὴρ γενναῖός τε καὶ συνετός, τὰ πρὸς θεόν τε εὐσεβὴς καὶ τὰ πρὸς ἀνθρώπους δίκαιος. οὗτος μετά τινος στρατοῦ εἰς Ἰταλίαν περαιωθεὶς ἐντὸς ὀλίγου τοὺς Σαρακηνοὺς τῆς Ἰταλίας ἀπήλασε καὶ ἐν Σικελίᾳ ἡσυχάζειν ἠνάγκασε. τούτου τοῦ ἀνδρὸς καὶ ναὸν λέγεται δομήσασθαι τοὺς Ἰτα λοὺς εἰς μνήμην ἄληστον τῆς αὐτοῦ ἀρετῆς, οὐ διὰ τὴν ἐλευθε ρίαν μόνην ἀλλὰ καὶ δι' ἕτερον ἔργον ἀξιαφήγητον.
Οἱ γὰρ Ῥω μαῖοι ἐν τῷ μέλλειν οἴκαδε ὑποστρέφειν μετὰ τοῦ σφῶν στρατη γοῦ πολλοὺς τῶν Ἰταλῶν κατασχόντες ἔσπευδον δούλους εἰς τὴν περαίαν διαβιβάσαι· οὗ γνωσθέντος μηδὲν ὅλως εἰπὼν ὁ Νικη φόρος μηδ' ὑπόνοιάν τινα δεδωκὼς πρὸ τοῦ ἐν Βρεντεσίῳ γενέσθαι (ἐκεῖθεν γὰρ ἔμελλον πρὸς τὴν Ἰλλυρίδα διαπερᾶν), ὡς ἐκεῖσε ἐγένοντο, αὐτὸς δι' ἑαυτοῦ ἕκαστον τῶν στρατιωτῶν ἐμβιβάζων τοῖς πλοίοις περᾶν παρεσκεύαζε, καὶ οὕτω τοὺς ἐγχωρίους εἴασε τὴν ἑαυτῶν χώραν ἀδεῶς κατοικεῖν. διετέλεσεν οὖν εἰρηνεύουσα ἡ Ἰταλία μέχρι τῶν χρόνων τοῦ πορφυρογεννήτου Κωνσταντίνου καὶ τῆς αὐτοῦ μητρός· ἐπ' ἐκείνων δὲ πάλιν κινηθέντες οἱ Σαρα κηνοὶ μηδενὸς κωλύοντος τὴν Ἰταλίαν κατέτρεχον. συνιδόντες οὖν οἱ κρατοῦντες ὡς οὐχ οἷοί τέ εἰσι πρός τε τοὺς ἑῴους Σαρακηνοὺς καὶ πρὸς τοὺς ἑσπερίους ἀντέχειν, ἤδη καὶ τῶν Βουλγάρων τὰς 2.355 σπονδὰς λελυκότων, σπείσασθαι ἐγνώκεισαν μετὰ τῶν ἐν Σικελίᾳ Σαρακηνῶν. ἐγένοντο οὖν σύμφωνα δι' Εὐσταθίου τοῦ στρατηγοῦ Καλαβρίας, ἑνὸς ὄντος τῶν βασιλικῶν θαλαμηπόλων, ἐφ' ᾧ δασμὸν ἐτήσιον δίδοσθαι τοῖς Σαρακηνοῖς χρυσίου χιλιάδας κβʹ. γενομένων δὲ τῶν σπονδῶν Ἰωάννην πατρίκιον τὸν ἐπίκλην Μου ζάλωνα στρατηγὸν τῆς Καλαβρίας προὐβάλοντο, ὃς φορτικῶς κατάρχων τῶν ἐγχωρίων ὑπ' αὐτῶν ἀπεσφάγη, προσχωρησάντων τῷ ῥηγὶ Λογγιβαρδίας ∆ανδούλφῳ, Ῥωμανοῦ τοῦ γέροντος ἄρτι τὰ σκῆπτρα κατέχοντος Ῥωμαίων. ὑφ' οὗ συμφέρον ἐνομίσθη στρατιώτας πεμφθῆναι μετὰ νεῶν, τὸ ἀπορραγὲν τῆς ὁλότητος μέρος ἐπανασώσασθαι. προσεπέμφθη δὲ Κοσμᾶς πατρίκιος Θεσ σαλονικεύς, γνώριμος ὢν τῷ ∆ανδούλφῳ. καὶ περαιωθεὶς οὗτος εἰς Ἰταλίαν καὶ τῷ ∆ανδούλφῳ συμμίξας παρῄνει ἀποσχέσθαι τῆς χώρας Ῥωμαίων καὶ τῷ βασιλεῖ συμφιλιωθῆναι καὶ ἀντὶ